Enarrationes in Job

 Στ. θʹ. Ἀλλ' εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα. Μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλήν. Καὶ οὐδὲ αὐ τῷ

 Θεός με διέσπειρεν, ἢ, Θεοῦ μου φαυλισμός. Θαιμὰν, ἔκλειψις αὐτῶν. Σωφὰρ, σκοπὸς, ἢ φαυλισμός. Βαλδὰδ, παλαίωσις, καὶ ἐπίδοξος. Σαυχαίων, ἀδολεσχία αὐ

 ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκατα λέγεσθαι. Ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἵας ἀφῆκε χα ριστηρίου

 ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλ' ὀνει δίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρου μένοις ἐπεμβαίνειν οὐ

 ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κἂν ἄγαν τις φιλονεικήσειε διαλεά νας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύ

 Ἄφοβοί εἰσιν. Οὐ φοβοῦνται τὸν Θεὸν, καταφρο νοῦσι τῆς Θεότητος· τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν. Στίχ. θʹ. Μάστιξ δὲ

 ἡμᾶς διδάσκουσι διδασκαλικὴν εἰληφότες χάριν. Στίχ. δʹ. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Λόγον ποιούμενος ὁ Θεὸς τοῦ προνοουμένου ὑπ' αὐ τοῦ, ἐλέγχ

 ὥσπερ δορκὰς ἐκ βρό χων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Στίχ. ιβʹ. Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; Ἀλλὰ νομίζεις, ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς

 τιμωριῶν τὴν ψῆφον φέρεσθαι, ἦν εὑρεῖν αὐτόν. Εἴθε ἐνῆν δικάσασθαι, φησὶ, καὶ ἐντυχεῖν αὐτοῦ, καὶ μαθεῖν, τίνα ἦν ἃ ἤμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἤμε

 ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ. Στίχ. ʹ. Τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. Ὅσα ἦν ὑψηλὰ

 ἐν τῷ Εὐαγγελίῳ. 17.96 Οὐδεὶς οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς βάλλει Στίχ. κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, κ

 Ὁ δὲ Θεὸς δί δωσιν αὐτῷ παῤῥησίαν τοῦ λαλεῖν. Καὶ μεθ' ἕτερα· Τοσαύτη ἐστὶν ἡ χρηστότης τοῦ Θεοῦ, ὥστε ἀναλα βεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρ

 νεκρῶσαι. Νεκροῦ μεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ' ἑαυτῷ, τὸν διάβολον, κα τὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Θεὸς συντρίψαι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας

 ιδʹ. Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται. Ἐδύνατο εἰρηκέναι· Σάρκες δὲ σώματος ἥνωνται. Ὁ δὲ οὐκ εἶπεν· οὐ γὰρ ἥνωνται· οὐκ ἔστι. Τὸ ἓν παρ' ἐκείνῳ πο

νεκρῶσαι. Νεκροῦ μεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ' ἑαυτῷ, τὸν διάβολον, κα τὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Θεὸς συντρίψαι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ΚΕΦ. ΜΑʹ. Στίχ. δʹ. Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; ∆ιὰ τί οὐκ εἶπε· Τίς ἀποκαλύψει πρόσωπον αὐτοῦ; Τί ποιεῖ ἐνθάδε καὶ ἡ ἔνδυσις; Τίς γὰρ ἀποκαλύψει, φησὶ, πρόσωπον ἐνδύσεως αὐτοῦ; Ἵνα νοηθῇ τὸ λεγόμενον, παραδείγματι χρησώμεθα τῶν περιτιθε μένων προσωπείων, καὶ μὴ φαινομένων τοῦτο ὅ εἰσιν, ἀλλὰ θέλουσι δοκεῖν. Ἀναλαμβάνουσι γὰρ προσωπεῖα, φέρε εἰπεῖν, οὗτοι ἐν ταῖς θυμέλαις ὑποκριταὶ, ποτὲ μὲν ἡγουμένων, ποτὲ δὲ ἄλλων βασιλέων, ποτὲ δὲ γυναικῶν. Καὶ τὸ μὲν ἴδιον αὐτῶν πρόσωπον ἀποκέ κρυπται, καὶ ὅ εἰσιν οὐ φαίνονται· ὃ δὲ δοκοῦσι, βλέ πονται. Τοιοῦτός ἐστιν ὁ δράκων. Οὐδέποτε τὸ πρόσ ωπον αὐτοῦ δείκνυσιν· ἀλλὰ εἰ πρόσωπον λαβὼν εἰς ἀπάτην τῶν ἀνθρώπων, ἐκεῖνο χρῆται. Καὶ ἔχει γε ὁ ἐχθρὸς οὗτος πολλὰ προσωπεῖα, καὶ καθ' ἑκάστην κακίαν πρόσωπον λαμβάνει ἀρετῆς. Καὶ μετ' ὀλίγα εἰς τὸ ἑξῆς. Τὰ ὑπόλοιπα τοῦ προγραφέντος στίχου. Τὸ πρόσωπον ὃ ἐνεδύσατο τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ λῆξαι ὅ τι ἔνδον δρά κων ἐστί; Τοιοῦτοί εἰσί τινες καὶ ἄλλοι μαθηταὶ αὐ τοῦ, Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔνδοθεν δέ εἰσι λύκοι ἅρπαγες. Στίχ. δʹ. Εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; Ὁρᾷς; θώραξ οὗτος ὀνομάζεται, καὶ στῆθος· καὶ θώραξ, ὅπου ἐστὶ τὸ ἡγεμονικόν. Οὐχ ἁπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ. Οὐδὲν ἔχει ἁπλοῦν. ∆όλιός ἐστιν, ἐπτυ γμένος ἐστίν. Εἰς οὖν τὴν πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; Ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται αὐτοῦ ὁ θώραξ· τοῦ δὲ ἁγίου οὐκ ἔπτυκται. Στίχ. εʹ. Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; Κρύπτει τὰ ἔνδον ἀποκείμενα. Τίς οὖν ἀνοίξει τὰς πύλας τοῦ προσώπου αὐτοῦ; Τίς οὗτός ἐστιν, 17.104 ὥστε ἐλέγξαι καὶ δεῖξαι ὅσον δόλον, ὅσον ἰὸν, ὅσα κακὰ ἔχει ἀποκείμενα; Στίχ. εʹ. Κύκλῳ ὀδόντων αὐτοῦ φόβος. Περὶ ὧν λέγεται· Ὀδόντας ἁμαρτωλῶν συνέ τριψας. Καὶ, Κύριος συντρίψει τὰς μύλας τῶν λεόντων. Οὐκ ἔστιν οὗτος ὁ φόβος τοῦ Θεοῦ· ἀλλ' ὁ φόβος, ὁ κύκλῳ τῶν ὀδόντων αὐτοῦ. Ἀλλ' ἐὰν ἔχῃς τὸν Χριστὸν ἐν σεαυτῷ, μὴ φρόντιζε τούτου τοῦ φόβου. Κύριον γὰρ τὸν Θεόν σου φοβηθήσῃ, καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ τὸν ἄλλον. Στίχ. ʹ. Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χαλκαῖ. Τὰ δόγματα, τὰ νοήματα τὰ ἀποκεκρυμμένα. Πάντα ἰὸς ἀσπίδων ἐστὶ, πάντα τὰ ἔνδον αὐτοῦ. Καὶ ἀσπίδες εἰσὶν οὐχ ἁπαλαί τινες, ἀλλὰ σκληραί. Ἀσπί δες γάρ εἰσι σκληραί. Στίχ. ιʹ. Ἐκ στόματος αὐτοῦ. Αἱ βλασφημίαι καὶ οἱ λόγοι τῶν ἀσεβῶν καὶ ἀθέων διδασκάλων. Στίχ. ιʹ. Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμ πάδες καιόμεναι, καὶ διαριπτοῦνται ἐσχάραι πυρός. Οἶμαι μὲν καὶ πάντας τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς κυρίως ἂν εἶναι μέλη τοῦ δρά κοντος· καὶ τῶν μελῶν τοῦ δράκοντος ὀνόματα εἰ θέλεις ἀκοῦσαι, ποῖοί εἰσιν οὗτοι; Τὸ στόμα τοῦ δράκοντος εἴη δ' ἄν τι καὶ τροπικῶς νοούμενον, καὶ παρὰ τοῦτο ὅθεν οἱ λόγοι οἱ ἀπολλύντες. [Ἐκ στό ματος γὰρ αὐτοῦ λαμπάδες ἀπολλύονται πυρός.] Ὅτι ἐκ στόματος αὐτοῦ ἐσχάραι ἀπολλύονται πυρός. Εἴ ποτε ἤκουσα τοῦ κατηγοροῦντος λόγου, προφάσει Χριστιανισμοῦ, κατηγοροῦντος τοῦ ∆ημιουρ γοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, πρε σβεύοντος τὰ Οὐαλεντίνου, καὶ τὰ Βασιλείδου· ὅτ' ἂν κακῶς λέγωσιν τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅτ' ἂν λέγωσιν αὐτὸν μὴ εἶναι, μηδὲ πνευματικῆς οὐσίας, ὁποῖά φασιν οὗτοι· ὄψῃ, ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται λαμπάδες καιόμεναι, καὶ διαρι πτοῦνται ἐσχάραι πυρός. ∆ιὰ τοῦτο ἡμεῖς, εἰδότες, τηρῶμεν ἑαυτοὺς, μήποτε ἐκεῖναι αἱ λαμπάδες ἡμᾶς καύσωσι, μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται. Στίχ. ιγʹ. Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύ ναμις. Ἔστι τις δύναμις πονηρά. Ἀλλ' ἡ ἀσθένεια, ἣν ἀνέλαβε δι' ἐμὲ ὁ Σωτήρ μου καὶ Κύριος, ἥτις λέγε ται ἀσθένεια Θεοῦ, ἐνίκησεν ἐκείνου τὴν δύναμιν. Τὸ γὰρ ἀσθενὲς τοῦ Θεοῦ, ὁ μὲν Ἀπόστολος λέγει, ἰσχυρότερον τῶν ἀνθρώπων· ἐγὼ δὲ ἂν εἴποιμι ἰσχυρότερον τῆς δυνάμεως τοῦ δράκοντος. Στίχ.