Enarrationes in Job

 Στ. θʹ. Ἀλλ' εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα. Μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλήν. Καὶ οὐδὲ αὐ τῷ

 Θεός με διέσπειρεν, ἢ, Θεοῦ μου φαυλισμός. Θαιμὰν, ἔκλειψις αὐτῶν. Σωφὰρ, σκοπὸς, ἢ φαυλισμός. Βαλδὰδ, παλαίωσις, καὶ ἐπίδοξος. Σαυχαίων, ἀδολεσχία αὐ

 ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκατα λέγεσθαι. Ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἵας ἀφῆκε χα ριστηρίου

 ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλ' ὀνει δίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρου μένοις ἐπεμβαίνειν οὐ

 ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κἂν ἄγαν τις φιλονεικήσειε διαλεά νας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύ

 Ἄφοβοί εἰσιν. Οὐ φοβοῦνται τὸν Θεὸν, καταφρο νοῦσι τῆς Θεότητος· τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν. Στίχ. θʹ. Μάστιξ δὲ

 ἡμᾶς διδάσκουσι διδασκαλικὴν εἰληφότες χάριν. Στίχ. δʹ. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Λόγον ποιούμενος ὁ Θεὸς τοῦ προνοουμένου ὑπ' αὐ τοῦ, ἐλέγχ

 ὥσπερ δορκὰς ἐκ βρό χων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Στίχ. ιβʹ. Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; Ἀλλὰ νομίζεις, ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς

 τιμωριῶν τὴν ψῆφον φέρεσθαι, ἦν εὑρεῖν αὐτόν. Εἴθε ἐνῆν δικάσασθαι, φησὶ, καὶ ἐντυχεῖν αὐτοῦ, καὶ μαθεῖν, τίνα ἦν ἃ ἤμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἤμε

 ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ. Στίχ. ʹ. Τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. Ὅσα ἦν ὑψηλὰ

 ἐν τῷ Εὐαγγελίῳ. 17.96 Οὐδεὶς οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς βάλλει Στίχ. κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, κ

 Ὁ δὲ Θεὸς δί δωσιν αὐτῷ παῤῥησίαν τοῦ λαλεῖν. Καὶ μεθ' ἕτερα· Τοσαύτη ἐστὶν ἡ χρηστότης τοῦ Θεοῦ, ὥστε ἀναλα βεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρ

 νεκρῶσαι. Νεκροῦ μεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ' ἑαυτῷ, τὸν διάβολον, κα τὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Θεὸς συντρίψαι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας

 ιδʹ. Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται. Ἐδύνατο εἰρηκέναι· Σάρκες δὲ σώματος ἥνωνται. Ὁ δὲ οὐκ εἶπεν· οὐ γὰρ ἥνωνται· οὐκ ἔστι. Τὸ ἓν παρ' ἐκείνῳ πο

ὥσπερ δορκὰς ἐκ βρό χων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Στίχ. ιβʹ. Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; Ἀλλὰ νομίζεις, ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς κατοικῶν Θεός. Οἷα τοίνυν πάντα ἐφορῶν, τοὺς ὑπὸ τῆς ὑβριστικῆς ἕξεως ἐπηρμένους τὸ φρό νημα καταφέρει. Στίχ. ιβʹ. Τοὺς δὲ ὕβρει φερομένους ἐταπεί νωσεν. Εἴ τις φέρεται ὕβρει, καὶ οἱονεὶ κατασύρεται ὑπὸ ὑβριστικῆς ἕξεως καὶ πράξεως, οὗτος ταπεινοῦται ὑπὸ τοῦ Θεοῦ. Εἰκὸς οὖν, ἐπεὶ καὶ σὺ ὕβρισας χήρας καὶ ὀρφανοὺς, καὶ ἠνεχύρασας διακενῆς τοὺς ἀδελ φούς σου· διὰ τοῦτο ταῦτα πέπονθας, καὶ τεταπεί νωσαι. Στίχ. ιγʹ. Καὶ εἶπας, Τί ἔγνω ὁ Ἰσχυρός; Εἰκὸς, ὅτι σὺ ἔλεγες κατὰ σαυτὸν, Τί ἔγνω ὁ Ἰσχυ ρός; Οἷον, ∆ύναται πάντα ἐγνωκέναι ὁ Θεός; Στίχ. ιγʹ. Ἢ κατὰ τοῦ γνόφου κρινεῖ; Τοῦ αὐτοῦ. ∆ύναται δὲ κρίνειν ὁ Θεὸς καὶ ἐν χει μῶνι γενόμενος. Στίχ. ιδʹ. Καὶ γῦρον οὐρανοῦ διαπορεύεται. Ἐκπεριέρχεται ἡ πρόνοια τοῦ Θεοῦ. 17.85 Στίχ. ιεʹ. Μὴ τρίβον αἰώνιον φυλάξῃς; Μὴ δύνασαι σὺ τὴν τρίβον τὴν αἰώνιον, καθ' ἧς πορεύεται ἡ πρόνοια τοῦ Θεοῦ, ἐπιτηρῆσαι; Στίχ. ιεʹ. Ἣν ἐπάτησαν ἄνδρες δίκαιοι. Τοῦ αὐτοῦ. Τὴν τρίβον τὴν αἰώνιον ἐπάτησαν ἄν δρες δίκαιοι. Κατὰ γὰρ τρίβου αἰωνίας βαίνουσιν. Ἐπεὶ πάντα αὐτοῖς πρόκειται πράττειν, ὥστε τυχεῖν τοῦ μέλλοντος αἰῶνος. Κἂν δοκῶσιν οὖν ἐπίσης βα δίζειν, ἀλλ' ἡ ψυχὴ αὐτὴ ἐπιβαίνει τρίβων αἰωνίων. Στίχ. ιʹ. Οἳ συνελήφθησαν ἄωροι. Πολλάκις δίκαιοι πρὸ καιροῦ ἐτελεύτησαν. Τε λειωθεὶς γὰρ ἐπ' ὀλίγῳ ὁ δίκαιος, ἐπλήρωσε χρό νους μακρούς· ἀρετὴ γὰρ ἐν τῷ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Στίχ. ιʹ. Ποταμὸς ἐπιῤῥέων οἱ θεμέλιοι αὐτῶν. Τοῦ αὐτοῦ. Τῶν δικαίων οἱ θεμέλιοι οἷόν εἰσιν. Ἀεὶ προκόπτουσιν, ἀεὶ αὔξουσιν ἐν τοῖς ἀγαθοῖς. Στίχ. ιηʹ. Ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν. Τοῦ αὐτοῦ. Τῶν δικαίων ἐνέπλησε τοὺς οἴκους ἀγαθῶν. Ἐγὼ οὐκ ἀκούω τοὺς οἴκους τούτους· ἀλλὰ τοὺς οἴκους αὐτῶν, τοὺς κατὰ τὸ ἡγεμονικὸν ἐνέπλησεν ἀγαθῶν. Ποίων ἀγαθῶν; Σωφροσύνης, δι καιοσύνης, ἀνδρείας, φρονήσεως, τῶν ἀπὸ τῶν ἔργων. Τουτέστι τὸ πληρωθῆναι οἴκους ἀγαθῶν. Στίχ. ιθʹ. Ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς. Τίνας; ἢ τὴν βουλὴν τῶν ἀσεβῶν; Οἷον· βούλονταί τινα διδάσκειν τὰ ἐναντία τῇ ἀληθείᾳ, ἐν τῷ λέ γειν· ἃ λέγουσι δόγματα μοχθηρὰ ἔχοντες. Ταῦτα ἄμεμπτος ὁρῶν μυκτηρίζει. Στίχ. κʹ. Καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. Τοῦ αὐτοῦ. Τοῦτο ὃ καταλέλειπται κατὰ τοὺς ἀσεβεῖς, τῶν προτέρων ἀποθανόντων, τὸ πῦρ κατα φάγεται. Στίχ. κβʹ. Ἔλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγο ρίαν. Τὴν ἐξηγορίαν ἐζήτουν κατ' ἐμαυτὸν, τί σημαίνει. Καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει ἀντ' αὐτῆς ἐξομολόγησιν· Φησὶν οὖν μᾶλλον· Ἐξομολόγησαι περὶ τῶν ἁμαρτημάτων σου· ἔκλαβε ἀπὸ τοῦ στόματος τοῦ Θεοῦ εἰσηγορίαν σὺν ἐξομολογήσει· ἀνάλαβε δὲ τὰ ῥήματα αὐτοῦ ἐκ καρδίας σου. Ταῦτα δὲ ἔλεγεν ὁ Ἐλιφὰζ, νουθετῶν, ὡς ᾤετο, τὸν Ἰώβ. Στίχ. κγʹ. Ἐὰν δὲ ἐπιστραφῇς, καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου. Νουθετεῖ αὐτὸν πρὸς τὸ ἐπιστρέψαι, οἰόμενος αὐ τὸν ταῦτα ἡμαρτηκότα πεπονθέναι. Στίχ. κδʹ. Καὶ ὡς πέτρα χειμάῤῥου Σωφείρ. Ἐκ τοῦ τόπου οὗ γίνεται τὸ χρυσίον, ἐλεύσεται ἐπὶ σὲ, οἱονεὶ, ἔσται λόγος σου ποικίλος καὶ καλός. Στίχ. κεʹ. Ἔσται οὖν σοι ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν. Ἐὰν ὑποτάξῃς ἑαυτὸν, ἐὰν ἐξομολογήσῃ. 17.88 Στίχ. κεʹ. Καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύ ριον πεπυρωμένον. Ὑγιὲς δόγμα ...... πεπυρωμένον, ὁ Θεός. Στίχ. κʹ. Εἶτα παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου. Τοῦ αὐτοῦ. Ἐὰν ταπεινώσῃς σαυτὸν, ὑπομένῃς τὰ συμβεβηκότα, παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτήματα. Στίχ. κηʹ. Ἐπὶ τῶν ὁδῶν σου ἔσται φῶς. Τοῦ αὐτοῦ. Ἐὰν τηρήσῃς νουθεσίαν ἀπ' ἐμοῦ, καὶ ἐπιστρέψῃς καὶ ἐξομολογήσῃ. Ταῦτα μὲν οὖν πρὸς Ἰὼβ ἐλέγετο· οὐ δικαίως δὲ ἐλέγετο· οὐ γὰρ ἥμαρτε. Πρὸς ἡμᾶς δὲ ἐὰν λέγηται, δικαίως λέγεται. Στίχ. κηʹ. Ἀποκαταστήσῃ δέ σοι δίαιταν δικαιοσύνης. Καὶ ἁπλῶς εἰπεῖν· Ἅπασάν σοι, φησὶ, τὴν ἁρμό ζουσαν δικαίῳ πράξει διαμονὴν, ὥστε σε λαμπρὰς καὶ ἐπιδόξους ἔχειν τὰς πράξεις. ΚΕΦ. ΚΓʹ. Στίχ. βʹ. Ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμῷ στεναγμῷ. Εἰ δὲ ἐνῆν, φησὶ, παραυτὰ τῶν