«τοῖς χείλεσι» τιμᾶν τὴν καρδίαν «πόῤῥω» ἔχοντα ἀπὸ θεοῦ, ἤπερ τῇ «καρδίᾳ» τιμᾶν αὐτὸν, τοῦ στόματος μὴ ὁμολογοῦντος «εἰς σωτηρίαν». 6 Εἴπερ δὲ ὁ φάσκων· «οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παν τὸς ὁμοίωμα» καὶ τὰ ἑξῆς, ὡς διαφερόντων πρὸς ἄλληλα τοῦ· «οὐ προσκυνήσεις αὐτοῖς» καὶ τοῦ· «οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς», ταῦτα λέγει, μή ποτε ὁ μὲν διακείμενος πρὸς τὰ εἴδωλα λατρεύῃ αὐτοῖς· ὁ δὲ μὴ διακείμενος ἀλλὰ διὰ δειλίαν, ἥνπερ ὀνομάζει συμπεριφορὰν, καθυποκρινόμενος αὐτὰ ὑπὲρ τοῦ δοκεῖν ὁμοίως τοῖς πολλοῖς εὐσε βεῖν οὐ λατρεύει μὲν προσκυνεῖ δὲ τοῖς εἰδώλοις. καὶ εἴποιμ' ἂν ὅτι οἱ ἐπὶ δικαστηρίου ἐξομνύμενοι τὸν χριστιανισμὸν ἢ πρὸ δικαστη ρίου οὐ λατρεύουσι μὲν προσκυνοῦσι δὲ τοῖς εἰδώλοις, λαμβάνοντες τὸ ὄνομα κυρίου τοῦ θεοῦ τὸ «θεὸς» ἐπὶ ματαίῳ καὶ ἀψύχῳ ὕλῃ. προσεκύνουν δὲ οὕτως καὶ οὐκ ἐλάτρευον εἰδώλοις ὁ βεβηλωθεὶς λαὸς «εἰς τὰς θυγατέρας Μωάβ». γέγραπται γοῦν αὐταῖς λέξεσιν ὅτι «ἐκά λεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ». καὶ παρατήρει ὅτι οὐκ εἴρηται· καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις αὐτῶν, οὐδὲ γὰρ οἷόν τε ἦν μετὰ τοσ αῦτα σημεῖα καὶ τέρατα ὑπὸ μίαν καιροῦ ῥοπὴν πεισθῆναι ὑπὸ τῶν γυναικῶν, μεθ' ὧν ἐξεπόρνευον, πρὸς τὸ νομίσαι θεοὺς τὰ εἴδωλα. τάχα δὲ οὕτως καὶ κατὰ τὴν ἐν τῇ Ἐξόδῳ μοσχοποιΐαν «προσεκύ νησαν», οὐ λατρεύσαντες τῷ μόσχῳ, ὃν γινόμενον ἐθεάσαντο. δοκίμιον οὖν καὶ ἐξεταστήριον τῆς πρὸς τὸ θεῖον ἀγάπης νομισ τέον ἡμῖν γεγονέναι τὸν ἑστηκότα πειρασμόν. «πειράζει γὰρ ὁ κύριος ὑμᾶς», ὡς ἐν ∆ευτερονομίῳ γέγραπται, «εἰδέναι, εἰ ἀγαπᾶτε τὸν κύ ριον τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν». ἀλλ' ὑμεῖς πειραζόμενοι «ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύσεσθε καὶ αὐτὸν φοβηθήσεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξεσθε», καὶ μάλιστα τήν· «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», «καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε», λαμβάνοντι μὲν ὑμᾶς ἀπὸ τῶν τῇδε χωρίων, προστιθέντι δὲ αὐτῷ εἰς «τὴν», ὡς ὁ ἀπόστολος ὠνόμασεν, «αὔξησιν τοῦ θεοῦ» ἐν αὐτῷ. 7 Ἀλλὰ καὶ εἴπερ «πᾶν ῥῆμα» πονηρὸν «βδέλυγμα κυρίῳ» τῷ θεῷ σου ἐστὶ, πηλίκον «βδέλυγμα» νομιστέον εἶναι τὸ πονηρὸν τῆς ἀρνήσεως ῥῆμα καὶ τὸν πονηρὸν τῆς ἄλλου θεοῦ ἀναγορεύσεως λόγον καὶ τὸν πονηρὸν κατὰ τύχης ἀνθρώπων, πράγματος ἀνυποστάτου, ὅρκον; οὗ προτεινομένου ἡμῖν μνημονευτέον τοῦ διδάξαντος τό· «ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως». εἴπερ γὰρ ὁ ὀμνὺς οὐρανὸν παρα νομεῖ τὸν θρόνον τοῦ θεοῦ, καὶ ὁ ὀμνὺς γῆν ἀσεβεῖ τὸ λεγόμενον «ὑποπόδιον τῶν ποδῶν τοῦ θεοῦ» θεοποιῶν, καὶ ὁ ὀμνὺς εἰς Ἱερο σόλυμα ἁμαρτάνει, καίτοι γε πόλις μεγάλου βασιλέως ἐστὶ, καὶ ὁ ὀμνὺς τὴν ἑαυτοῦ κεφαλὴν πλημμελεῖ· πηλίκον ἁμάρτημα εἶναι νο μιστέον τὸ ὀμνύναι τύχην τινός; μνημονευτέον δὲ τότε καὶ τοῦ· περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε «λόγον ἐν ἡμέρᾳ κρίσεως.» τίς γὰρ ἄλλος οὕτως ἀργὸς λόγος ὡς ὁ ἐν ἀρνήσει ὅρκος; ἀλλ' εἰκὸς ὅτι θελήσει ἡμᾶς κατασοφίσασθαι δι' ὧν ἂν δύνηται ὁ ἐχθρὸς πρὸς τὸ προσκυνῆσαι «τῷ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῷ κόσμῳ τῶν ἐκ τοῦ οὐρανοῦ». ἀλλ' ἡμεῖς ἐροῦμεν ὅτι ὁ τοῦ θεοῦ λόγος ταῦτα «οὐ προσέταξεν.» οὐδαμῶς γὰρ προσκυνητέον τὰ κτίσ ματα παρόντος τοῦ κτίσαντος καὶ διαρκοῦντος καὶ φθάνοντος πρὸς τὴν πάντων εὐχήν. καὶ οὐδ' αὐτός γ' ἂν θέλοι ὁ ἥλιος προσκυ νεῖσθαι ὑπὸ τῶν ἀπὸ τῆς τοῦ θεοῦ μερίδος, εἰκὸς δὲ ὅτι οὐδὲ ὑπὸ ἄλλου τινός· ἀλλὰ μιμούμενος τὸν εἰπόντα· «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς ὁ πατὴρ» ὡσπερεὶ φήσει τῷ προσκυ νεῖν αὐτὸν ἐθέλοντι· τί με λέγεις θεόν; εἷς ἐστι θεὸς ἀληθινός· καὶ τί με προσκυνεῖς; «κύριον γὰρ τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.» γενητός εἰμι κἀγώ· τί βούλει προσκυνεῖν τὸν προσκυνοῦντα; κἀγὼ γὰρ τῷ θεῷ καὶ πατρὶ προσκυνῶ καὶ λατρεύω καὶ αὐτοῦ πειθόμενος τοῖς ἐπιτάγμασι «τῇ ματαιότητι» ὑποτέταγμαι «διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι» καὶ ἐλευθερωθήσομαι «ἀπὸ τῆς δου λείας τῆς φθορᾶς» νῦν καὶ αὐτὸς