Exhortatio ad martyrium

 «ποῦ ἐστιν ὁ θεός σου;» αὐτῷ, «καθ' ἑκάστην ἡμέραν» ἐξέχεεν ἐφ' ἑαυτὸν «τὴν ψυχὴν» αὐτοῦ, ἐπιπλήσσων αὐτῇ ἔτι κατ' ἀσθένειαν περιλύπῳ γινομένῃ καὶ συν

 «τοῖς χείλεσι» τιμᾶν τὴν καρδίαν «πόῤῥω» ἔχοντα ἀπὸ θεοῦ, ἤπερ τῇ «καρδίᾳ» τιμᾶν αὐτὸν, τοῦ στόματος μὴ ὁμολογοῦντος «εἰς σωτηρίαν». 6 Εἴπερ δὲ ὁ φάσκ

 ἐνδεδεμένος φθαρτῷ σώματι «εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.» 8 Ἔστι προσδοκῆσαι καὶ τῆς ἀσεβείας τινὰ προφήτην τάχα οὐχ ἕνα ἀλλὰ πλεί

 νομιζομένων εἶναι ἐν τῷ βίῳ φιλτάτων φιλοστοργί ας πρὸς τὴν κτῆσιν ἢ πρὸς τὸ ζῆν τοῦτο, ἀλλ' ὅλα ταῦτα ἀποστρα φέντες ὅλοι γενοίμεθα τοῦ θεοῦ καὶ τῆς

 πιστεύετε ὅτι Παῦλος ἡρπάγη «εἰς τρίτον οὐρανὸν» καὶ «ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», ἀκολούθως εἴσε

 ἀετὸς ἐπιστρέψαι «εἰς τὸν οἶκον τοῦ προεστηκότος» ἑαυτῶν. ἄξιον οὖν ὥσπερ τοῖς μὴ ἐξετασθεῖσιν ἐν βασάνοις καὶ πόνοις παραχωρεῖν πρωτείων πρὸς τοὺς ἐν

 τοῖς νενικημένοις καὶ οἱ ὑπὸ τοῦ διαβόλου ἑαλωκότες τοῖς ἐν ἀρνήσει ἑαλωκόσι, τίνα οὖν ταῦτα; «καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης».

 εὐσεβείας ἀναδεξάμενος; ὁποῖος ἦν ὁ Ἐλεάζαρος «τὸν μετ' εὐ κλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος καὶ αὐτο προαιρέτως ἐπὶ τὸ τύμπαν

 ταῖς θριξὶ περισύραντες» οἱ διάκονοι τῆς τυραννικῆς ὠμότητος ἐπὶ μετάνοιαν ἐκάλουν τὸν πεπονθότα ἐπερω τῶντες, εἰ φάγεται τῶν εἰδωλοθύτων «πρὶν τιμωρη

 «ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος» καὶ «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν». 28 Ὁποῖον δ' ἐστὶ τὸ μαρτύριον καὶ πόσην παῤῥ

 μαρτυρίου ἄλλο δὲ τάχα βαρύτερον αἰτεῖν λεληθότως, ἵνα καθολικώτερόν τι καὶ ἐπὶ πλείους φθάνον εὐεργέτημα ἀνυσθῇ δι' ἑτέρου ποτηρίου· ὅπερ οὐδέπω ἦν θ

 «ἐλαφρὸν» αὐτοῦ «φορτίον» πάλιν ἑαυτὸν ὑποβαλεῖν ζυγῷ δαιμόνων καὶ φορτίον βαστά ξαι βαρυτάτης ἁμαρτίας μετὰ τὸ ἐγνωκέναι ἡμᾶς ὅτι «σποδὸς ἡ καρ δία»

 οὕτως ἔχει· «μὴ φο βηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμέ νων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον <καὶ> ψυχὴν καὶ σῶμα

 ὁμολογία; λογισάμενος δέ τις ἀρνήσασθαι «ἔμπροσ θεν τῶν ἀνθρώπων» ὑπομιμνησκέσθω τοῦ ἀψευδῶς εἰπόντος· «ἀπαρ νήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μ

 ἐμοὺς, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται. ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων,» καὶ τοῦ· «ὃς γὰρ ἂν ἐπαισχυνθῇ με

 ἕως τέλους ἐν τῷ ὑπομένειν προκόψατε, ὅτι «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σω θήσεται». ἴστε ὅτι κατὰ τὸν Πέτρον ἀγαλλιάσεσθε «ὀλίγον ἄρτι εἰ δέον ἐστὶ λ

 θαυμάζωμεν, εἰ μισεῖ ἡμᾶς ὁ κόσμος. οὐδεὶς γὰρ μὴ μεταβὰς «ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν» ἀλλὰ μένων ἐν τῷ θανάτῳ δύναται ἀγαπᾶν τοὺς μεταβεβηκότας ἀπὸ

 ἀγνοεῖσθαι, ὅτε τάχα μᾶλλον ἐπιγινωσκόμεθα. φέροντες γοῦν τὰ συμβαίνοντα παιδευόμεθα μὲν οὐ θανατούμεθα δὲ, καὶ ὁμοιούμεθα λυπουμένοις οἱ χαίροντες. 4

 τοῖς ἐναντίοις. 47 Ἔτι δὲ καὶ φιλοζωεῖ ἄνθρωπος πεῖσμα λαβὼν περὶ οὐσίας λογικῆς ψυχῆς ὡς ἐχούσης τι συγγενὲς θεῷ. νοερὰ γὰρ ἑκάτερα καὶ ἀόρατα καὶ, ὡ

 «θλίψεως ἢ διωγμοῦ» σκανδαλιζομένους μετὰ τὸ ἐν χαρᾷ δοκεῖν παρει ληφέναι τὰ ἅγια μαθήματα καὶ σκανδαλιζομένους τῷ μὴ ἔχειν αὐτοὺς ῥίζαν ἀλλὰ πρὸς και

τοῖς νενικημένοις καὶ οἱ ὑπὸ τοῦ διαβόλου ἑαλωκότες τοῖς ἐν ἀρνήσει ἑαλωκόσι, τίνα οὖν ταῦτα; «καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης». ἐὰν δὲ καὶ με γάλης τις ἐλπίδος τυγχάνων καὶ ἐνδόξου τῆς ἐν θεῷ ὑπὸ δειλίας ἢ πόνων προσαγομένων ἡττηθῇ ἐν θεῷ, ἀκούσεται· «κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.» εἰ δὲ καὶ ἔλαμψέ τις ἐν ταῖς ἐκ κλησίαις πολλάκις ὡς «ὁ ἑωσφόρος» ἐπιφαινόμενος αὐταῖς λαμψάντων αὐτοῦ τῶν καλῶν ἔργων «ἔμπροσθεν τῶν ἀνθρώπων» καὶ μετὰ ταῦτα τὸν μέγαν ἀγῶνα ἀγωνιζόμενος τὸν στέφανον ἀπολώλεκε τοιούτου θρόνου, ἀκούσεται· «πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη ἐπὶ τὴν γῆν.» καὶ τοῦτο δὲ πρὸς αὐτὸν λεχθήσεται τῷ διαβόλῳ διὰ τῆς ἀρνήσεως ὡμοιωμένον· «ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκε κεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθα ρός.» πῶς γὰρ ἔσται καθαρὸς αἵματι καὶ φόνῳ τῷ βδελυκτῷ τῆς ἀρνήσεως πταίσματι μεμιασμένος καὶ ἐμπεφυρμένος τηλικούτῳ κακῷ; νῦν δείξωμεν ὅτι ἠκούσαμεν τοῦ· «ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος», πρόσχωμεν, μή ποτε κἂν δισταγμὸς περὶ τοῦ, πότερόν ποτε ἀρνητέον ἢ ὁμολογητέον, γένηται ἐν ἡμῖν· ἵνα μὴ καὶ πρὸς ἡμᾶς ὁ τοῦ Ἠλίου λεχθῇ λόγος οὕτως ἔχων· «ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι κύριος ὁ θεὸς, πορεύεσθε ὀπίσω αὐτοῦ.» 19 Εἰκὸς δὲ ἡμᾶς καὶ ὀνειδισθήσεσθαι ὑπὸ γειτόνων καὶ μυκτηρισθήσεσθαι ὑπό τινων κυκλούντων ἡμᾶς καὶ τὴν κεφαλὴν ὡς ἐπὶ ἀνοήτοις κινούντων ἡμῖν. ἀλλὰ τούτων συμβαινόντων ἡμεῖς λέγωμεν πρὸς θεόν· «ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτη ρισμὸν καὶ γέλωτα τοῖς κύκλῳ ἡμῶν. ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατ' ἐναντίον μου ἐστὶ, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.» μακάριον δὲ καὶ ἐπὶ τούτοις πᾶσι συμβαίνουσι τὴν ἀπὸ παῤῥησίας τοῦ προφήτου ἐπιφερομένην αὐτοῖς φωνὴν εἰπεῖν τῷ θεῷ τήν· «ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς. καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν τῇ διαθήκῃ σου. καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν.» 20 Μνημονεύωμεν ὅτι ἐν τῷ βίῳ τούτῳ τυγχάνοντες καὶ νοοῦντες τὰς ἔξω τοῦ βίου ὁδοὺς τῷ θεῷ φαμεν τό· «ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.» νῦν καιρὸς ἀναμιμνήσκεσθαι τοῦ. ὅτι τόπος κακώσεώς ἐστι τῆς ψυχῆς τὸ χωρίον τοῦτο, ἐν ᾧ τετα πεινώμεθα· ἵνα εὐχόμενοι λέγωμεν τό· «ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.» θαῤῥοῦντες δὲ λέ γωμεν καὶ τό· «εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον, οὐχὶ ὁ θεὸς ἐκζη τήσει ταῦτα;» 21 Μὴ τὸ ἐν φανερῷ δὲ μόνον μαρτύριον ἀλλὰ καὶ τὸ ἐν κρυπτῷ τελείως ἀναλαβεῖν ἀγωνισώμεθα, ἵνα καὶ αὐτοὶ ἀποστολικῶς ἀναφθεγξώμεθα τό· «τοῦτο γάρ ἐστι τὸ καύχημα ἡμῶν, τὸ μαρτύ ριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ θεοῦ» «ἀνεστράφημεν ἐν τῷ κόσμῳ.» συνάπτωμεν δὲ τῷ ἀποστολικῷ τὸ προ φητικὸν τό· «αὐτὸς δὲ γινώσκει τὰ κρύφια τῆς καρδίας» ἡμῶν, καὶ μάλιστα, ἐὰν τὴν ἐπὶ θανάτῳ ἀπαγώμεθα· ὅτε φήσομεν τὸ ὑπὸ μό νων μαρτύρων λεγόμενον τῷ θεῷ τό· «ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.» ἐὰν δέ ποτε ἀπὸ τοῦ φρονήματος «τῆς σαρκὸς» ὑποβάλληται ἡμῖν φόβος τῶν ἀπειλούν των ἡμῖν θάνατον δικαστῶν, τότε εἴπωμεν αὐτοῖς τὸ ἀπὸ τῶν Παροι μιῶν· «υἱὲ, τίμα τὸν κύριον, καὶ ἰσχύσεις· πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.» 22 Καὶ τοῦτο δὲ πρὸς τὰ προκείμενά ἐστι χρήσιμον. φησὶν ἐν τῷ Ἐκκλησιαστῇ ὁ Σολομῶν· «ἐπῄνεσα ἐγὼ πάντας τοὺς τεθνηκό τας ὑπὲρ τοὺς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν.» τίς δ' ἂν οὕτως εὐλόγως ἐπαινοῖτο τεθνηκὼς ὡς ὁ αὐτοπροαιρέτως τὸν θάνατον ὑπὲρ