Exhortatio ad martyrium

 «ποῦ ἐστιν ὁ θεός σου;» αὐτῷ, «καθ' ἑκάστην ἡμέραν» ἐξέχεεν ἐφ' ἑαυτὸν «τὴν ψυχὴν» αὐτοῦ, ἐπιπλήσσων αὐτῇ ἔτι κατ' ἀσθένειαν περιλύπῳ γινομένῃ καὶ συν

 «τοῖς χείλεσι» τιμᾶν τὴν καρδίαν «πόῤῥω» ἔχοντα ἀπὸ θεοῦ, ἤπερ τῇ «καρδίᾳ» τιμᾶν αὐτὸν, τοῦ στόματος μὴ ὁμολογοῦντος «εἰς σωτηρίαν». 6 Εἴπερ δὲ ὁ φάσκ

 ἐνδεδεμένος φθαρτῷ σώματι «εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.» 8 Ἔστι προσδοκῆσαι καὶ τῆς ἀσεβείας τινὰ προφήτην τάχα οὐχ ἕνα ἀλλὰ πλεί

 νομιζομένων εἶναι ἐν τῷ βίῳ φιλτάτων φιλοστοργί ας πρὸς τὴν κτῆσιν ἢ πρὸς τὸ ζῆν τοῦτο, ἀλλ' ὅλα ταῦτα ἀποστρα φέντες ὅλοι γενοίμεθα τοῦ θεοῦ καὶ τῆς

 πιστεύετε ὅτι Παῦλος ἡρπάγη «εἰς τρίτον οὐρανὸν» καὶ «ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», ἀκολούθως εἴσε

 ἀετὸς ἐπιστρέψαι «εἰς τὸν οἶκον τοῦ προεστηκότος» ἑαυτῶν. ἄξιον οὖν ὥσπερ τοῖς μὴ ἐξετασθεῖσιν ἐν βασάνοις καὶ πόνοις παραχωρεῖν πρωτείων πρὸς τοὺς ἐν

 τοῖς νενικημένοις καὶ οἱ ὑπὸ τοῦ διαβόλου ἑαλωκότες τοῖς ἐν ἀρνήσει ἑαλωκόσι, τίνα οὖν ταῦτα; «καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης».

 εὐσεβείας ἀναδεξάμενος; ὁποῖος ἦν ὁ Ἐλεάζαρος «τὸν μετ' εὐ κλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος καὶ αὐτο προαιρέτως ἐπὶ τὸ τύμπαν

 ταῖς θριξὶ περισύραντες» οἱ διάκονοι τῆς τυραννικῆς ὠμότητος ἐπὶ μετάνοιαν ἐκάλουν τὸν πεπονθότα ἐπερω τῶντες, εἰ φάγεται τῶν εἰδωλοθύτων «πρὶν τιμωρη

 «ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος» καὶ «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν». 28 Ὁποῖον δ' ἐστὶ τὸ μαρτύριον καὶ πόσην παῤῥ

 μαρτυρίου ἄλλο δὲ τάχα βαρύτερον αἰτεῖν λεληθότως, ἵνα καθολικώτερόν τι καὶ ἐπὶ πλείους φθάνον εὐεργέτημα ἀνυσθῇ δι' ἑτέρου ποτηρίου· ὅπερ οὐδέπω ἦν θ

 «ἐλαφρὸν» αὐτοῦ «φορτίον» πάλιν ἑαυτὸν ὑποβαλεῖν ζυγῷ δαιμόνων καὶ φορτίον βαστά ξαι βαρυτάτης ἁμαρτίας μετὰ τὸ ἐγνωκέναι ἡμᾶς ὅτι «σποδὸς ἡ καρ δία»

 οὕτως ἔχει· «μὴ φο βηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμέ νων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον <καὶ> ψυχὴν καὶ σῶμα

 ὁμολογία; λογισάμενος δέ τις ἀρνήσασθαι «ἔμπροσ θεν τῶν ἀνθρώπων» ὑπομιμνησκέσθω τοῦ ἀψευδῶς εἰπόντος· «ἀπαρ νήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μ

 ἐμοὺς, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται. ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων,» καὶ τοῦ· «ὃς γὰρ ἂν ἐπαισχυνθῇ με

 ἕως τέλους ἐν τῷ ὑπομένειν προκόψατε, ὅτι «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σω θήσεται». ἴστε ὅτι κατὰ τὸν Πέτρον ἀγαλλιάσεσθε «ὀλίγον ἄρτι εἰ δέον ἐστὶ λ

 θαυμάζωμεν, εἰ μισεῖ ἡμᾶς ὁ κόσμος. οὐδεὶς γὰρ μὴ μεταβὰς «ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν» ἀλλὰ μένων ἐν τῷ θανάτῳ δύναται ἀγαπᾶν τοὺς μεταβεβηκότας ἀπὸ

 ἀγνοεῖσθαι, ὅτε τάχα μᾶλλον ἐπιγινωσκόμεθα. φέροντες γοῦν τὰ συμβαίνοντα παιδευόμεθα μὲν οὐ θανατούμεθα δὲ, καὶ ὁμοιούμεθα λυπουμένοις οἱ χαίροντες. 4

 τοῖς ἐναντίοις. 47 Ἔτι δὲ καὶ φιλοζωεῖ ἄνθρωπος πεῖσμα λαβὼν περὶ οὐσίας λογικῆς ψυχῆς ὡς ἐχούσης τι συγγενὲς θεῷ. νοερὰ γὰρ ἑκάτερα καὶ ἀόρατα καὶ, ὡ

 «θλίψεως ἢ διωγμοῦ» σκανδαλιζομένους μετὰ τὸ ἐν χαρᾷ δοκεῖν παρει ληφέναι τὰ ἅγια μαθήματα καὶ σκανδαλιζομένους τῷ μὴ ἔχειν αὐτοὺς ῥίζαν ἀλλὰ πρὸς και

«ποῦ ἐστιν ὁ θεός σου;» αὐτῷ, «καθ' ἑκάστην ἡμέραν» ἐξέχεεν ἐφ' ἑαυτὸν «τὴν ψυχὴν» αὐτοῦ, ἐπιπλήσσων αὐτῇ ἔτι κατ' ἀσθένειαν περιλύπῳ γινομένῃ καὶ συνταρασσομένῃ καὶ λέγων· «ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.» 4 Εὐχόμην οὖν ὑμᾶς παρ' ὅλον τὸν ἐνεστηκότα ἀγῶνα μεμνη μένους τοῦ ἀποκειμένου πολλοῦ ἐν οὐρανοῖς μισθοῦ τοῖς διωχθεῖσι καὶ ὀνειδισθεῖσιν «ἕνεκεν δικαιοσύνης» καὶ ἕνεκεν τοῦ υἱοῦ τοῦ ἀν θρώπου χαίρειν καὶ ἀγαλλιᾶν καὶ σκιρτᾶν, ὥσπερ οἱ ἀπόστολοι ἐχάρησάν ποτε καταξιωθέντες «ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆ ναι». εἰ δὲ καί ποτε αἰσθάνοισθε συστολῆς περὶ τὴν ψυχὴν ὑμῶν, εἰπάτω αὐτῇ ὁ ἐν ἡμῖν Χριστοῦ νοῦς θελούσῃ τὸ ὅσον ἐφ' ἑαυτῇ καὶ αὐτὸν συγχεῖν· «ἵνα τί περίλυπος εἶ ψυχή; καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ·» καὶ πάλιν. εἴθε μὲν μηδαμῶς μὴ ταραχθείη ἡ ψυχὴ, ἀλλὰ καὶ παρ' αὐτοῖς τοῖς δικαστηρίοις καὶ παρὰ γυμνοῖς τοῖς ξίφεσιν ἐπιφερομένοις τῷ τραχήλῳ φρουροῖτο ὑπὸ τῆς ὑπερεχούσης «πάντα νοῦν» εἰρήνης τοῦ θεοῦ καὶ γαληνιάζοι, λογιζομένη ὅτι οἱ ἐκδημοῦντες «ἐκ τοῦ σώματος» ἐνδη μοῦσιν αὐτῷ τῷ τῶν ὅλων κυρίῳ· εἰ δὲ μὴ τηλικοῦτοί ἐσμεν, ὡς ἀεὶ τὸ ἀτάραχον διατηρεῖν, κἂν μὴ ἐκχέοιτο μηδὲ τοῖς ἔξω ἐμφαίνοιτο ἡ τῆς ψυχῆς ταραχὴ, ἵνα ἀπολογίας χώραν ἔχωμεν πρὸς θεὸν λέγον τες αὐτῷ· «ὁ θεός μου, πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη.» με μνῆσθαι δὲ ἡμᾶς ὁ λόγος παρακαλεῖ καὶ τοῦ ἐν Ἡσαΐᾳ τοῦτον εἰρη μένου τὸν τρόπον· «μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυ λισμῷ αὐτῶν μὴ ἡττᾶσθε.» καὶ γὰρ ἄτοπον ἐναργῶς ἐφεστῶτος θεοῦ τῇ τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ κινήσει καὶ τοῖς ἐν γῇ καὶ θαλάσσῃ ὑπὸ τῆς θείας τέχνης αὐτοῦ ἐπιτελουμένοις ἐν παντοδαπῶν ζῴων καὶ φυτῶν γενέσεσι καὶ συστάσεσι καὶ τροφαῖς καὶ αὐξήσεσι καμμύσαι μὲν καὶ μὴ ἐνορᾶν θεῷ, τρέψαι δὲ τοὺς ὀφθαλμοὺς ἐπὶ φόβον τῶν μετ' ὀλίγον τεθνηξομένων καὶ παραδοθησομένων τῇ κατ' ἀξίαν αὐτῶν δίκῃ. 5 Τῷ μὲν οὖν Ἀβραάμ ποτε ὑπὸ θεοῦ εἴρητο· «ἔξελθε ἐκ τῆς γῆς σου», ἡμῖν δὲ τάχα μετ' ὀλίγον λεχθήσεται· ἐξέλθετε ἀπὸ τῆς ὅλης γῆς· ᾧ πείθεσθαι καλὸν, ἵνα ἡμῖν ταχέως δείξῃ τοὺς οὐρανοὺς, ἐν οἷς ἐστιν ἡ καλουμένη τῶν οὐρανῶν βασιλεία. περὶ μὲν οὖν πολ λῶν ἀρετῶν ἔστιν ἰδεῖν τὸν βίον ἀγώνων πεπληρωμένον καὶ τοὺς ἀγωνιζομένους. δόξουσι γὰρ περὶ μὲν σωφροσύνης καὶ ἕτεροι τῶν ἀπὸ τῆς τοῦ θεοῦ μερίδος ἠγωνίσθαι πολλοὶ, καὶ μετὰ ἀνδρείας ἐναπο τεθνηκέναι τινὲς τηροῦντες τὴν ὑπὲρ τοῦ κοινοῦ δεσπότου πρόθεσιν, φρονήσεώς τε ἐπιμεμελῆσθαι οἱ περὶ τοὺς ἐξεταζομένους λόγους δει νοὶ, καὶ δικαιοσύνῃ ἑαυτοὺς ἐπιδεδωκέναι οἱ δικαίως ζῆν προτεθειμέ νοι. καὶ στρατεύεταί γε καθ' ἑκάστης ἀρετῆς ἤτοι «τὸ τῆς σαρκὸς φρόνημα» <ἢ> καὶ τὰ πολλὰ τῶν ἐκτός· περὶ δὲ εὐσεβείας μόνον «τὸ ἐκλεκτὸν» ἀγωνίζεται «γένος, τὸ βασίλειον ἱεράτευμα, τὸ ἔθνος τὸ ἅγιον, ὁ λαὸς ὁ εἰς περιποίησιν·» οὐδὲ μέχρι τοῦ δοκεῖν δεικνύντων τῶν λοιπῶν ἀνθρώπων ὅτι, εἰ ἔστι τὰ ἀνταγωνιζόμενα τοῖς εὐσε βέσι, προτίθενται ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν προτιμῶντες τὸν μετ' εὐσεβείας θάνατον τοῦ μετὰ ἀσεβείας ζῆν. καὶ ἕκαστός γε τῶν ἀπὸ τοῦ ἐκλεκτοῦ γένους εἶναι θελόντων ἀκούειν πείθεται θεοῦ παντὶ καιρῷ λέγοντος, καὶ ὅτε ἐπιβουλεύουσιν αὐτῷ οἱ προφάσει τοῦ εἶναι πολύθεοι ὄντες ἄθεοι, τό· «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ» καὶ τό· «ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε ἐν ταῖς καρδίαις ὑμῶν, οὐδὲ ὀνομασθήσεται ἐκ τοῦ στόματος ὑμῶν». διόπερ «καρδίᾳ» μὲν ὁ θεὸς τοῖς τοιούτοις «πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται» τοῖς τοιούτοις «εἰς σωτηρίαν», καταλαμβάνουσιν ὅτι οὔτε δικαιωθήσονται, ἐὰν μὴ οὕτω πιστεύσωσι τῷ θεῷ τῆς καρδίας αὐτῶν οὕτω διακειμένης, οὔτε ἐν σωτηρίᾳ ἔσονται, ἐὰν μὴ ὁποία ἡ διάθεσις ᾖ, τοιοῦτος καὶ ὁ λόγος. ἑαυτοὺς γὰρ ἀπατῶσιν οἱ νομίζοντες ἀρκεῖν πρὸς τὸ τυχεῖν ἐν Χριστῷ τέλους τό· «καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην», κἂν μὴ προσῇ τό· «στόματι δὲ ὁμολογεῖται εἰς σωτη ρίαν». καὶ ἔστι γε εἰπεῖν ὅτι μᾶλλόν ἐστι