Exhortatio ad martyrium

 «ποῦ ἐστιν ὁ θεός σου;» αὐτῷ, «καθ' ἑκάστην ἡμέραν» ἐξέχεεν ἐφ' ἑαυτὸν «τὴν ψυχὴν» αὐτοῦ, ἐπιπλήσσων αὐτῇ ἔτι κατ' ἀσθένειαν περιλύπῳ γινομένῃ καὶ συν

 «τοῖς χείλεσι» τιμᾶν τὴν καρδίαν «πόῤῥω» ἔχοντα ἀπὸ θεοῦ, ἤπερ τῇ «καρδίᾳ» τιμᾶν αὐτὸν, τοῦ στόματος μὴ ὁμολογοῦντος «εἰς σωτηρίαν». 6 Εἴπερ δὲ ὁ φάσκ

 ἐνδεδεμένος φθαρτῷ σώματι «εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.» 8 Ἔστι προσδοκῆσαι καὶ τῆς ἀσεβείας τινὰ προφήτην τάχα οὐχ ἕνα ἀλλὰ πλεί

 νομιζομένων εἶναι ἐν τῷ βίῳ φιλτάτων φιλοστοργί ας πρὸς τὴν κτῆσιν ἢ πρὸς τὸ ζῆν τοῦτο, ἀλλ' ὅλα ταῦτα ἀποστρα φέντες ὅλοι γενοίμεθα τοῦ θεοῦ καὶ τῆς

 πιστεύετε ὅτι Παῦλος ἡρπάγη «εἰς τρίτον οὐρανὸν» καὶ «ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», ἀκολούθως εἴσε

 ἀετὸς ἐπιστρέψαι «εἰς τὸν οἶκον τοῦ προεστηκότος» ἑαυτῶν. ἄξιον οὖν ὥσπερ τοῖς μὴ ἐξετασθεῖσιν ἐν βασάνοις καὶ πόνοις παραχωρεῖν πρωτείων πρὸς τοὺς ἐν

 τοῖς νενικημένοις καὶ οἱ ὑπὸ τοῦ διαβόλου ἑαλωκότες τοῖς ἐν ἀρνήσει ἑαλωκόσι, τίνα οὖν ταῦτα; «καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης».

 εὐσεβείας ἀναδεξάμενος; ὁποῖος ἦν ὁ Ἐλεάζαρος «τὸν μετ' εὐ κλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος καὶ αὐτο προαιρέτως ἐπὶ τὸ τύμπαν

 ταῖς θριξὶ περισύραντες» οἱ διάκονοι τῆς τυραννικῆς ὠμότητος ἐπὶ μετάνοιαν ἐκάλουν τὸν πεπονθότα ἐπερω τῶντες, εἰ φάγεται τῶν εἰδωλοθύτων «πρὶν τιμωρη

 «ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος» καὶ «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν». 28 Ὁποῖον δ' ἐστὶ τὸ μαρτύριον καὶ πόσην παῤῥ

 μαρτυρίου ἄλλο δὲ τάχα βαρύτερον αἰτεῖν λεληθότως, ἵνα καθολικώτερόν τι καὶ ἐπὶ πλείους φθάνον εὐεργέτημα ἀνυσθῇ δι' ἑτέρου ποτηρίου· ὅπερ οὐδέπω ἦν θ

 «ἐλαφρὸν» αὐτοῦ «φορτίον» πάλιν ἑαυτὸν ὑποβαλεῖν ζυγῷ δαιμόνων καὶ φορτίον βαστά ξαι βαρυτάτης ἁμαρτίας μετὰ τὸ ἐγνωκέναι ἡμᾶς ὅτι «σποδὸς ἡ καρ δία»

 οὕτως ἔχει· «μὴ φο βηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμέ νων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον <καὶ> ψυχὴν καὶ σῶμα

 ὁμολογία; λογισάμενος δέ τις ἀρνήσασθαι «ἔμπροσ θεν τῶν ἀνθρώπων» ὑπομιμνησκέσθω τοῦ ἀψευδῶς εἰπόντος· «ἀπαρ νήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μ

 ἐμοὺς, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται. ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων,» καὶ τοῦ· «ὃς γὰρ ἂν ἐπαισχυνθῇ με

 ἕως τέλους ἐν τῷ ὑπομένειν προκόψατε, ὅτι «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σω θήσεται». ἴστε ὅτι κατὰ τὸν Πέτρον ἀγαλλιάσεσθε «ὀλίγον ἄρτι εἰ δέον ἐστὶ λ

 θαυμάζωμεν, εἰ μισεῖ ἡμᾶς ὁ κόσμος. οὐδεὶς γὰρ μὴ μεταβὰς «ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν» ἀλλὰ μένων ἐν τῷ θανάτῳ δύναται ἀγαπᾶν τοὺς μεταβεβηκότας ἀπὸ

 ἀγνοεῖσθαι, ὅτε τάχα μᾶλλον ἐπιγινωσκόμεθα. φέροντες γοῦν τὰ συμβαίνοντα παιδευόμεθα μὲν οὐ θανατούμεθα δὲ, καὶ ὁμοιούμεθα λυπουμένοις οἱ χαίροντες. 4

 τοῖς ἐναντίοις. 47 Ἔτι δὲ καὶ φιλοζωεῖ ἄνθρωπος πεῖσμα λαβὼν περὶ οὐσίας λογικῆς ψυχῆς ὡς ἐχούσης τι συγγενὲς θεῷ. νοερὰ γὰρ ἑκάτερα καὶ ἀόρατα καὶ, ὡ

 «θλίψεως ἢ διωγμοῦ» σκανδαλιζομένους μετὰ τὸ ἐν χαρᾷ δοκεῖν παρει ληφέναι τὰ ἅγια μαθήματα καὶ σκανδαλιζομένους τῷ μὴ ἔχειν αὐτοὺς ῥίζαν ἀλλὰ πρὸς και

οὕτως ἔχει· «μὴ φο βηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμέ νων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον <καὶ> ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ». καὶ ἑξῆς τούτοις διδάσκει ἡμᾶς ὁ κύριος, ὡς οὐκ ἄνευ προνοίας ἔρχεταί τις ἐπὶ τὸν τοῦ μαρτυρίου ἀγῶνα. λέγεται γάρ· «οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται εἰς τὴν γῆν ἄνευ τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς. ὑμῶν δὲ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. μὴ οὖν φο βεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. πᾶς οὖν ὅστις ὁμολο γήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ' ἂν ἀπαρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀπαρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς». ἰσοδυναμεῖ δὲ τούτοις τὰ παρὰ τῷ Λουκᾷ· «ταῦτα δὲ λέγω ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσό τερόν τι ποιῆσαι. ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς γέενναν. ναὶ λέγω ὑμῖν, τοῦτον φοβήθητε. οὐχὶ πέντε στρουθία δύο ἀσσαρίων πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ οὖν φοβη θῆτε· πολλῶν στρουθίων διαφέρετε. λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμο λογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώ που ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.» καὶ ἐν ἄλλῳ τόπῳ· «ὃς γὰρ ἂν αἰσχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.» τούτῳ δὲ παραπλήσιον καὶ ὁ Μάρκος τοιοῦτον ἀνέγραψεν· «ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.» οἱ ἀναιροῦντες οὖν ἡμᾶς σώματος ζωὴν ἀποκτέννουσι· τοιοῦτον γάρ ἐστι τό· «μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα», αὐταῖς λέξεσιν ὑπὸ Ματθαίου καὶ Λουκᾶ εἰρημένον. καὶ μετὰ τὸ ἀπο κτεῖναί γε τὸ σῶμα, κἂν θέλωσιν, οὐ δύνανται τὴν ψυχὴν ἀποκτεῖ ναι· ἀλλ' οὐδὲ ἔχουσι «περισσότερόν τι ποιῆσαι». πῶς γὰρ δυνατὸν ἀναιρεθῆναι ψυχὴν ὑπ' αὐτῆς τῆς ὁμολογίας ζωοποιηθεῖσαν; ἀντι μαρτυροῦντος αὐτῇ τοῦ προτρεπομένου ἡμᾶς ἐπὶ τὸ μαρτύριον ἐν τῷ Ἡσαΐᾳ καὶ τοῦ παιδὸς αὐτοῦ, ἔνθα γέγραπται· «γένεσθέ μοι μάρ τυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην.» καὶ τοῦτο δὲ τήρει, ὅτι οὐ δούλοις τοῦ Ἰησοῦ ἀλλὰ «φίλοις» αὐτοῦ δέδοται ἐντολὴ ἥδε· «μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.» φοβητέον τοίνυν «τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.» οὗτος γὰρ μόνος «μετὰ τὸ ἀποκτεῖναι» ἔχει «ἐξουσίαν ἐμβαλεῖν εἰς γέενναν.» καὶ ἐμβαλεῖ γε τοὺς φοβηθέντας ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ τοὺς μὴ φοβηθέντας τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ» καὶ «τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξου σίαν ἐμβαλεῖν εἰς γέενναν». εἴ τινος δὲ ἄλλου «τῆς κεφαλῆς αἱ τρίχες ἠριθμημέναι εἰσὶ», κἀκείνοις δηλονότι τοῖς διὰ τὸν Ἰησοῦν ἀποτεμνο μένοις, ὁμολογήσομεν ἐν τῷ υἱῷ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων καὶ οὐ θεῶν ἔμπροσθεν· ἵν' ἡμᾶς ἀμείψηται ὁ ὁμολογηθεὶς, ὁμολογήσας ἡμᾶς ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἑαυτοῦ καὶ ὁμολογήσας τὸν ὁμολο γήσαντα αὐτὸν ἐπὶ γῆς αὐτὸς ἐν οὐρανοῖς. 35 Τίς δ' ἂν λογισάμενος τὰ τοιαῦτα οὐκ ἐπιφθέγξεται τὸ ἀποστολικὸν ἐκεῖνο· «ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» πῶς γὰρ οὐ πολλῷ μείζων ὁμολογίας τῆς ἔμπροσθεν ἀνθρώπων ἡ ἔμπροσθεν τοῦ πατρὸς ὁμολογία; πῶς δ' οὐ καθ' ὑπερβολὴν ὑπερέχουσα τῆς ἐπὶ γῆς ὁμολο γίας, ἣν οἱ μάρτυρες ὁμολογοῦσι τὸν υἱὸν τοῦ θεοῦ, ἡ ἐν οὐρανοῖς τοῦ ὁμολογηθέντος