ὑπεροχὴν ὀνόματος ἔχειν τιμιωτέρου παρὰ τὸν λαόν, φείδεται αὐτοῦ ὁ θεὸς ὥστε αὐτὸν μὴ κολασθῆναι ἁμαρτήσαντα. τὰ δὲ περὶ ἐκείνων ἀναγεγραμμένα, φησὶν ὁ ἀπόστολος, ἐγράφη δι' ἡμᾶς, «εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν». εἴ τις οὖν καὶ ἐν τούτοις τοῖς ἱερεῦσι (δείκνυμι δὲ τοὺς πρεσβυτέρους ἡμᾶς) ἢ ἐν τούτοις τοῖς περιεστηκόσι τὸν λαὸν λευΐταις (λέγω δὲ τοὺς διακόνους) ἁμαρτάνει, ἕξει ταύτην τὴν κόλασιν· ὡς πάλιν εὐλογίαι τινές εἰσιν ἱερατικαί, περὶ ὧν θεοῦ διδόντος οὐ μακράν, ἀλλὰ μετὰ τὴν ἐξέτασιν τοῦ λόγου τοῦ προφητικοῦ εἰσόμεθα ἀναγινωσκομένων τῶν Ἀριθμῶν· περὶ γὰρ ἱερέων ἐκεῖ τινα μέλλει λέγεσθαι. «Καὶ τοὺς ἱερεῖς» οὖν «καὶ τοὺς προφήτας καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς κατοικοῦντας Ἱερουσαλήμ» φησιν ὁ θεὸς πληρώσειν «μεθύσματος» καὶ διασκορπιεῖν «αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν <καὶ τοὺς υἱοὺς αὐτῶν>«. καὶ ταῦτα δὲ οὕτω νοήσωμεν· τοὺς μὲν δικαίους συνάγει ὁ θεός, τοὺς δὲ ἁμαρτωλοὺς διασκορπίζει. διὰ τοῦτο καὶ ἡνίκα μὲν οὐκ ἐκινοῦντο ἀπὸ ἀνατολῶν οἱ ἄνθρωποι, οὐκ ἐσκόρπισεν αὐτοὺς ὁ θεός· ὅτε δὲ ἐκίνησαν «ἀπὸ ἀνατολῶν» καὶ «εἶπεν ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· δεῦτε καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ», φησὶν ὁ θεὸς περὶ τούτων· «δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν», καὶ συγχεῖται ἕκαστος καὶ ἐπί τινα τῆς γῆς τόπον διασκορπίζεται. καὶ ὁ λαὸς δὲ ὁ τοῦ Ἰσραὴλ μὴ ἁμαρτάνων μὲν ἐν τῇ Ἰουδαίᾳ ἦν, ἁμαρτήσας δὲ διασκορπίζεται ἔπειτα † ἀπὸ τῆς οἰκουμένης καὶ διασπείρεται πανταχοῦ. Τοιοῦτόν τί μοι νόει καὶ περὶ πάντων ἡμῶν. ἔστι τις «ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, ὅπου Σιὼν ὄρος καὶ πόλις θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουράνιος». οἱ μακάριοι ἐκεῖ συναχθήσονται, ἵνα ὁμοῦ ὦσιν. ἀλλὰ καὶ ἐν τούτῳ κολάζονται τῷ μὴ εἶναι μετ' ἀλλήλων οἱ ἁμαρτωλοί. οἶδά τινας ἐν τῷ βίῳ τούτῳ ὑπὲρ κολάσεως βουλομένους νήσῳ τινὶ παραδοῦναι καὶ ὑπὲρ βα σάνου τοὺς οἰκείους τινὸς τῶν λυπησάντων τὴν βασιλείαν καὶ διασκορπίζοντας, ἐνταῦθα μὲν τὴν γυναῖκα, ἐνταῦθα δὲ τὸν ἕνα υἱόν, εἶτα ἀλλαχοῦ τὸν ἕτερον, ἵνα μηδὲ ἐν τῇ συμφορᾷ ἀπολαύσωσιν ἡ μήτηρ τοῦ υἱοῦ, ἢ ὁ ἀδελφὸς τοῦ ἀδελφοῦ. τοιοῦτόν τι νόει καὶ ἐπὶ τῶν ἀδίκων. πικροτέρου τινὸς γεύσασθαί σε δεῖ τὸν ἁμαρτωλὸν διοικονομούμενον ὑπὸ τοῦ θεοῦ, ἵνα παιδευθεὶς σωθῇς. ὥσπερ δὲ οὐχὶ βασανίσαι ἁπλῶς θέλων τὸν κολαζόμενον ὑπὸ σοῦ οἰκέτην ἢ υἱὸν κολάζεις, ἀλλ' ἵνα τοῖς πόνοις αὐτὸν ἐπιστρέψῃς, οὕτως καὶ ὁ θεὸς τοὺς μὴ ἐπιστρέφοντας τῷ λόγῳ, τοὺς μὴ θεραπευθέντας, παιδεύσει τοῖς ἀπὸ παθημάτων πόνοις. ἐπὶ παιδείᾳ περιβάλλει ἃ περιβάλλει κατὰ τὸ εἰρημένον· «διὰ παντὸς πόνῳ καὶ μάστιγι παιδευθήσῃ Ἱερουσαλήμ». ἵν' οὖν αὐξήσῃ ὁ παιδεύων πόνος, δια σκορπίζονται οἱ πονοῦντες ἀπ' ἀλλήλων ὡς μὴ εἶναι ἅμα τόνδε καὶ τόνδε. ἐλύετο γὰρ ἂν τὸ σφοδρὸν τοῦ πόνου διὰ τῆς παραμυθίας ἑνὸς ἑκάστου πρὸς τὴν ἀπὸ τοῦ ἑτέρου. 12.4 Εἰ δὲ δεῖ προσθεῖναι τῷ λόγῳ καὶ ἄλλην αἰτίαν τοῦ δια σκορπίζεσθαι, καὶ τοῦτο παραθήσομαι. κακοὶ συνόντες ἀλλήλοις τὰ κακὰ σκοποῦσι καὶ αὔξουσιν, ὥσπερ ἀγαθοὶ συνόντες ἀγαθοῖς περὶ ἀγαθῶν σκέπτονται. [καὶ] καταλύεται οὖν καὶ διαιρεῖται ἡ κακὴ βουλή, ἰσχύσασα ἂν μετὰ τῶν ὁμοίων, ὅτε διασκορπίζονται <ἀπ'> ἀλλήλων οἱ μοχθηροί. διὰ τοῦτο οἰκονομεῖ ὁ θεὸς μὴ εἶναι μετ' ἀλλήλων τοὺς φαύλους, τάχα καὶ αὐτῶν προνοῶν, ἵνα μὴ συναυξήσῃ αὐτῶν ἡ κακία, ἀλλὰ μειωθῇ διαλυομένη. ταῦτα διὰ τὸ «σκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει κύριος». «Οὐκ ἐπιποθήσω καὶ οὐ φείσομαι καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν». 12.5 τοῖς τοιούτοις ῥητοῖς ἐπιβαίνουσιν οἱ ἀπὸ τῶν αἱρέσεων λέγοντες· ὁρᾷς τὸν δημιουργὸν οἷός ἐστι; τὸν τῶν προφητῶν θεὸν ὅς φησιν· «οὐ φείσομαι καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν»; πῶς δύναται οὗτος εἶναι ἀγαθός; ἐὰν δὲ λάβω παρά δειγμα τὸν ἐπὶ καλῷ τῷ κοινῷ οὐκ οἰκτειροῦντα δικαστὴν καὶ καλῶς οὐκ ἐλεοῦντα κριτήν, δυνήσομαι ἀπὸ τοῦ παραδείγματος πεῖσαι