τοῦ πληροῦντος τὰ πάντα. οὐχ ἑνί τινι ἐνεργείᾳ καὶ διοικήσει, ἀλλ' ἐν πᾶσιν αὐτὸς ἐδημιούργησε πάντα. αὐτὸς ἔδωκε πνοὴν τοῖς ζῶσιν, αὐτὸς συνέχει, αὐτὸς προνοεῖται, αὐτὸς τὰ πάντα ἐν πᾶσι πράγμασι πληροῖ καὶ διέπει. τούτου οὖν τοῦ τηλικούτου καὶ τοσούτου, τοῦ εἰς πάντα καὶ ἐν πᾶσιν ἐξαπλοῦντος αὐτοῦ τὰς ἐνεργείας, σῶμα καὶ πλήρωμα ἠξιώθημεν καλεῖσθαι. Ἀλλ' εἰ οὕτως νοηθείη τὸ πληρουμένου, ἀντὶ τοῦ πληροῦντος ἐκληφθήσεται. ἀκολουθότερον οὖν τῇ λέξει ὡς ἐνόησαν οἱ πρὸ ἡμῶν. Eph 2,1 Ἡ ἀνταπόδοσις μετὰ πολλὴν σύμφρασιν. καὶ ὑμᾶς ὄντας, φησί, νεκροὺς τοῖς παραπτώμασιν· εἶτα πολλαῖς περιβολαῖς μεστώσας τὸν λόγον μετὰ ἐπαναλήψεως τοῦ αὐτοῦ ῥητοῦ, οἷον· καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, ἀπέδωκε τὸ κατὰ πόδας, συνεζωοποίησε τῷ Χριστῷ. πολλὴ δὲ αὐτῷ τούτου τοῦ σχήματος ἡ χρῆσις. Eph 2,2-5 Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος. ἄρχει γὰρ καὶ ἐξουσιάζει ὁ σατανᾶς τῶν ἀερίων καὶ πονηρῶν πνευμάτων· καθ' ὃν, τοῦτ' ἔστι καθ' οὗ βουλὴν καὶ θέλημα ὑμεῖς περιπατήσαντες καὶ νεκρωθέντες καὶ ὀργῆς τέκνα γεγονότες τῷ πλουσίῳ ἐλέει τοῦ θεοῦ καὶ τῇ ἀνυπερβλήτῳ ἀγάπῃ ἀνέστημεν καὶ ἐζωοποιήθημεν. Ὁ θεὸς πλούσιος ὢν ἐν ἐλέει. ἐν γὰρ τοῖς πειθαρχοῦσι Χριστῷ ἀνενέργητός ἐστιν, οὐδὲν ἰσχύει, οὐδὲν ἐξουσιάζει· οἱ δὲ αὑτοὺς 615 υἱοὺς καὶ κληρονόμους τῆς ἀπειθείας αὐτοῦ ἀπεργασάμενοι, οὗτοι καὶ ἐνεργοῦνται καὶ ἐξουσιάζονται ὑπ' αὐτοῦ. καὶ ἦμεν ἡμεῖς ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ. πῶς; ἐν τῷ ποιεῖν τὰ θελήματα αὐτοῦ. ἀλλ' ὁ θεὸς πλούτῳ ἐλέους καὶ ὑπεραγαπήσεως ὡς ἐρρύσατο ἐκεῖθεν, καὶ νεκρωθέντας ἀνέστησεν. Eph 2,9-10 Οὐκ ἐξ ἔργων, ἵνα μή τις πρόφασιν ἀπονοίας λάβῃ, ὡς ἐξ οἰκείων ἔργων σωθείς. καίτοι καὶ εἰ ἐξ ἔργων ἐνῆν σώζεσθαι, οὐδ' οὕτως, φησίν, ἐχρῆν εἰς ἀπόνοιαν καὶ καύχησιν ἐκπεσεῖν. διὰ τί; ὅτι ποίημά ἐσμεν τοῦ θεοῦ. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπὶ τῷ ἀγαθοεργεῖν κτισθέντες· ὥστε καὶ εἰ ἐξ ἔργων ἐσωζόμεθα, εἰς θεὸν ἂν εἴημεν δίκαιοι ἀναφέρειν τὴν αἰτίαν καὶ τὴν εὐχαριστίαν, ὅτι αὐτὸς ἡμᾶς ἐπὶ τούτῳ ἔκτισεν, ἀλλ' οὐχὶ εἰς ἑαυτοὺς τὰ τῆς ἀπονοίας κρατύνειν. ὅτε δὲ καὶ κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς οὐ μόνον οὐδὲν ἠγαθουργήσαμεν, ἀλλὰ καὶ εἰς τοὐναντίον ἀπηνέχθημεν, καὶ ἀπενεχθέντες οὐκ ἐξ ἑαυτῶν ἀπεστράφημεν, ἀλλὰ χάριτι καὶ δωρήματι τοῦ θεοῦ, πηλίκη τις ἡ εὐχαριστία παρ' ἡμῶν ὀφείλεται τῷ θεῷ; τὸ δὲ ἐπὶ ἔργοις ἀγαθοῖς κτισθέντες ἅμα καὶ προτρέποντός ἐστι καὶ διανιστῶντος ἐπὶ πράξεις ἀγαθάς, ἵνα εἴπῃ· χρεῶσταί ἐστε ποιεῖν τὸ ἀγαθόν, καὶ ἀρχαῖόν ἐστι τὸ χρέος· ἐπὶ τούτῳ γὰρ ἐκτίσθητε. ἀλλὰ καὶ τόκοις αὐτὸ πολλοῖς ἐβαρύνατε καὶ ηὐξήσατε, μηδὲν ἀποδιδόντες ἀλλὰ καὶ διὰ παραβάσεως προστιθέντες. χρεία οὖν πολλῆς σπουδῆς καὶ ἐπιμελείας εἰς τὸ τὰ ὀφειλόμενα ἀποτίσαι. Eph 2,12 Καὶ ἄθεοι ἐν τῷ κόσμῳ. ἐν τῇ κατὰ τὸν παρόντα βίον πολιτείᾳ ὑμῶν καὶ λατρείᾳ· ἐν γὰρ τῷ μέλλοντι καὶ ἄκοντες ἅπαντες ἐπιγνώσονται τὸν θεόν. οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ τὸν παρόντα, ὡς δημιουργήματα καὶ προνοούμενα, οὐκ ἦσαν ἄθεοι. πῶς οὖν ἄθεοι; ἀπὸ τῆς κατὰ κόσμον πολιτείας, ἀπὸ τῆς λατρείας, ἀπὸ τῆς βεβήλου προαιρέσεως. Eph 2,14 Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ. διπλῆ ἦν ἡ ἔχθρα καὶ διπλοῦν τὸ μεσότοιχον, μᾶλλον καὶ τριπλῆ· καὶ γὰρ καὶ πρὸς ἀγγέλους ἐξεπολέμωτο τὸ ἀνθρώπινον. νῦν δὲ τέως περὶ τῶν δύο διαλαμβάνει ἣν εἶχον οἱ ἐξ ἐθνῶν πρὸς τοὺς ἐξ Ἰουδαίων, καὶ ἣν ἄμφω πρὸς τὸν θεὸν τῶν ὅλων. ἀλλ' ἑκατέραν ἔχθραν καὶ ἑκάτερον μεσότοιχον ἔλυσε Χριστὸς ὁ θεὸς ἡμῶν. 616 Eph 2,16 Καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους. διὰ μὲν τοῦ ἐν ἑνὶ σώματι τὴν πρὸς ἀλλήλους ἐμφαίνει καταλλαγήν, διὰ δὲ τοῦ τῷ θεῷ τὴν πρὸς θεὸν ἀμφοτέρων. Eph 3,1 Τούτου χάριν ἐγὼ Παῦλος ὁ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ. ἔστι γὰρ εἶναι μὲν δέσμιον τοῦ Χριστοῦ, τοῦτ' ἔστι διὰ τὴν εἰς αὐτὸν ἀμετάτρεπτον πίστιν δεδέσθαι καὶ κολάζεσθαι, ἀλλ' οὐχὶ καὶ ὑπὲρ τῶν ἐθνῶν, τοῦτ' ἔστι διὰ τὴν διδασκαλίαν καὶ τὸ κήρυγμα ὃ κηρύσσει τις ἐν τοῖς ἔθνεσιν, ὥσπερ πολλοὶ τῶν μαρτύρων· οὐχ ὅτι γὰρ ἐδίδασκον τὰ ἔθνη, ἀλλ' ὅτι οὐκ ἐξηρνοῦντο,