3
διήγησιν τοῦ προφήτου, τὰ λεχθέντα συνέταττον. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. 9Ὅρασις, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣνεἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἄχαζ,καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίασ9. Ἀκριβεστέρα τῶν αἰσθήσεων ὅρασις πρὸς τὴν τῆς ἀληθείας κατάληψιν. Οὐχ ὁμοίως γὰρ ἀκοή τε καὶ ὅρασις, φοβερῶν, ἢ τῶν ἡδέων ἀντιλαμβάνονται. ∆ι' ὅπερ τῶν ἀληθῶν ἡ θεωρία, διὰ τὸ ἐναργὲς καὶ ἀναμφίβολον, ὅρασις προσηγόρευται. ∆ι' ὃ καὶ ὁρῶν ὁ προφήτης ἐλέγετο, καὶ ἔμπροσθεν βλέπων, ὡς Ἀμώς τε καὶ Σαμουήλ· τὸ μὲν, ὡς τὸ μέλλον ὁρῶν· τὸ δὲ, ὡς θεωρητικὸς τοῦ θείου βουλήματος. Ἔστι δὲ ἡμέτερον μὲν, τὸ πρὸς τὸ βλέπειν καθαίρεσθαι· Θεοῦ δὲ, καταυγᾶσαι τὸν νοῦν τῶν ἀποῤῥήτων πρὸς ἀποκάλυψιν. Ὅρασιν δὲ προτάξας, λόγων ἐπαγγελίαν ἐπήγαγεν. Οὐ γὰρ δι' ἀκοῆς ἐδέξατο, τῷ δὲ νῷ τυπωθεῖσαν ἐξαγγέλλει διάνοιαν. Λόγων μὲν οὖν χρεία τῶν ἑωραμένων πρὸς δήλωσιν. Ταῦτα δὲ Θεὸς ἐντυποῖ τοῦ ἡγεμονικοῦ τῶν ἀξίων ἁπτόμενος. Πατρικὴν δὲ τὴν προφητείαν δεικνὺς, καὶ τὸν πατέρα προσέθηκεν. ∆ιττὸν δὲ τὸ εἶδεν· τὸ μὲν, ἵνα δείξῃ τὸ κοινὸν τῆς ὁράσεως· τὸ δὲ, τοῦ ἰδικοῦ παραστατικόν. Λόγους δὲ δείκνυσιν ὁρατοὺς, κατὰ τὸ ἐν Ἐξόδῳ· "Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν." Τῶν δὲ ἄλλων προφητῶν, οἱ μὲν ὅρασιν, οἱ δὲ λόγον τῆς προφητείας προέταξαν. Ὅρασιν μὲν, Ἀβδιοῦ, Ναοὺμ, Ἀββακούμ· Λόγον δὲ, Ὠσηὲ, Ἀμὼς, Μχαίας, Ἰωνᾶς, Σοφονίας, Ἀγγαῖος, Ζαχαρίας. Ὁ Μαλαχίας δὲ, "Λῆμμα λόγου Κυρίου," φησί. Καὶ ὁ Ναοὺμ, "Λῆμα Νινευῆ." Καὶ Ἀββακοὺμ, "Τὸ λῆμμα ὃ εἶδεν Ἀββακούμ·" δηλοῦντες, ὅτι οὐκ ἀφ' ἑαυτῶν ἔχουσι τῆς προφητείας τὴν δύναμιν, ὡς 1825 τὸ λῆμμα ἴσον εἶναι τὸ δόμα παρὰ Θεοῦ· τὸ δὲ, "Ἐν χειρὶ Ἀγγαίου," ταυτὸν τῷ λήμματι δύναται." Ὁ μὲν οὖν Ἡσαΐας προτάξας τὴν ὅρασιν, τοὺς λόγους ἐπήνεγκεν· ὁ δὲ Ἀμὼς λόγους προτάξας, τὸ, "Οὓς ἴδεν ἐπήγαγεν·" καὶ οἱ μὲν χρόνους ὁρίζουσιν, οἱ δὲ ἀχρόνως συνέγραψαν. Καὶ οἱ μὲν τοῦ γένους βασιλέας προέγραψαν· οἱ δὲ τῶν Βαρβάρων ἴσως, διὰ τὸ τότε κρατεῖν ὡς ἐπισημοτέρους ἄρχοντας. Καὶ τοὺς ἑαυτῶν πατέρας οἱ μὲν ἐνέθηκαν, οἱ δὲ παρέλιπον. Καὶ τάχα φασὶν, οἱ μὲν ἐξ ἐπισήμων πατέρων, διὰ τὸ εὐπαράδεκτον· (πιστότεροι γὰρ οἱ γνωριμώτεροι)· οἱ δὲ τῶν ἀσήμων παρεσιώπησαν. Λέγουσι δὲ μὴ τὸν ἕνα τῶν δώδεκα τοῦ Ἡσαΐου τὸν πατέρα τυγχάνειν· ἐκεῖνος γὰρ Ἀμὼς ψιλῶς λέγεται, καὶ ἑρμηνεύεται λόγος σκληρός. Ὁ δὲ τοῦ Ἡσαΐου δασύνεται, καὶ σημαίνει τελέωσιν, καὶ δύναμιν, καὶ ἰσχύν. Ὀζίας δὲ ὁ αὐτὸς καὶ Ἀζαρίας ἐλέγετο. Ἐν μὲν γὰρ τῇ δευτέρᾳ τῶν Παραλειπομένων, Ὀζίας εἴρηται· ἐν δὲ τῇ δευτέρᾳ τῶν Βασιλειῶν, Ἀζαρίας, καὶ πατρὸς τοῦ αὐτοῦ καὶ μητρός. Ἡ μὲν γὰρ μήτηρ Χανᾶ· ὁ δὲ πατὴρ Ἀμασίας. Καὶ χρόνος τῆς βασιλείας ὁ αὐτὸς, πεντήκοντα δύο ἔτη. Ἐπὶ Ὀζίου δὲ τοῦ καὶ Ἀζαρίουἐπροφήτευσεν Ἡσαΐας, Ὠσηὲ, Ἀμώς. Ἀλλ' ἐπειδὴἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηὲ, μήποτε πρῶτος ἤρξατο προφητεύειν; καὶ ἐπειδὴ ὁ Ἀμὼς, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ, μήποτε πρὸ τῆς Ὁράσεως Ἡσαΐου, ἐν ᾗ φησιν, Ἐπήρθη τὸ ὑπέρθυρον; Βʹ. 9Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν9. Καταπλήττει τοὺς ἀκούοντας, ὡς καὶ τῶν ἀναισθήτων αἰσθανομένων Θεοῦ λόγων, οὓς αὐτοὶ λογικοὶ ὄντες ἀπώσαντο. Ἴσως δὲ οὐ λόγων ἀκροατὰς ἀξιοπίστους ζητῶν, μέλλων δὲ δικαστὰς, ἐφ' ὧν ἤμελλε κατηγορεῖν τοῦ λαοῦ, τὰς ἐν οὐρανῷ δυνάμεις, καὶ τὰ ἐπὶ γῆς ἦκα συγκαλεῖ τὰ ἔθνη προαινιττόμενος, ἅπερ ἀντ' Ἰουδαίων τῶν ἀγνωμόνων κέκληκεν ὁ Θεὸς, οἳ καὶ τῆς ἐκείνων ἀγνωμοσύνης καταδικάζουσιν. Ἤγουν ἐπιδὴ μετὰ μακροὺς ἤμελλε γενέσθαι τὰ θεσπιζόμενα χρόνους, καὶ πρὸς τὴν ἔκβασιν οὐδεὶς ἂν τῶν ἀκουόντων διετέλεσε ζῶν, τὰς θείας δυνάμεις, καὶ τὰ διαιωνίζοντα μέρη τοῦ κόσμου καλεῖ καὶ πρὸς τὴν τῶν ἐκβησομένων ἐς ὕστερον μαρτυρίαν. Μήποτε δὲ, ὡς τοῦ Ἰουδαίων ἔθνους μηκέτι φωνῆς ἀξίου θείας ὑπάρχοντος, τῶν ἐθνῶν ἐπικαλεῖται τοὺς οὐράνιον ἔχοντας φρόνημα, καὶ τοὺς γεωδεστέρους; ∆ιὸ τοῖς μὲν πρώτοις, ὡς συνετοῖς, τὸ ἀκούειν ἀπένειμεν· τοῖς δὲ δευτέροις, τὸ