1

 2

 3

 4

 5

 6

 7

 8

3

ὑπνοῦντα τὸν δεσπότην καὶ τοῦ πάθους μετέλαβε. οὐ συγχωρούσης δὲ τῆς τύχης ὕπτιον ἐπὶ στρωμνῆς αὐτῷ καθεῖναι τὸ σῶμα, στρωμνὴν ἀναγκαίαν ἐργάζεται, αὐτὸς ὑπνῶν, αὐτὸς ἑαυτῷ καὶ κοίτη γινόμενος, ὀκλάζων μὲν τῷ ποδὶ καὶ τούτῳ ἐπικαθήμενος, ἑστηκότι δὲ θατέρῳ, ἑτέραν ἐφ' ἑτέρᾳ τὼ χεῖρε βαλὼν καὶ μικροῦ πρηνὲς ἐπιρρίψας τὸ πρόσωπον. ὄργανον δέ τι φέρει τῶν ἐνοχλούντων ἀλεξητήριον. ὅπως δὲ μὴ λάθῃ παραρρυέν, ὀρθὸν τοῦτο στήσας τὸ σῶμα ἀνέκλινε, λαιῷ συνέχων τῷ πήχει καὶ πρὸς ἀσφάλειαν τῇ χειρὶ τὴν κεφαλὴν ἐρειδόμενος. 14 Ἐταῖρος δέ τις αὐτοῦ προνοῶν καὶ τὸν ἐκ τοῦ διαστῆναι τὸν δεσπότην κίνδυνον αὐτῷ ὑφορώμενος καὶ μᾶλλον, εἴ τι δυσχερὲς ἐφιζάνον ἐκ τῆς τούτου ῥᾳθυμίας ἀποσκεδάσει τὸν ὕπνον, ὅλος μὲν οὐ πάρεστιν ἐπ' αὐτόν, μὴ καὶ δόξῃ τὴν αἰτίαν παρέχειν τῷ πράγματι, τοῖς ποσὶ ψοφῶν καὶ ὅλος ἅμα φαινόμενος· προκάλυμμα δέ τινα τῶν κιόνων ποιῶν καὶ πρὸς ἑκάτερα μερίσας αὐτόν, τὰ κάτω μὲν ἀποκρύπτει τοῦ σώματος, ἡμιτελὴς δέ τις φαινόμενος καὶ ῥᾳδίαν ἑαυτῷ τὴν φυγὴν ἐκ τῆς τοῦ δεσπότου προσλαγχάνων αἰσθήσεως, προβάλλει τὴν μὲν κεφαλὴν πρὸς θέαν, τὴν δὲ χεῖρα πρὸς κίνησιν. ἵνα γὰρ μὴ καλέσας ὀνόματι τῷ τοῦ ῥήματος ἤχῳ βάλῃ τὸν δεσπότην λαθών, χειρὶ προσάγει τὴν χεῖρα, καὶ τοῦ βραχίονος ἀντεχόμενος τὸ βραχὺ τοῦ ὕπνου τάχα δυσχεραίνει καὶ ἐπιμέμφεται. 15 τὸν δὲ πρὸς τοῖς ποσὶν ἴσως τι προλυπήσαντα ὅλῳ καθεύδειν ἀφῆκε τῷ σώματι. ἐλευθεριάζει γὰρ τῷ ὕπνῳ πᾶς τε κλιθεὶς καὶ τὸν δεσπότην αὐτὸν ἐναντίᾳ τῇ σχέσει μιμούμενος. ἔοικε δὲ τῶν ἐπ' αὐτῷ ζῴων πεπιστεῦσθαι τὴν ἐπιμέλειαν, τοῖς αὐτῶν τραχήλοις ἐναποδήσας ἀθύρματα. ταῦτα δὲ τῆς τοῦ κρατοῦντος ἠρεμίας λαβόμενα εἰς μάχην ἀλλήλοις συνήρχοντο. ἡ δὲ κύων ἔοικεν ἐν μικρῷ τῷ σώματι καὶ μήτηρ εἶναι σκυλάκων, καθειμένη τοῖς τιτθοῖς καὶ πληρουμένη τοῦ γάλακτος· ἡττηθεῖσα δ' οὖν μεταστραφεῖσα ἐχώρει, τὴν κέρκον ἐφ' ἑαυτὴν ἀνακλάσασα, καὶ τὸν ἰχνευτὴν ὑποφεύγει διώκοντα. καὶ δειλιᾷ μὲν αὕτη, θυμῷ δὲ ἐκεῖνος τοῦ κρατοῦντος ἐφάλλεται. ὁ δὲ μηδὲν αἰσθανόμενος, τὼ πόδε παραλλάξας, περὶ δεξιὸν ἀγκῶνα μετέστραπται. ἀριστερῷ δὲ διῃρημένῳ καὶ τῆς κορυφῆς καταπίπτοντι τῆς τοῦ δεσπότου κλίνης ἐφάπτεται, τοῖς ποσὶ κατακείμενος. ἡ δὲ ἐλέφαντι καὶ χρυσῷ καὶ Νίκης κεκόσμηται γλύμμασι, διῃρημέναις πτέρυξιν, ἄκρᾳ τῇ κεφαλῇ τὴν κλίνην ἀνέχουσι· ποικίλου δὲ κροσσοὶ παραπετάσματος τοῖς ποσὶ παρακρέμανται. 16 Θησεὺς μὲν καθεύδει καὶ τὴν τύχην οἰκέται βιάζονται. Φαίδραν δὲ ἐκείνην οὐ κατέσχε νήδυμος ὕπνος. ἀνθ' ὕπνου δὲ ταύτῃ τὴν καρδίαν Ἔρως ἐνέμετο. ἀλλὰ τί πάσχεις, ὦ γύναι; ἀνόνητον πονεῖς οὐκ εὐτυχοῦντος τοῦ Ἔρωτος. πῶς γὰρ δὴ καὶ πείσεις τὸν καὶ σωφρονεῖν ἐπιστάμενον; τί σαυτὴν αἰσχύνεις ἀνόμῳ κοίτῃ πλησιάζειν ἐθέλουσα; βραχύ τι μεταστρέφου καὶ δίδου τῷ συνοίκῳ τὸ βλέμμα καὶ μὴ τὸ παρὸν μέμφου, τὰ μὴ παρόντα ζητήσασα. αἰδοῦ δὲ τὸν σύνοικον καὶ καθεύδοντα· καὶ μεταφέρου τῆς εἰκόνος πρὸς ἣν ἀφορᾷς. Ἱππόλυτος γὰρ ὡς ἔοικε σωφρονεῖ κἀν τοῖς χρώμασιν. 17 Ἀλλὰ τί τοῦτο πέπονθα; τῇ τοῦ ζωγράφου τέχνῃ πεπλάνημαι καὶ ζῆν τ̣α̣υ῀̣τα νενόμικα καὶ λανθάνειν τὴν θέαν, ὅτι πέφυκε γράμματα. οὐκοῦν περὶ τῆς Φαίδρας, μὴ πρὸς ἐκείνην φθεγγώμεθα. τὸ γὰρ σχῆμα ταύτης ἐλέγχει τὸν ἔρωτα. ὁρᾷς ὑγρὸν τὸ βλέμμα καὶ νοῦν τῷ πάθει μετέωρον καὶ σῶμα στηριγμάτων ἐπιδεόμενον, ψυχὴν ὥσπερ ἀποδημοῦσαν καὶ ζῶντος ἔτι τοῦ σώματος. δίφρος ὁ μὲν αὐτῇ πρὸς ἕδραν ὑπέστρωται, ὁ δὲ πρὸς τῇ κλίνῃ, ὡς εἰκὸς, ὑποκείμενος ἀνέχει τὸν νῶτον καὶ πέμπει τῷ σκίμποδι. ὁρᾷς δὲ πῆχυν καὶ πάθει λυόμενον καὶ μόλις ἄκρῳ δακτύλῳ τῆς παρειᾶς ἐπιψαύοντα. ἄμφω διεστήκατον, † μεθ' οὓς ἕτερος † ἀπεῖπε τῇ στάσει καὶ κάμπτεται, τοὺς ὤμους ἔχων ἐν μετεώρῳ σαλεύοντας. χεὶρ χερὶ βοηθεῖ καὶ ποὺς ποδὶ λυομένῳ συνέρχεται. ἑκατέρου γὰρ τὸ μὲν ἀνέχει, τὸ δὲ ἐπικέκλιται. λεπτῷ δὲ χιτωνίσκῳ πολύ τι κα̣ι`̣ τῶν ἀπορρήτων ὑπέδειξεν. ὁ μὲν χιτὼν ἑκατέρωθεν λεπταῖς τισὶ καθόδοις ἐξ ὤμων εἰς πόδας ποικίλλεται· ἡ δὲ στηρίσασα τὴν κεφαλήν, αὐτὴ δεομένη στηρίγματος,