1

 2

 3

 4

 5

 6

 7

 8

2

εἰσιόντι χειραγωγήσει τούτῳ τὴν ἔξοδον αὖθις. ἐρωτικὸν δέ τι καὶ βλέπει καὶ φθέγγεται, τῇ τοῦ Θησέως ἐπανόδῳ τὸν γάμον τηρήσασα, ἕδνα λαχεῖν ἐξ ἀρετῆς περιμένουσα τοῦ Μινωταύρου τὸν φόνον. 7 Ὡς δεινὸς τοῖς Ἀθηναίοις ὁ φόρος, παῖδες κατηφεῖς καὶ δακρύοντες, ἐς προῦπτον ὄλεθρον τῷ Μινωταύρῳ δοθέντες· οὓς Ἀριάδνη θεασαμένη καὶ τὸν Θησέα τούτοις συναριθμούμενον ἐρᾷ, δακρύει καὶ πέπονθε καὶ τῶν δεινῶν τὴν λύσιν σοφίζεται. 8 Τοιαῦτα μὲν ἐκ περιουσίας παρέρριπται τῷ ζωγράφῳ ποικίλματα. ἐν ἄλσει δὲ μέσῳ πεποίηται τὰ βασίλεια, καὶ συνυψοῦται τὰ δένδρα καὶ περαιτέρω προέρχεται, καὶ τῆς ὕλης ἡ κόμη μετέωρος ἀπῃώρηται. τοῦ δὲ τέγους ὁ ταὼς καθίπταται· εἴποις δ' ἂν αὐτὸν πολλῇ κομῶντα τῇ πτερώσει ἀπεστράφθαι πρὸς ταύτην ἡδόμενον καί τι παρημελημένον διορθοῦσθαι τῷ στόματι· τάχα δέ τι καὶ δάκνον ἀμύνεται τῇ δέρρει πρὸς αὐτὸ διικνούμενος. τῷ δὲ ταῲ τὰ πτερὰ πολλὰ καὶ πυκνὰ καὶ ἄλλα ἐπ' ἄλλοις, καὶ κύκλοι τινὲς ἐν τούτοις διαφόρῳ φωτὶ καταστράπτουσι χρωμάτων. ταῦτα γὰρ δίδωσιν αὐτοῖς πρὸς εὐμορφίαν ἡ φύσις, αὐτομάτῳ κάλλει τὸν ταὼν στεφανώσασα. ὅθεν ἔσθ' ὅτε τῇ πτερώσει γαννύμενος. ἀνορθοῖ ταῦτα μετέωρα καὶ πρὸς βαθύν τινα κόλπον κοιλαίνει τὸ μέσον καὶ παστάδα μιμεῖται τῷ σχήματι. 9 Πρὸς ∆ιός, ὦ φιλότης, μηδὲ τὰς πρὸς θάτερον ἄκρον παραδράμωμεν ὄρνιθας, ἃς πελειάδας μὲν εἶπεν ἡ ποίησις, Ἀφροδίτης δὲ τὸ χρῆμα κατὰ δυάδα νεμόμενον. θῆλυ γὰρ ταῦτα καὶ ἄρρεν ἐπ' ἀλλήλοις ἡδόμενα ἔρωτι. τούτων ἡ μέν τι περισκοπεῖ καὶ πρὸς αὐτὸ τῇ κεφαλῇ μεταφέρεται· τὸ δὲ πρὸς ταύτην ἀφορᾷ πλείονι φίλτρῳ κρατούμενον, ὡς ἔοικε. 10 Τοιαῦτα μὲν ὁ ζωγράφος φιλοτιμεῖται τοῖς βασιλείοις ἐκ τῆς τέχνης τὰ θαύματα. μέσος δὲ ἐν μέσοις Θησεύς, οὐ Μινωταύρῳ μαχόμενος, οὐ Κερκυόνα βαλών, οὐ Σίνιν παύων τῆς ὕβρεως. ἀλλὰ ταῦτα μὲν ἂν ἴδοις ἐν ἑτέρᾳ γραφῇ· τὸ δὲ παρὸν πρὸς τὸ τῆς ἡμέρας μῆκος ἀποκαμὼν ἐπὶ κλίνην ἐτράπη καὶ διαναπαύει τὸ σῶμα, τῆς μεσημβρίας τὸ πνῖγος ἀποπεμπόμενος ὕπνῳ. καὶ τῇ παρούσῃ γυναικὶ διελέγετο οὐ σὺν αὐτῷ κατακειμένῃ· νυκτὸς γὰρ ἡ κοίτη τοῖς σώφροσιν· ἐπὶ δίφρου δέ τινος ὀκλαδίου παρακαθέζεται. καὶ Θησεὺς μὲν μεταξύ τε λέγων πρὸς ὕπνον, ὡς εἰκὸς, συνηρπάζετο καὶ ἡμιτελῆ τὸν λόγον ὑποχαυνώσας τῷ πάθει. 11 ὅθεν δὴ τοῦ Ὕπνου τὸ ταχὺ λανθάνον καὶ ὡς κλέπτει τὸν νοῦν καὶ κατασύρει τὰ βλέφαρα δηλῶν ὁ ζωγράφος σκιοειδῆ τινα καὶ πτερωτὸν ἀπειργάσατο. στροφίῳ δὲ λευκῷ τὴν κεφαλὴν ἀναδούμενος τὴν κατὰ πάντων νίκην ἐδήλωσεν. ἄκραις δὲ χερσὶν ἐπ' ἀλλήλαις κειμέναις ἐπικλίνας τὸ μέτωπον καθεύδει νῦν ἡδέως ὅπερ ἔστι παθών, δηλῶν τὴν φύσιν ἔργῳ τε ἅμα καὶ σχήματι. ἀποκρύπτει δὲ τὴν θέαν· οὐ γὰρ προορᾷ τις ἐρχόμενον ὕπνον. τοιγαροῦν οὐ πρόσθεν, ἐξ ἀφανοῦς δὲ παρέστηκε τῇ κλίνῃ ταῖς χερσὶν ἐρειδόμενος, καὶ εἰ παρῆν Ὅμηρος, εἶπεν ἂν ὁ ποιητής· στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν. 12 Ὁ δὲ Θησεὺς ὕπνῳ τε καὶ τῷ σφοδρῷ τῆς ὥρας παρειμένος τοῖς μέλεσιν ἀνέχεται μὲν ἐπικείμενον [διάδημα κεφαλῇ,] διαφανὴς δὲ ὁ χιτὼν ὕλῃ τε χρυσῇ καὶ ποικιλτοῦ τέχνῃ πρὸς τοῖς ἄκροις ἁβρύνεται· δοκεῖ δὲ [····················κ]λέπτων γὰρ τῇ τέχνῃ τοῦ Θησέως διαπορθμεύων τὸ χρῶμα ἐσθής, ὅτε τὸ οἰκεῖον ἀπέκρυψε τοῦ διαφαν[οῦς ·····················] ὅσον ἀφεῖται τοῦ σώματος μέρος, ἐν καθαρᾷ τῇ θέᾳ τὸ λευκὸν ὑποδείκνυσι· [ἡλιοκαὲς γάρ ἐστι νεανίου τὸ] χρῶμα καὶ ἀνδρὸς ἐν ὑπαίθρῳ προσκαρτεροῦντος τοῖς ἄθλοις καὶ τὸν ἥλιον ὅλῳ δεχομένου τῷ σώματι [························]ει, τῷ δὴ τάχα καὶ Φαίδρα βδελύττεται, τῆς ψυχῆς τὸ κάλλος κατανοεῖν ἀγνοήσασα. ἀσκῶ[ν ·················] ἐφαπτόμενος ἀναδραμούσῃ μὲν χειρί, ἐπικαμφθεῖσι δὲ δακτύλοις τὸν τράχηλον ἐπιτίθησι, τῆς ἐκ κεφ[αλῆς ···]τω[·········· π]ροιστάμενος. ἡ δεξιὰ δὲ μετέωρος· ἐξ ἄκρου γὰρ ἀγκῶνος καταλαβοῦσα τὸν πῆχυν ἀνα παύει τῇ κόμῃ τὴν μασχάλην αὐτῷ καταψύχουσα· ποῦς δὲ λαιὸς ὀρθῇ τῇ κνήμῃ συνέσταλται τὸ γόνυ φέρων μετέωρον· τοιαῦτα γὰρ τοῖς καθεύδουσιν ἐν ἀγνοίᾳ αὐτοματίζεται σχήματα. 13 Εἶδεν οἰκέτης