1

 2

 3

 4

 5

 6

 7

 8

6

ὦμον ἀριστερὸν ἀναβέβληται· καὶ τῇ λαιᾷ τὴν ἐσθῆτα κατιοῦσαν συνέχουσα ἄκροις ἰδοὺ δακτύλοις συνέσφιγξε τὸ προβόλιον. ἡ δὲ κόμη ἐλευθέρα καὶ ἀνειμένη ταῖς αὔραις περιπλανᾶται τοῖς ὤμοις, ὁμωνύμῳ στέμματι τῶν ὀφθαλμῶν μὲν ἀνεσταλμένη, τὰ νῶτα δὲ περιρρέουσα. 29 Ὁ δὲ Ἱππόλυτος ἱππότης οὗτος καὶ ναὶ μὰ ∆ία πρέπων ὁρᾶσθαι. χλαμὺς αὐτῷ πρὸς ὦμον δεξιὸν ἐναρμόττεται. τὸν χαλινὸν τῇ λαιᾷ λαβών, ἀτάκτου ῥύμης τὸν ἵππον, ὡς εἰκὸς, ἀνακρούεται. 30 Ἀλλ' εἰ δοκοῦν ὑμῖν ἐστιν, μηδὲ τὸ ὄρος παρέλθωμεν, εἴτε τίς ἐστιν Ὑμηττὸς ἢ τὸ Αἰγάλεων ἢ ὅ τι χαίρει λεγόμενον. ἄρνες ἐνταῦθα καὶ ποῖμναι σκύλακές τε ποιμενικοὶ ὑλακῇ καὶ θυμῷ καταπλήττοντες τὴν γραῦν, οἰκέτου διχόθεν φερόμενοι. πρεσβύτης δέ τις Ἀττικὸς παρ' αὐτούς· νομέα τοῦτον οἶμαι τῆς ποίμνης· ἡμίγυμνός τε γάρ ἐστιν, ἐξωμίδα ἐνειμένος κεκυφώς τε τῷ γήρᾳ καὶ [τοῖς μέλε]σι συγκαθήμενος καλαύροπά τε φέρων καὶ τῷ τοῦ χρώματος μέλανι τὴν ἐν ἡλίῳ διατριβὴν ἐνδεικνύμενος. προτείνε̣ι̣ δ̣ε`̣ πρὸς ἱκετηρίαν Ἱππολύτου τὴν δεξιάν, ἐλεῶν τὸ γῆρας, ἐν ᾧπερ δὴ καὶ καθέστηκε, δεδιὼς δὲ μὴ καὶ φθάσῃ τάχα προτελευτῆσαν τὸ γύναιον· κεφαλῇ δὲ καὶ βλέμματι πρὸς δὴ τὸ πάθος μετέστραπται. 31 Ἀναδραμόντι δέ σοι πρὸς ἀκρωνυχίαν τοῦ ὄρους ἡμιτελῆ τὰ θεάματα· δὸρξ οὔπω μὲν ὅλος, μέχρι δὲ τέως τοῦ μέσου πρὸς τὴν ὕλην καταδυόμενος. κυνῶν γὰρ ὑλακῆς καὶ θορυβούντων ἀκούσας τὴν ἐφ' ἑαυτῷ μαντεύεται θήραν καὶ τοῖς κόλποις τῆς ὕλης ὡς δὴ λιμένι προσέδραμεν. ἡ δὲ ἀμφιλαφής τε ἐστὶν καὶ χεῖται τοῖς κλάδοις καὶ τῇ σκιᾷ παραμυθεῖται τὸν ταῖς ἀκτῖσι βαλλόμενον. 32 Ἀγροίκων δὲ γυναῖκες ἐντεῦθεν καὶ ὁ σὺν ταύταις αἰπόλος ἱστάμενος. οὔπω γὰρ πρὸς ἄκραν ἀναδραμόντες, ἀλλ' ἀνιόντες ἔτι κατὰ μικρὸν ἀναφαίνονται, εἰς ὀμφαλὸν ἔτι καὶ λαγόνα κρυπτόμενοι· καὶ ὅσον ἦσαν ὁδοῦ, τοσοῦτον λείπει πρὸς θέαν τοῦ σώματος. πόσον οἴει τὴν ἐν ἄκρῳ ταύτην ἀσθμαίνειν πρὸς ἄναντες ἀνιοῦσαν καὶ φορτίον τοῖς ὤμοις ἐπάγουσαν τὸ παιδάριον· ὅπερ δὴ καταπεσεῖν δεδιὸς χειρὶ μὲν ἑτέρᾳ κεφαλῆς ἄκρας τῆς τεκούσης ἀντέχεται, τῇ δεξιᾷ δὲ κρόταλόν τι φέρει χειρῶν κινήσει παταγοῦν, ὅταν οἱ παῖδες ἀθύρωσι, καὶ τὴν ἐκ τοῦ σείεσθαι προσηγορίαν δεξάμενον. 33 Ἀνῆλθον δὲ ὡς εἰκὸς τὰ περὶ τὸν Ἱππόλυτον θεασόμεναι δράματα. τοιγαροῦν ὁ παρὰ ταύταις ἀνὴρ τὸ τῆς γραὸς πάθος τῇ δεξιᾷ παραδείκνυσιν. αἱ δὲ δύο τεθήπασί τε καὶ συναλγοῦσι τῇ θέᾳ, ἡ μὲν ἄκρῳ δακτύλῳ, ἡ δὲ ἀνεστραμμένῃ χειρὶ τοῖς τῶν δακτύλων νώτοις τὴν ἑαυτῆς γένυν ἐρείσασα. τούτων ἡ μὲν γυμνῇ τῇ κεφαλῇ βλέπειν αἰδουμένη πρὸς ἄρρενας ἀντὶ φάρους τινὸς τὴν χεῖρα κατ' αὐτῆς ἐπιτίθησιν· ἡ δὲ χεῖρα τῆς δεξιᾶς μασχάλης τοῦ χιτῶνος ἀναρτήσασα παραγυμνοῖ τὸ μέρος καὶ τὸν μασθὸν ἂν ὑπέδειξεν, εἰ μὴ τῇ ταινίᾳ συνέσφικτο. 34 Ἱππεὺς δὲ καὶ οἱ παρὰ τοῦτον τῆς ἀκρωρείας ἐκ μέρους ἀνέχοντες θηρία μὲν, ὡς εἰκὸς, τῷ δεσπότῃ ζητήσοντες ᾤχοντο καὶ φέρουσιν ὀρθὰ τὰ δοράτια. εἶτα συμβάντος ἐν μέσῳ τοῦ δράματος, νῦν ὡς ἐπανῆλθον, τῷ παραδόξῳ τῆς θέας † ἅτερος καθειμένῃ τῇ κεφαλῇ καὶ πιπτούσῃ πρὸς ὦμον ἐδάκρυσεν. 35 Ὧν ἐν μετεώρῳ τράγοι τοῖς κέρασι πρὸς ἀλλήλους ἀναστάντες, ποσὶ τοῖς ὄπισθε βαίνοντες καὶ πρὸς τὴν τῶν κεράτων ἐμβολὴν ἐγειρόμενοι· ὁ δὲ σκιρτᾷ μὲν ὥσπερ ἐκεῖνοι, τῶν δὲ τοῦ γέροντος ὤμων ποσὶ προσανεστηκόσιν ἐφάλλεται. τὸ δὲ λοιπὸν αἰπόλιον, ᾗ νόμος αἰγῶν, ἄλλος ἐπ' ἄλλῳ τῆς νομῆς ἀπησχόληται. 36 Ἀλλ' ἐπεὶ, τῷ ζωγράφῳ δοκοῦν, μέρος τι τῶν Τρωϊκῶν ἐναπετίθει τοῖς γράμμασι, θέας ἡμῖν παραλλαγῇ καταποικίλλων τὰ διηγήματα, δεῦρο δὴ συναναβάντες αὐτῷ πρὸς τὰ μετέωρα τὴν τοῖς εἰρημένοις ἐπικειμένην γραφὴν τῷ λόγῳ καὶ αὐτοὶ ζωγραφήσωμεν. 37 Ἐπόνουν Τρῶες, ἐπόνουν Ἕλληνες α᾿̣μ̣φ' Ἑλένῃ μαχόμενοι. καί ποτε συμβαλεῖν μελλόντων, εἴ τι καὶ μέμνημαι τῶν ἐπῶν, ἀκμῇ τε καὶ θυμῷ σφριγῶντος αὐτοῖς τοῦ στρατεύματος, καὶ κατ' ἀλλήλων ἐπειγομένων, τῆς κοινῆς μάχης ἐδόκει πέρας ἔσεσθαι τὴν περὶ τῆς Ἑλένης κρίσιν εἰς δύο που περιστήσαντας, εἰς τε Πάριν εἴς τε δὴ καὶ Μενέλαον, τὸν μὲν ἣν εἶχε δικαίως ζητοῦντα, τὸν δὲ ἣν