1

 2

 3

 4

 5

 6

 7

 8

5

κυνηγετῶν τὸ κεφάλαιον, ἱππόται ἄμφω καὶ σώφρονες. ἵπποι θυμοειδεῖς αὐτοῖς καὶ κυρτ[αύχενες, οἵτι νες τὸν] χαλινὸν δακόντες Ὁμηρικὸν δὴ τοῦτο κατὰ τοῦ πεδίου κροαίνουσιν, ἀντιπροσώπῳ βλέμματι τ̣[ὰς κεφαλὰς παρατρέποντες. τούτ̣]ο̣ι̣ς̣ ἔποχοι ἄμφω μὲν πρὸς τὴν θήραν ἠπείγοντο. προσελθὸν δὲ τὸ γραΐδιον ἐφ' Ἱ[ππόλυτον ··············· ἐλπίσασα καταβα]λεῖν τοῖς λόγοις αὐτὸν, τοῖς ἔργοις θήραμά τε ἦν καὶ ἡλίσκετο, Ἱππο[λύτ··············· ··················] τάχα συμβολῇ συνεχόμενον. ἓν οὐκ Ἔρως, ὡς ἔοικεν, ἀλλ' Ἐρινν[ὺς ···································· εἰ] θέμις εἰπεῖν, διὰ τῆς θέας ἀκήκοεν. ἀφίησι μὲν τῶν χειρῶν καὶ βδελύττεται· καὶ κεῖται νῦν κατεαγὸς καὶ δείκνυσι τὸ [ἐντὸς κ̣α̣ι`̣] τὰ γράμματα. ναρκᾷ δὲ τῇ θέᾳ καὶ τὸ μύσος ἐκτρέπεται, τῇ χειρὶ καθάπερ τι πολέμιον ἀπωθούμενος. 24 Οἰκέτῃ δὲ τὴν τῆς γραὸς δίκην ἐπέτρεψεν, οὐκ ἐλεήσας γῆρας ἀσελγείας διάκονον καὶ διὰ τῆς ἡκούσης τὴν πέμψασαν ἀμυνόμενος. ὁ δὲ οἰκέτης εὔζωνός τε ἐστὶ καὶ σωφρονοῦντι δεσπότῃ παρατραφεὶς τὴν ἀκολασίαν μισεῖ καὶ συνθυμοῦται τῷ δεσπότῃ, οὐχ ὡς ἄν τις ἀλλοτρίᾳ γνώμῃ διακονῶν, ἀλλ' ὡς ἴδιον θυμὸν ἐνδεικνύμενος. τοιγαροῦν καὶ διαβαίνει τοῖς ποσὶν ἑδραίαν βάσιν διδοὺς τῇ πληγῇ καὶ ὥσπερ τι θηρίον τὴν ἀσελγῆ λογιζόμενος, τὰς μὲν κύνας παρ' αὐτὴν λεάνας χειρὶ παρασοβεῖ καὶ ἐφέλκεται, δεξιᾷ δὲ πρὸς τοὐπίσω διανιστάμενος, κατὰ νώτου τείνας τὸ ῥόπαλον, ὅλῳ σώματι πρὸς τὴν πληγὴν καταφέρεται. παρίτω μοι καὶ ∆ημοσθένης νῦν ἂν εἰπὼν οἰκειότερον, ὡς περιρρήξας τὸν χιτωνίσκον ὁ οἰκέτης ξαίνει κατὰ τοῦ νώτου πολλάς. 25 Ἡ δὲ ἀμήχανός τε ἐστὶ καὶ τοῖς ποσὶν ὀκλάζει καὶ προαπεῖπε τῷ δέει καὶ τέθνηκε. γυμνοῖς δὲ τοῖς στέρνοις ἐπιβαλοῦσα τὴν χεῖρα, οὐκ ἂν μὲν εἴποιμι, ὡς δι' αἰσχύνην τὸ γυμνωθὲν ἀπεκρύψατο· αἰδὼς γὰρ σώφρων αἰσχροῖς οὐκ ἐθέλει διακονεῖσθαι προστάγμασι· πλήττουσα δὲ τὰ στέρνα, ὡς εἰκὸς, τὴν τύχην ἑαυτῆς ἀποδύρεται, μόλις νῦν ἐπὶ τῆς πείρας μεταμαθοῦσα τὸ δέον. καὶ ταύτῃ μὲν τὸν οἶκτον ἐργάζεται· λαιὰν δὲ χεῖρα πρὸς τὴν μέλλουσαν πληγὴν ἐπανέτεινεν, ἐποχῆς ἀπείργουσα σχήματι. διδάσκει γὰρ ἡ φύσις, ὅταν τι προσίῃ κακόν, ὥσπερ ὅπλον ἀναγκαῖον τὴν χεῖρα ἐπὶ τοῦτο προβάλλεσθαι. δεινὰ δὲ πανταχόθεν αὐτῇ τὰ παθήματα, ἀπειλή, πληγὴ καὶ κύνες αὗται, ἡ μὲν ὠσὶ καθειμένη κἂν μεταστραφῇ δεινόν τι παρέξουσα, ἡ δὲ καὶ διὰ μέσης ἐσθῆτος τὸν μηρὸν διασπάσασα. καὶ τῆς πληγῆς τὸ μέρος γυμνὸν χιτῶνος, καὶ περιρρεῖται τῷ αἵματι. τὸ δὲ πρόσωπον αὐτῇ ὠχρόν τε καὶ νεκρῶδες, καὶ συγκέχυται πάθεσί τε καὶ γήρᾳ, καὶ πολιαὶ λυθεῖσαι γεγύμνωνται. 26 Ὡς φιλάνθρωπος οἰκέτης ὁ τὴν κεφαλὴν ἐν μέρει γυμνούμενος ἀπειπούσης ἐνταῦθα τῆς κόμης, ὁ θηρευτὴν ὄρνιν ἄκρῳ καρπῷ προτεινόμενος. ὑπεραλγεῖ γάρ, ὡς ὁρᾷς, καὶ τῷ προσώπῳ τὸν οἶκτον μηνύων ἔοικε γάρ τι καὶ φθέγγεσθαιτῷ πλήσσοντι μέμφεται, πικροτέρῳ φανέντι τῆς χρείας, Σκύθην τε καλεῖ καὶ μὴ, ὡς ἔδει, τάχα φιλανθρώπῳ δεσπότῃ διακονούμενον. καὶ δεδιὼς αὐτοῦ τὸν θυμόν, μὴ λάθῃ κατὰ κεφαλῆς αὐτῇ τὴν πληγὴν ἐμβάλλων, ὑπτίᾳ τῇ δεξιᾷ προσαπαντᾷ τῇ πληγῇ, σκέπην ἐντεῦθεν διδοὺς καὶ πληγῆναι μᾶλλον αἱρούμενος ἢ γῆρας ἰδεῖν οὕτω δεινῶς ἀπολλύμενον οὐ φειδομένῃ πληγῇ. εὔζωνος δὲ οὗτος καὶ τοῖς ὑποδήμασιν ἐς μέσην κνήμην ἤδη συνδέδεται. 27 Ὡς εὐδαίμων Ἱππόλυτος, οἷον ἄρα ἔχει τῆς σωφροσύνης τὸ θέατρον. ἦ πού με οἴεσθε τοὺς οἰκέτας λέγειν τοὺς ὄπισθεν ἀνέχοντας τὰ δοράτια, ὧν τοὺς ἵππους ἡ τέχνη δι' Ἱππολύτου καὶ ∆άφνης καλύψασα, τοῖς ἰχνίοις μελαινομένοις τὸν ἕνα μόνον ἐπέδειξε. τοιούτους οὖν με λέγειν ἐλπίζετε. μέγας μὲν οἶμαι καὶ σώφρων οἰκέτης εἰς μαρτυρίαν δεσπότου. 28 Σὺ δέ μοι σκόπει τὴν ∆άφνην, ὡς ἀποστρέφει σὺν Ἱππολύτῳ τὸ πρόσωπον καὶ τῶν ὁμοφύλων τὴν ἀκολασίαν αἰσχύνεται τῆς μὲν τῶν γραμμάτων ἀκούσασα, τὴν δὲ θεασαμένη διάκονον ἀσελγείας. πλὴν ἐπαινεῖ τὸν Ἱππόλυτον κοινωνοῦσα τούτῳ καὶ θέας καὶ σχήματος, ὅπως [αὐ]τ̣ῶν ἀπέστραπται καὶ παρωθεῖται τὴν ἀκοήν. νεανικὴ δὲ τὸ εἶδος καὶ θῆλυς οὖσα τὴν φύσιν παρῆλθεν ἄνδρας φρονήματι. γυμνήν τε προφαίνει τὴν δεξιάν, ἐξ αὐτῆς τε μασχάλης πρὸς