πατριάρχην Νικηφόρον ἐξώρισε καὶ τὸν 609 Θεόδωρον· ὅτε καὶ λέγεται ὅτι τοῦ πατριάρχου Νικηφόρου ἐν ἐξορίᾳ παραπεμπομένου, πόρρωθεν ἰδεῖν Θεοφάνην τὸν τῆς Σιγριανῆς λεγόμενον καὶ τῆς μονῆς τοῦ μεγάλου Ἀγροῦ προϊστάμενον προορατικοῖς ἀφθαλμοῖς, θυμιάματά τε καῦσαι καὶ μετ' εὐχῆς ἀποπέμψαι, τὰς χεῖρας αἴροντα καὶ τῷ θεῷ τοῦτον παραδιδόντα καὶ τὸν ἀσπασμὸν ἐπιτείνοντα· καί τινος ἐρομένου αἰτίαν εἰπεῖν ὅτι ἰδοὺ διέρχεται ἐν ἐξορίᾳ ὁ μέγας ὁμολογητὴς Νικηφόρος ὁ πατριάρχης, ὑπὲρ τῶν ἁγίων εἰκόνων ἀγωνιζόμενος. τὸν δὲ ἱερὸν Εὐθύμιον, ἅτε δὴ τὸν ἔλεγχον τῆς αἱρέσεως ἀποτομώτερον ἐκφωνήσαντα, τὰς σιαγόνας τοῖς ῥαπίσμασι καταθλᾷ καὶ ταῖς μάστιξι τὸν νῶτον καταξαίνει τοσοῦτον ὡς ἐν αὐταῖς τοῦτον ἐκπνεῦσαι. τούτων γενομένων Θεόδοτον τὸν Κασσιτηρὰν πατριάρχην χειροτονεῖ, ἄλογον ἄνδρα καὶ ἰχθύων ἀφωνότερον, καὶ διωγμὸν ἄσπονδον κατὰ τῆς ἐκκλησίας ἀναρριπίζει φανερῶς, τοῖς συμμύσταις αὐτοῦ καταπιστεύων, τρία ὑποθέντας αὐτῷ ποιῆσαι, τῆς ὀρθοδόξου ἡμῶν πίστεως τὴν ἄρνησιν, τῶν θείων εἰκόνων τὴν καθαίρεσιν καὶ τῶν εὐσεβούντων τὴν δίωξιν. καὶ πρῶτον μὲν καθαιρεῖ πᾶσαν ἱερὰν τῶν ἐκκλησιῶν ἀναστήλωσιν, κἀντεῦθεν τοὺς εὑρισκομένους ἔχοντας εἰκόνα Χριστοῦ ἢ τῶν ἁγίων δειναῖς τιμωρίαις καὶ θανάτῳ κατεδίκασεν, πολλοὺς δὲ τῶν ἐν δόξῃ καὶ περιφανῶν, ἀλλὰ μὴν καὶ μοναχοὺς ἀπείρους, πεφόνευκεν. 7. Ἐπεὶ δὲ Μιχαὴλ τὸν ἐξ Ἀμορίου, οὗ τὴν παῖδα ἐκ τῆς 610 πνευματικῆς κολυμβήθρας υἱοποιήσατο, πατρίκιον καὶ ἐκκούβιτον ἐτίμησεν, αὐτὸς δὲ τῇ τολμηρίᾳ τῆς γλώττης τὸν Λέοντα ὠνείδιζεν ὡς καθαιρέτην τῶν ἁγίων εἰκόνων, καὶ τὴν γαμετὴν αὐτοῦ ἀνοσίοις γάμοις ἐμμιγῆναι, ὑπολαβὼν αὐτὸν ἀνταρσίαν μελετᾶν εἰς τὸ τοῦ παλατίου λοῦτρον Πιθήκειον δεσμεῖ, κοντῷ τε προσδεθῆναι κελεύει καὶ τῷ καμιναίῳ πυρὶ παραδοθῆναι ἀνάλωμα· οὗ προβιβασθέντος ὁ βασιλεὺς εἱστήκει θεωρῶν τοῦτον. ἡ δὲ βασίλισσα Θεοδοσία δάκρυσιν ἱκετεύσασα τῆς μιαιφονίας ἐλυτρώσατο, καὶ ὁ βασιλεὺς τὸν ὑπεύθυνον ἐαθῆναι προσέταξεν. πρὸς δὲ τὴν ἑαυτοῦ γυναῖκα εἶπεν "ὦ γύναι, τὴν μὲν ἐμὴν ψυχὴν τῆς ἐκεῖθεν σήμερον δίκης ἀπήλλαξας, ἴσως μὲν καὶ τῆς ζωῆς συντόμως στερήσεις· σὺ δὲ καὶ τὰ τέκνα ἡμῶν θεάσῃ τὸ ἀποβησόμενον." ἦν γὰρ αὐτῷ ἔκ τινος συμβουλικῆς βίβλου ὁ ἀναιρέσιμος χρόνος μεμυημένος. εἶχε γὰρ γραφὴν τοιαύτην, Λέοντος εἰκόνα θηρίου ὁλόκληρον, ἐν μὲν τῇ κεφαλῇ ἔχουσαν Χ γράμμα, ἐν δὲ τοῖς ὄπισθεν Φ, καὶ μέσον τοῦ θηρίου πρὸς αὐτὴν τὴν ψόαν ξίφος ἤγουν σπάθην ἐμπεπηγμένην καὶ ᾑμαγμένην· ἣν ὑποδείξας Στεφάνῳ, ᾧ ἐπίκλην Καπετωλίγης, ἔφη πρὸς αὐτὸν "τί δηλοῖ ταῦτα;" ὁ δὲ ἔφη "ἄφες, δέσποτα, μὴ ἴδω καὶ τὴν γραφήν." ὁ δὲ οὐ κατεδέξατο. συλλογισάμενος οὖν ὁ Στέφανος λέγει τῷ βασιλεῖ "οὗτος ὁ λέων εἰς πρόσωπον τῆς βασιλείας κεῖται, καὶ μέσον τοῦ Χ γράμματος καὶ τοῦ Φ κακόν τι συμβαίνει αὐτῷ." καὶ ὁ 611 βασιλεὺς "τί ἐστι τὸ Φ καὶ τὸ Χ;" ὁ δέ φησι "μέσον τῆς Χριστοῦ γεννήσεως καὶ τῶν φώτων." ἀλλὰ καὶ ἐκ τοῦ ῥηθέντος αὐτῷ διὰ τοῦ πατρικίου Βαρδανίου παρὰ τοῦ ἐν τῷ Φιλομηλίῳ μονάζοντος, καὶ ἐκ τῆς ἀμφιάσεως καὶ ἐπιβάσεως τῶν ἐσθήτων, ὅτε πρὸς τὰ βασίλεια εἰς τὴν ἀρχὴν εἰσήρχετο. προσέτι δὲ καὶ ἡ τῆς μητρὸς ὄψις ἐπλήρου φόβου αὐτόν, ἣ τότε μὲν λεχθεῖσα εἰς οὐδὲν τούτῳ λελόγιστο, τὰ νῦν δὲ καὶ σφόδρα δάκνουσα ἐπέκειτο τὴν ψυχήν. ἐφάνη γὰρ αὐτῇ, κατὰ τὸν ἐν Βλαχέρναις θεῖον ναὸν προσφοιτώσης ἀεί, κόρη τις ὑπὸ πολλῶν λευχειμόνων περιστοιχιζομένη καὶ ὁ ναὸς ἅπας αἵματι πλήρης. ταύτην οὖν τὴν κόρην εἰπεῖν τινὶ τῶν παρεστώτων, χύτραν πληρώσαντα αἵματι ἐπιδοῦναι τῇ μητρὶ τοῦ Λέοντος πιεῖν. αὐτῆς δὲ πολυετίαν προβαλλομένης δι' ἧς μήτε κρεῶν μήτε τινὸς τῶν ἐναίμων γεύσασθαι, καὶ διὰ τοῦτο μηδὲ ταύτης χρῄζειν τῆς χύτρας, "καὶ πῶς" ἀντέφη ἡ κόρη μετὰ θυμοῦ "ὁ σὸς υἱὸς οὐ παύεται ἐμὲ πολλῶν αἱμάτων πληρῶν καὶ τοῦτον τὸν ἐμὸν υἱὸν παροργίζων καὶ θεόν;" πολλά τε ἔκτοτε ἐλιτάνευε τὸν ἑαυτῆς υἱὸν τῆς τῶν εἰκονοκαυστῶν αἱρέσεως ἀποστῆναι, τὴν ὄψιν αὐτὴν ἐκτραγῳδοῦσα. ἄλλη δὲ ὄψις τοῦτον ἐδειμάτου νυκτερινὴ τῆς πρώτης οὐκ