1

 2

 3

 4

 5

 6

 7

3

πιστευόντων μετέχειν ἴδιον ἦν τῶν ἐν τῇ χάριτι. καὶ καλῶς ἐπὶ πᾶσιν ἐπήγαγε τὸ κατὰ τὴν αὐτοῦ θέλησιν, τοῦτ' ἔστι τοῦ θεοῦ βουληθέντος ἅπαξ καὶ δοκιμάσαντος πολλῇ χρήσασθαι περὶ ἡμᾶς τῇ φιλοτιμίᾳ, ὥστε καὶ ἀμετάθετον εἶναι τὴν περὶ ἡμᾶς χάριν αὐτοῦ, μηδεμίαν ἅπαξ τοῖς πρωτέροις ὁμοίως ὑφορωμένους τῶν ἅπαξ δοθέντων μεταβολήν.

204 Hebr 2,9-10 Γελοιότατον δή τι πάσχουσιν ἐνταῦθα τὸ χωρὶς θεοῦ

ἐναλλάττοντες καὶ ποιοῦντες χάριτι θεοῦ, οὐ προσέχοντες τῇ ἀκολουθίᾳ τῆς γραφῆς, ἀλλ' ἀπὸ τοῦ μὴ συνιέναι ὅτι ποτὲ ἔφη τὸ χωρὶς θεοῦ, ἀδιαφόρως ἐξαλείφοντες μὲν ἐκεῖνο, τιθέντες δὲ τὸ δοκοῦν αὐτοῖς εὔκολον εἶναι πρὸς κατανόησιν. τί γὰρ ἐνταῦθα προέκειτο τῷ Παύλῳ, ἵνα ἐπαγάγῃ τὸ χάριτι θεοῦ; τίς δὲ αὐτὸν ἦγεν πρὸς τοῦτο ἀκολουθία; οὐ γὰρ ἔθος αὐτῷ χάριτι θεοῦ τιθέναι ἁπλῶς, ἀλλὰ πάντως ἀπό τινος ἀκολουθίας λόγου· ἢ γὰρ τὸ καθ' ἑαυτὸν λέγων προστίθησι τοῦτο, ὡς τὸ χάριτι θεοῦ εἰμι ὅ εἰμι, <ἢ> ὅταν πρόκειται αὐτῷ τὴν περὶ τοὺς ἀνθρώπους λέγειν τοῦ θεοῦ φιλανθρωπίαν, καὶ ὅτι ἅπαντα πεποίηκεν οὐχ ἡμῶν ὄντων τοῦ τυχεῖν ἀξίων, οἷόν ἐστι τὸ τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι, ᾧ ἐπάγει· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται, σαφῶς διὰ τούτων παριστῶν, ὅτι περὶ τῆς χάριτος διαλέγεται τοῦ θεοῦ, ἣν περὶ πάντας ἔτυχε τοὺς ἀνθρώπους ἐπιδειξάμενος. ἐνταῦθα δὲ τὸ προκείμενον αὐτῷ δηλονότι περὶ τοῦ Χριστοῦ διαλέγεται, οἷοστίς ἐστιν καὶ τίνα τὴν πρὸς τοὺς ἀγγέλους ἔχων διαφοράν, ἀφ' ὧν ἐξηνέχθη εἰς τὸ εἰπεῖν, κατὰ τί δὲ αὐτῶν ἠλαττῶσθαι δοκεῖ καὶ ὅτι διὰ τὸν θάνατον. τί οὖν ἔδει ἐνταῦθα τοῦ χάριτι θεοῦ; οὐ γὰρ πρόκειται αὐτῷ τὴν περὶ ἡμᾶς ἀγαθότητα λέγειν αὐτοῦ. Τοῦτο δὲ μᾶλλον δείκνυσιν ἡ τῶν ἑξῆς ἀκολουθία· εἰπὼν γὰρ ὅτι χωρὶς θεοῦ ἐγεύσατο τοῦ θανάτου, οὐδὲν πρὸς τοῦτο παραβλαβείσης τῆς θεότητος, καὶ διὰ τοῦτο ἀπὸ τῆς οἰκείας φύσεως τὴν κατὰ βραχὺ τοῦτο ἐλάττωσιν ἐδέξατο, ὥστε φαίνεσθαι ἐντεῦθεν αὐτὸν καὶ τῆς τιμῆς μετέχοντα διὰ τὴν πρὸς ἕτερον συνάφειαν. ἐπειδήπερ ἀκόλουθον ἦν τοὺς ταῦτα ἀκούοντας περιττὴν ἐν τῷ τοῦ πάθους καιρῷ νομίζειν εἶναι τοῦ θεοῦ λόγου τὴν ἐνοίκησιν, οὐδὲν τοῖς προκειμένοις συμβαλλομένην εἴπερ δὴ χωρὶς ἐκείνου τῆς πείρας ἐγεύσατο τοῦ θανάτου, ἐπάγει· ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. οὐκ ἀσυντελὴς δὲ ἦν οὐδὲ ἡ θεότης, φησίν· ἔπρεπε γὰρ τὰ οἰκεῖα καὶ ἅπερ ἦν αὐτῇ πρέποντα· τὸ γάρ τοι τοῦ πάθους οὐδαμῶς αὐτῇ πρέπον ἦν. τοῦτο τὸ ἔπρεπε σαφῶς τὸ χωρὶς θεοῦ συνέστησεν· ὡς γὰρ ἐκείνου οὐ πρέποντος τὸ πρέπον αὐτός φησιν, δεικνὺς ὁμοῦ καὶ ἅπερ ἔπραττε τότε, τίνα δὲ ταῦτα ἦν. ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα· δηλονότι τῷ θεῷ λόγῳ λέγων, ἐπειδήπερ πολλοῖς τῆς υἱότητος μετέδωκεν καὶ εἰς τὴν δόξαν ἤγαγεν ταύτην, τὸν τῆς ἁπάντων σωτηρίας ἀρχηγόν, τὸν κύριον ἡμῶν καὶ σωτῆρα Ἰησοῦν τὸν Χριστόν, τὸν παρ' αὐτοῦ 205 ληφθέντα ἄνθρωπον διὰ τῶν παθημάτων τέλειον ἀποφῆναι, ὥστε φαίνεσθαι καὶ τούτου τὴν φύσιν κἀκείνου τὴν χάριν.

Hebr 3,12-14 Οὐδὲ γὰρ νῦν, φησί, συμβουλεύειν προσῆκεν ὑμῖν, ὅπως ἂν

ἀποστάντες τῶν χειρόνων ἐπὶ τὸ κρεῖττον ῥέψητε διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως· πρὸς γὰρ ἤδη πεπιστευκότας ὁ λόγος μοι γίνεται. ὥστε τὰ αὐτὰ παραινεῖν ὑμῖν προσῆκεν, ὅπως ἂν ἐπιμείνητε τοῖς δόξασιν ἅπαξ. τοῦτο οὖν λέγει, ὅτι οἱ πιστεύσαντες καὶ τοῦ πνεύματος μετειληφότες μέτοχοι τῆς ὑποστάσεως τοῦ Χριστοῦ γεγόναμεν, ὥσπερ τινὰ φυσικὴν τὴν πρὸς αὐτὸν κοινωνίαν δεξάμενοι. λείπει δὴ λοιπὸν τὸ τὴν ἀρχὴν ταύτην ἐν ἀκεραίῳ διαφυλάξαι γνώμῃ. Hebr 3,16-18 Βούλεται