1

 2

 3

 4

 5

 6

 7

4

δεῖξαι ὅτι πάντες οἱ διὰ Μωϋσέως ἐξελθόντες ἀπώλοντο δι' ἀπιστίαν, ὥστε ἐκ παραλλήλου μειζόνως φοβῆσαι τούτους πρὸς οὓς ἐποιεῖτο τὸν λόγον. <οἱ δὲ τούτοις ἀντιλέγοντες προσεῖχον> οὔτε τῇ ἀκολουθίᾳ τῶν ἑξῆς, τοῦ τίσιν δὲ προσώχθισεν; καὶ τίσιν δὲ ὤμοσεν; ἀναγινωσκομένων μὲν κατ' ἐρώτησιν, τὴν αὐτὴν δὲ ἀπαιτούντων ἀνταπόδοσιν· οὔτε ἐκείνῳ ὅτι τίνες δὲ ἀκούσαντες παρεπίκραναν; τότε λέγεσθαι κατ' αὐτὴν ἠδύναντο τὴν διάνοιαν, εἴπερ δὴ ὀλίγοι ἀπὸ πολλῶν τοῦτο ὑπομεμενηκότες ἦσαν. λέγομεν γὰρ ἐπὶ τῶν πραττομένων ὅτι τίνες ἐποίησαν; τὸ δὲ μέρος ἀπὸ πλήθους ἀποτεμνόμενοι, ὅταν ἐλάττονας εἶναι τοὺς πεποιηκότας συμβαίνῃ τῶν οὐ πεποιηκότων. ἐνταῦθα δὲ δύο μόνοι, Ἰησοῦς καὶ Χαλέβ· ὥστε οὐδὲ ἀκολουθίαν εἶχέν τινα τὸ λέγειν τίνας εἶναι τοὺς παραπικραίνοντας, δύο μόνων ἀπὸ τοσούτου πλήθους ὄντων. ** οὐδὲν λυμαίνεσθαι τῇ ἀποφάσει τῶν δύο νομίσας τὸν ἀριθμόν.

Hebr 4,1-2 Προσῆκεν φοβεῖσθαι, φησίν, ὅπως ἂν μὴ αὐτοὶ τῆς εἰς τὴν κατάπαυσιν εἰσόδου τὴν ἐπαγγελίαν δεξάμενοι ὑστερήσωμεν μοχθηρίᾳ γνώμης· μηδὲ γάρ τις οἰέσθω ἀρκεῖν αὐτῷ τὴν ἐπαγγελίαν τῶν μελλόντων, ὥσπερ οὐδὲ ἐκείνοις· οὐ γὰρ ἦσαν κατὰ τὴν πίστιν τοῖς ἐπαγγελθεῖσι συνημμένοι. ὅθεν οὕτως ἀναγνωστέον· μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκουσθεῖσιν, ἵνα εἴπῃ, ταῖς πρὸς αὐτοὺς γεγενημέναις ἐπαγγελίαις τοῦ θεοῦ διὰ Μωϋσέως. 206 Hebr 4,4-7 Ἀληθινῆς καταπαύσεως τοῦτο τὸ ἔργον, τὸ μὴ πάλιν ἐπὶ τὰ παλαιὰ ἀνατρέχειν μεταβολὴν ὑπομένοντας καὶ μετάθεσιν. ὥσπερ γὰρ ὁ θεὸς λέγεται πεπαῦσθαι τοῦ ποιεῖν τὸν κόσμον, ἅπαξ αὐτοῦ τῇ κατασκευῇ τέλος δεδωκώς, οὕτω προσῆκεν καὶ τὸν εἰς κατάπαυσιν εἰσιόντα μὴ παλινδρομεῖν ἐπὶ τὰ παλαιά, πόνους ὑφορώμενον τοὺς τῆς ἀρετῆς <ἐπὶ> παράβασιν νομίμων· τούτοις γὰρ ἀκολουθεῖν ἀνάγκη τὴν μεταβολὴν καὶ τὴν ἀπὸ τῆς καταστάσεως μετάστασιν. Τὸ δὲ σήμερον, φησίν, οὔτε ἀόριστόν ἐστιν, οὔτε μὴν ἐπὶ τοῦ ἐκτὸς ἡμέρας διαστήματος λέγεσθαι δύναται ὡς ἂν ἐφ' ἑκάστης ἡμέρας τοῦ σήμερον ἁρμόττοντος. τοῦτο δὲ οὐ τῆς ἀποστολικῆς σαφηνείας ἕνεκεν μόνον ἐπισημήνασθαι δίκαιον ᾠήθην, ἀλλὰ καὶ τῶν βουλομένων ἐπὶ τῆς γεννήσεως τῆς τοῦ μονογενοῦς θεότητος λαμβάνειν τὸ ἐγὼ σήμερον γεγέννηκά σε, οἳ τὸ σήμερον ἀόριστον εἶναι ἀποφαίνονται, οὐδὲ τοῦτο ἐννοοῦντες ὅτι τὸ σήμερον λέγεσθαι οὐκ ἂν δύναιτο μὴ οὔσης ἡμέρας. ὅτι γὰρ οὐδὲ ἀόριστον λέγοιτο ἂν τὸ σήμερον, σαφῶς ὁ ἀπόστολος ἐδήλωσεν εἰπών· πάλιν τινὰ ὁρίζει ἡμέραν ἐν ∆αυὶδ λέγων, ἢ δὲ καὶ ἑτέρωθι· παρακαλεῖτε ἑαυτούς, ἔφη, καθ' ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται. πρῶτον μὲν ἔδειξεν ὅτι οὐκ ἔξω τῶν ἡμερῶν τὸ σήμερον λέγοιτο, τῷ εἰπεῖν καθ' ἑκάστην ἡμέραν, καὶ οὕτως ἐπαγαγεῖν τὸ ἄχρις οὗ τὸ σήμερον καλεῖται. ἔπειτα οὐδὲ οὕτω φαίνεται περὶ τοῦ σήμερον ὡς ἂν ἀορίστου διαλεγόμενος, καὶ δυναμένου μὲν τοῖς παρεληλυθόσιν, δυναμένου δὲ καὶ τοῖς μέλλουσιν ἁρμόττειν. τί γὰρ φησίν; καθ' ἑκάστην ἡμέραν τὸ σήμερον λέγεσθαι πρὸς ὑμᾶς νομίσαντες, οὕτως ἐπιμελεῖσθε τοῦ μένειν ἐπὶ τῆς πίστεως· ὡς γὰρ τοῦ σήμερον τὴν παροῦσαν σημαίνοντος ἡμέραν, οὕτως αὐτοῖς συνεβούλευσεν, καταχρησάμενος τῇ σημασίᾳ μᾶλλον πρὸς τὸ τῆς παραινέσεως ὠφέλιμον. Hebr 6,18 Τὸ διὰ δύο ἀμεταθέτων, τῷ τε θεὸν εἶναι τὸν ἐπαγγειλάμενον οὐδαμῶς οἷόν τε ψεύσασθαι, καὶ τῷ μεθ' ὅρκου ποιήσασθαι τὴν ἐπαγγελίαν.

207 Hebr 6,20 Προσθεὶς ὅτι αἰώνιος ἡμῖν γέγονεν ἀρχιερεὺς ὁ Χριστὸς τῷ

πάντας τοὺς καθ' ἑκάστην γενεὰν πιστεύοντας δι' ἑαυτοῦ προσάγειν τῷ θεῷ ἐπὶ τῇ τῆς ἀναστάσεως ἐλπίδι.