1

 2

 3

 4

 5

 6

 7

2

φύσεως, ὥστε ὅπερ ἂν ἐκείνην νοήσῃς τὴν ὑπόστασιν, τοῦτο νόει καὶ ταύτην εἶναι, ἀκριβεῖς φέρουσαν ἐκείνης τοὺς χαρακτῆρας τῷ κατὰ μηδὲν διαλλάττειν αὐτὴν ἐκείνης. 2 Hebr 1,3b Τοῦτ' ἔστιν οὐ ποιητὴν μόνον εἰπεῖν τῶν ὄντων, ἀλλὰ γὰρ καὶ τὸ πολλῇ ποιεῖν αὐτὰ περιουσίᾳ τῆς δυνάμεως ὡς ἂν ἐν τῇ φωνῇ αὐτοῦ πάντων ἐπηρτημένων. οὐδὲν γὰρ διαλλάττει τοῦτο τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ἢ καὶ τῆς τοῦ μακαρίου Μωϋσέως διηγήσεως λέγοντος· καὶ εἶπεν· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· γενηθήτω στερέωμα, καὶ ἐγένετο στερέωμα. Hebr 1,78 Τὸ μὲν τῆς ὑπηρεσίας τὴν ὀξύτητα σημαίνει, τὸ δὲ τῆς λειτουργίας τὸ δυνατόν. ταῦτα δὲ αὐτοὺς ἐκεῖθεν γεγενῆσθαι εἰπών, παρέστησεν ὡς ἐκεῖθεν καὶ τὸ δύνασθαι ταῦτα ἔχουσιν. διαστέλλεται δὲ πρὸς τὸ ὁ ποιῶν τὸ θεὸς καὶ θρόνος καὶ βασιλείας ῥάβδος, ἃ πάντα τῆς ἀνωτάτω τιμῆς τε καὶ ἀξίας σύμβολα· καὶ γὰρ τὸ θεὸς τὴν ἀνωτάτω σημαίνει φύσιν, καὶ ὁ θρόνος καὶ ἡ ῥάβδος ἀπὸ τῶν ἀνθρωπίνων καὶ τὸ ταύτης βέβαιον παρίστησιν· εἶτα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ μὲν γὰρ ποιῶν ἀπὸ καιροῦ εἶναι τὸ ἦρχθαι δείκνυσι τοὺς γεγονότας, τοῦτο δὲ τὸ τῆς βασιλείας ἀΐδιον παρίστησιν.

Hebr 1,12 Ἐντεῦθεν συνιδεῖν ἐστιν ὅτι περὶ τῆς θείας φύσεως ὅταν ἡμῖν ἡ

παλαιὰ διαθήκη διαλέγηται, οὐ περὶ τοῦ πατρὸς ἀφωρισμένως λέγει μόνου, ὥσπερ οἴονται οἱ αἱρετικοί, τὸ ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, καὶ ὅσα τοιαῦτα λαμβάνειν ἐπ' αὐτοῦ πειρώμενοι μόνου. τοὐναντίον δὲ ὅσα ἂν ὡς περὶ θεοῦ λέγῃ τὴν ἀνωτάτω φύσιν ἐξηγουμένη, οὕτω φησὶν ὡς ἂν καὶ πατρὶ καὶ υἱῷ διὰ τὴν τῆς φύσεως κοινωνίαν ὁμοίως ἁρμόττειν δυνάμενα. ἐπεὶ πῶς ὁ ἀπόστολος τὴν δευτέραν εἵλκυσεν ἐπ' αὐτοῦ μαρτυρίαν οὐδὲν ἔχουσαν ὃ τῆς ἰδιότητος τοῦ προσώπου σημαντικὸν εἶναι ἠδύνατο, ὡσπεροῦν καὶ τὴν ἀνωτέραν; ἢ οὐχὶ τὸ αὐτὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φαίνεται πεποιηκώς, ἔνθα φησίν· γέγραπται γάρ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ; οὐδὲ γὰρ ἐκείνην τὴν μαρτυρίαν εὕροι ἄν τις τοιοῦτό τι ἔχουσαν ὃ τούτων ἀφωρισμένως ἐδήλου.

203 Hebr 1,14-2,1 Τὸ μὲν λειτουργικὰ εἶναι πνεύματα ἀπὸ τῆς προκειμένης εἶχε μαρτυρίας, ἐπισυνῆψε δὲ λοιπὸν αὐτὸς τὸ τῆς διακονίας εἶδος, λέγων ὅτι τοῖς ὑπὲρ τῆς ἡμετέρας σωτηρίας διακονούμενοι ἅπαντα πράττουσιν· οὐ γὰρ μικρὸν εἰς προσθήκην εἰδέναι τῆς διακονίας τὴν χρείαν. ∆ιὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μή ποτε παραρυῶμεν. διὰ τοῦτο, φησί, δεῖ τοῖς παρ' αὐτοῦ λεχθεῖσιν νέμειν τὴν σπουδήν, φυλαττομένους μή ποτε παρατροπήν τινα ἀπὸ τῶν κρειττόνων δεξώμεθα. Hebr 2,3-4 Ἔδειξε καὶ τοῖς πράγμασι τούτων πολὺ τὸ πρὸς ἐκεῖνα διάφορον, ἐκεῖ μὲν λόγον εἰπών, ἐνταῦθα δὲ σωτηρίαν· ἐπειδὴ γὰρ ἐκεῖνο μὲν νομίμων δόσις ἦν μόνον, ἐνταῦθα δὲ καὶ χάρις πνεύματος καὶ λύσις ἁμαρτημάτων καὶ βασιλείας οὐρανῶν ἐπαγγελία καὶ ἀθανασίας ὑπόσχεσις. ὅθεν καὶ δικαίως τηλικαύτης εἶπεν τῇ προσθήκῃ τὸ μέγεθος αὐτῆς δεικνύς, κἀκεῖ μὲν διὰ τῶν ἀγγέλων δοθείς, ἐνταῦθα δὲ διὰ τοῦ κυρίου. καὶ ἐπειδὴ θαύματα παρ' ἐκείνοις ἦν ὥστε μηδὲ κατὰ τοῦτο αὐτῶν ἠλαττῶσθαι δοκεῖν, καλῶς ἐπήγαγε τὸ συνεπιμαρτυροῦντος θεοῦ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσιν, κατ' αὔξησιν αὐτὸ εἰπὼν ὥστε κἀν τούτῳ φανῆναι τῆς χάριτος τὸ πλέον παρὰ τὸν νόμον· ἐκεῖ μὲν γὰρ πρὸς τὴν χρείαν ἐγίνετο μόνον, ἐνταῦθα δὲ καὶ τῶν ἀλλοτρίων πολλοὶ οἱ θεραπευόμενοι δι' ἡμῶν, κἂν ὁποιαδήποτε πάθη κατέχειν αὐτοὺς συμβαίνοι. τοσαύτη παρ' ἡμῖν ἡ τῶν θαυμάτων περιουσία. ἀνίστανται δὲ καὶ νεκροί, καὶ τιμωρούμεθα δέ τινας πολλάκις ἂν δέῃ, ἐπιτιμήσεσι μόναις τυφλοὺς ἐργαζόμενοι, θανάτους ἐπάγοντες τοῖς κακογνώμοσιν. ἀντιπαραθεὶς οὖν τὴν διαφορὰν καὶ δείξας τὴν ὑπεροχὴν τῷ ποικίλῳ καὶ πολυτρόπῳ, ἐπήγαγε τὸ μεῖζον ὃ οὐκέτι τοῖς ἐν νόμῳ προσῆν· καὶ πνεύματος ἁγίου μερισμοῖς· τὸ γὰρ πνεύματος ἕκαστον τῶν