1

 2

 3

 4

 5

 6

 7

7

Hebr 12,12-13 Ποῦ εἰσιν οἱ λέγοντες τὸν ἀπόστολον ἐν ταύτῃ τῇ ἐπιστολῇ ἀναιρεῖν τὴν μετάνοιαν διὰ τοῦ λέγειν· ἀδύνατον γὰρ τοὺς φωτισθέντας καὶ τὰ ἑξῆς πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν; πῶς ἄρα ταῦτα νοοῦσιν; πῶς τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθωθῆναι κελεύει; χωλοῦ 211 δὲ ἴασιν ποίαν βούλεται γενέσθαι ὁ μετάνοιαν τῶν ἡμαρτηκότων οὐ προσιέμενος; ὅτι γὰρ ταῦτα πιστοῖς γράφει, δῆλον ἐξ ὧν φησι πρὸς αὐτούς· ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Hebr 12,17 Οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται, ἀλλὰ διδάξαι ὡς οὐκ ἔνεστιν ἐν καιρῷ τὴν προσήκουσαν διόρθωσιν <μὴ> ἐπιδειξαμένους ὕστερον αὐτὴν ἀνακτᾶσθαι, ὅταν ὁ τῆς ἀνταποδόσεως καιρὸς καταλλήλως ἐπάγεσθαι τῷ ἑκάστου τρόπῳ μέλλῃ· οὐ γὰρ ἐναντία λέγειν ἐσπούδακεν ἑαυτῷ, καὶ ταῦτα οὕτως ἐκ τοῦ σύνεγγυς. γνοίη δ' ἄν τις ἐκ τοῦ παραδείγματος ὅ φησιν. πρῶτον μὲν γὰρ ἐμνημόνευσε τοῦ Ἠσαῦ, τότε μὲν ἀθυμήσαντος ὅτε τῆς εὐλογίας οὐκ ἔτυχεν, μείναντος δὲ ἐπὶ τῆς τοῦ τρόπου κακίας ὁμοίως καὶ μετὰ τοῦτο. ἔπειτα οὐχὶ συγχωρήσεως ἁμαρτημάτων μετανοήσας οὐκ ἔτυχεν ἐκεῖνος· οὐ γὰρ τοῦτο ᾔτει τότε, ἀλλ' εὐλογίαν ἣν κατὰ τὴν ἀξίαν τοῦ τρόπου τῷ ἀδελφῷ δοθεῖσαν ἀφαιρεθῆναι αὖθις οὐδαμῶς οἷόν τε ἦν καὶ δοθῆναι τούτῳ πάλιν. ἔστι μέντοι καὶ τοῦτο εὑρεῖν, ὡς οὐκ ἀνόνητα αὐτῷ πάντη τὰ δάκρυα ἐγένετο. ἀμέλει φαίνεται ὁ πατὴρ μετὰ τοῦτο παθὼν ἐπ' αὐτῷ, καί τινας εὐλογίας αὐτῷ δεδωκώς. οὕτως οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται. Hebr 12,26 Καλῶς ἀπὸ τῆς τοῦ προφήτου φωνῆς τῶν τε νῦν τὴν μεταβολὴν καὶ τῶν ὑστέρων τὸ βέβαιον συνίστησιν· τὸ μὲν γὰρ σείειν ἐπαγγείλασθαι τὴν μετάθεσιν αὐτῶν δηλοῖ πάντως ὡς ἐσομένην, τῇ δὲ τοῦ ἅπαξ προσθήκῃ τῶν μετὰ τοῦτο δηλοῖ τὸ ἀμετάθετον.

Hebr. 13,7 Ἡγουμένους τοὺς παρ' αὐτοῖς καταγγείλαντας τὸν λόγον τῆς

εὐσεβείας καὶ τελειωθέντας ὑπὸ Ἰουδαίων αὐτόθι. πολλοὶ δὲ ἦσαν, οὐ Στέφανος μόνον καὶ Ἰάκωβος ὁ μαχαίρᾳ ἀναιρεθείς, ἀλλὰ καὶ ὁ τοῦ κυρίου ἀδελφὸς Ἰάκωβος, ἕτεροι δὲ πλεῖστοι σιωπῇ παραδεδομένοι. Hebr 13,16 Εὐποιΐαν εἶπεν εἰς ἔπαινον τοῦ γινομένου, κοινωνίαν δὲ διὰ τὸ περὶ ὁμοπίστους γίνεσθαι ὡς ἂν δέον κοινωνοὺς ἡγεῖσθαι τοὺς 212 τοιούτους τῶν προσόντων ἡμῖν, οὕτω μετὰ σπουδῆς ταῖς χρείαις αὐτῶν ἀρκεῖν αἱρουμένους. Hebr 13,22 Ἀντὶ τοῦ προσκαρτερήσατε τῇ ἀναγνώσει, ἐνέγκατε τῆς προσοχῆς τὸν πόνον.