τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83
ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ
οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο "μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσει; ἤδη ὄψει εἰ ἐπικαταλήμψε ταί σε ὁ λόγος μου" , ἀλλ' ἐνταῦθα πρᾴως πως καὶ ἡσυχίως ἀναπεσεῖν μόνον τοὺς ἀνθρώπους κελεύει καὶ λαβὼν τοὺς ἄρτους καὶ τοὺς ἰχθύας εὐχα ριστεῖ ὡς ἐπὶ τροφαῖς ὑποκειμέναις καὶ ὡς ταύταις θρέψων ταύταις ἐπιδιδούς, ἐν τούτῳ δὲ τὰς οὐκ οὔσας ἐξεργαζόμενος. 25 Jο 6,27 Μεθίστησι μὴ περὶ τὴν φθειρομένην ἐπτοῆσθαι τροφήν, ἀλλὰ τὴν εἰς αἰῶνα μένουσαν , ἥτις τρέφει ψυχήν. αὕτη δὲ ἦν ἡ πίστις ἡ ζωοποιὸς καθ' ἣν ἐξομοιοῦται πρὸς τὴν σάρκα τοῦ κυρίου τὴν ὑπὸ τοῦ πατρὸς ἐσφραγισμένην τῇ θείᾳ δυνάμει. 26 Jο 6,29 Θεοῦ μὲν ἔργον ἐνταῦθα λέγεται τὸ ἀνῆκον εἰς θεόν. τοῦτο δὲ εἶναί φησιν ὁ κύριος τὴν πίστιν τὴν εἰς αὐτόν, ἔργον τὴν πίστιν ἀποφαίνων ἱερώτερόν τε καὶ τέλειον. διὸ καὶ ἄνευ τῶν ἀνθρωπίνων ἔργων εἰκότως δικαιοῖ τε καὶ ἁγιάζει ἅτε τὴν καλλίστην ἐνέργειαν ἔχον τῆς ψυχῆς, οὐκ ἀργίαν τινὰ καὶ ἀπραξίαν.28 Jο 6,54 Οὐκ ἔστιν ἀπολαῦσαι τοῦ λόγου τοῦ θεοῦ πρὸς αἰώνιον ζωήν, εἰ μὴ διὰ τῆς σαρκὸς αὐτοῦ· ἄχρι γὰρ οὐκ ἀνεμίγνυτο σαρκί, κατείχετο πᾶσα σὰρξ ὑπὸ θανάτου. νῦν δὲ ζωοποιὸς δέδοται σὰρξ τρέφουσα πᾶν τὸ ὁμογενὲς εἰς ζωὴν διὰ τῆς ἀνακραθείσης αὐτῇ δυνάμεως καὶ ταῖς μετεχούσαις σαρξὶν ἀνακιρνα μένης καθ' ὁμοίωσιν. 29 Jο 6,55 Ἀληθής ἐστιν βρῶσις ἡ μὴ τῆς προσκαίρου καὶ ἀπολλυμένης ζωῆς ἐπίκουρος, ἀλλὰ τῆς αἰωνίου παρασκευαστική. αὕτη καὶ πόσις ἀληθινὴ ὡς ἂν μὴ πρὸς ὀλίγον ἐπαρκοῦσα τῷ δίψει, ἀλλ' εἰς ἀεὶ παρεχομένη τὸν ἐμφορη θέντα αὐτῆς καὶ ἀνεπιδεῆ καθιστῶσα καθάπερ καὶ πρὸς τὴν Σαμαρεῖτιν ὁ κύριος ἔλεγεν.
32 Jο 7, 6-8 Ὁ μακαρίζων τοὺς πενθοῦντας ἐπὶ τοῦ παρόντος αἰῶνος ἀκόλουθα καὶ νυνὶ φθέγγεται, κοινόν τι καὶ εἰς ἅπαντας διαβαῖνον τοὺς ἁγίους ἐφ' ἑαυτοῦ λέγων, τὸ μὴ εἶναι καιρὸν ἑορτῆς ἡμῖν ἐν μέσῳ τῶν παρουσῶν θλίψεων, ἐν ὅσῳ κακία καταστρατεύεται καὶ ἀλήθεια παρὰ τοῖς πλείοσιν ἀθετεῖται καὶ θέλημα θεοῦ κατὰ γῆν οὐ κρατεῖ. διὰ δὲ ταῦτα μὴ εἶναι τὸν ἑαυτοῦ καιρὸν ὁ κύριος ἔλεγεν· οὐδὲ γὰρ οἷόν τε ἦν συνεορτάζειν πονηροῖς τὸν ἀγαθὸν οὐδὲ μισοῦσι τὸν μισού μενον. 33 Jο 7, 8 Ὑμεῖς, φησίν, ἀνάβητε συνεορτάσαντες οἱ μηδὲ μισούμενοι μηδὲ φθο νούμενοι παρ' αὐτῶν. ἐγὼ δὲ οὐκ ἀναβήσομαι· ἕτερος γὰρ ὁ τῆς ἐμῆς ἑορτῆς καιρός, ὅτε δηλαδὴ κρατήσει τὸ ἀγαθὸν καταποθέντος τοῦ χείρονος καὶ τὸ πονηρὸν οὐδαμοῦ φανεῖται. 34 Jο 7, 21 Ἐπὶ τοὺς πέντε ἄρτους ἀναφέρει ὅ φησιν ἢ ἐπὶ τὸ
χωρὶς τοῦ πεπλευκέναι πέραν γεγονέναι. 35 Jο 7, 22-23 Βουλόμενος εἰσαγαγεῖν τὴν ἐν σαββάτῳ γινομένην περιτομὴν ἀρχὴν οὖσαν τῆς ἐλευθερίας τῆς ἀπὸ τοῦ σαββάτου ἀκριβείας καὶ τὸν περὶ τῆς περι τομῆς ποιεῖται λόγον. ὡς μηδὲ ταύτῃ βεβηλοῦσθαι τοὺς ἀνθρώπους δεικνύῃ φησὶν δὴ μάλιστα μὲν οὐδ' ἐκ τοῦ Μωυσέως εἶναι τὸ τῆς περιτομῆς ἔθος, ἀλλ' ἄνωθεν καὶ ἐκ τῶν πατέρων, ἐπειδήπερ ἐξ Ἀβραὰμ ἄρχεται. τοῦτο δὲ λέγων ἐπὶ τὰ πρεσβύτερα τοῦ Μωυσέως αὐτοὺς ἀναπέμπει, ἐν οἷς οὔπω νόμος αὐτὸ τοῦτο, ὃ μάλιστα θαυμάζουσιν ὡς ἴδιον, τὴν κατὰ νόμον πολιτείαν, ἐπιδεικνύων τῆς παλαιοτέρας ὂν καὶ οὔπω νομικῆς. ἀεὶ δὲ ἔνθα τὰ μείζονα τοῦ νόμου παρεισάγει, πρὸς τὸ πρεσβύτερον καὶ ἀρχαῖον ἀναπέμπει, ἐπεὶ μήτε τῷ Ἐνὼχ μήτε ἐν τῷ Νῶε. διὸ οὐδὲ εἶπεν ἐκ τοῦ Ἀβραάμ, ἀλλ' ἐκ τῶν πατέρων τὴν περιτομήν, ἵν' ἐπὶ πάντων τὸ πρᾶγμα θεωρήσας μὴ πάντως ἀναγκαίαν αὐτοῦ νομίσῃς τὴν ἐπιτήδευσιν, ὅτι μηδὲ ἦν ἐπὶ πάντων. ἐλθὼν δὲ ἐπὶ Μωυσέα τῇ περιτομῇ χρησάμενον ἐν σαββάτῳ τὴν σαββατικὴν ἀργείαν ἀπέφηνεν ὑπ' αὐτοῦ λελυμένην τοῦ Μωυσέως ἕνεκεν τῆς θειοτέρας ἐργασίας. εἰ δὲ ἕνεκεν, φησίν, τῆς περιτομῆς ὡς θείου ἔργου τὸ σάββατον οὐ διατελοῦσιν, ἀργὸν ἄγεται, ἀλλ' ἔστιν ὅτε καὶ ἐνεργόν,
4