Fragmenta in epistulam ad Romanos
Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.
τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις γίνεται, ὁδηγὸς ἐπὶ τὴν ἐλπίδα καθισταμένη. ἀσφαλῆ δὲ τὴν ἐλπίδα δείκνυσιν οὖσαν ἐπὶ τὸν ἠγαπηκότα ἡμᾶς θεὸν γινομένην, τῆς δὲ ἀγάπης τεκμήριον τὴν τοῦ πνεύματος δωρεάν· ἐξέχεε γὰρ ἐφ' ἡμᾶς τὴν ἀγάπην ὁ τὸ πνεῦμα ἐκχέας. ἐξέχεε δὲ προηγουμένως ἐπὶ τὰς καρδίας, ἐπεὶ καὶ ταῖς καρδίαις προηγουμένως τὸ πνεῦμα ἐνῴκισεν, ὡς καὶ αὐτὸς ὁ σωτὴρ λέγει ὅτι παρ' ὑμῖν μένει καὶ σὺν ὑμῖν ἔσται. Rom 5,11 Τῆς παλαιᾶς ἐκείνης φωνῆς τοῦ Μωϋσέως ἐπαληθευομένης ἐν ὑμῖν· οὗτος καύχημά σου καὶ οὗτος θεός σου. πῶς γὰρ οὐκ ἂν ἀγάλλοιτο καὶ καυχῷτο τις, κἂν ὑπὸ μυρίων παρενοχλῆται πολε μίων, φιλίᾳ θεοῦ τιμώμενος, δι' ἣν καὶ οὐχ ἥκιστα φθονούμενοι ὑπὸ τῶν ἐναντίων ἐπηρεαζόμεθα.
Rom 7,7 Μηδεὶς ταῦτα ἀκούων ἐρεσχηλείτω πρὸς τὸν ἀπόστολον φάσκων ὡς εἰ τοῦτό ἐστιν ἐν τῷ νόμῳ, τὰ θανατοῦντα διαγορεύειν καὶ γνώριμα ποιεῖν τὰ φαῦλα τῶν πραγμάτων καὶ καλά, οὐδὲν ἧττον καὶ ὁ κύριος, τό τε φαῦλον ἐν τοῖς ἑαυτοῦ λόγοις καὶ τὸ καλὸν διορίζων, δόξειεν ἂν τὴν ἴσην ἐξεργάζεσθαι τῇ ἁμαρτίᾳ κατὰ τῶν μὴ πειθομένων ὁδόν· τὸ γὰρ διάφορον μέγα καὶ πολὺ τὸ μεταξύ, νόμου μὲν ἐν ῥήμασι μόνοις κειμένου καὶ μηδεμίαν εἰς δικαιοσύνην δύναμιν ἐνδιδόντος, ἀλλ' ἐπὶ τῇ πράξει τῶν ἀκουόντων τὸ σύμπαν καταλείποντος, τοῦ δὲ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ μὲν σύμπαν ἐν τῇ δόσει τοῦ πνεύματος τὴν τῶν ὑφ' ἑαυτὸν σωτηρίαν ἐργαζομένου καὶ οἱονεὶ δημιουργοῦντος ἡμᾶς ἐξ ἀρχῆς καὶ μεταπλάττοντος καὶ ῥυθμίζοντος ἐν τῷ τὴν θείαν ἐπίπνοιαν ὑποδέχεσθαι τοὺς πιστεύοντας καὶ πρὸς αὐτὴν οἰκειοῦσθαι, λόγοις δὲ εἰς παραίνεσιν κεχρημένου δι' ὧν ἐπιτηδείους ἡμᾶς κατασκευάζει τῷ 64 μορφοῦντι καὶ διατιθέντι πνεύματι, οὐχ ἡμῖν αὐτοῖς τὰ καθ' ἡμᾶς ἐπιτρέψας· ᾗ γὰρ ἂν κατεκρινόμεθα πάλιν ἀδυνατοῦντες εἰς τὸ πείθε σθαι, καὶ ἡ τῆς ἁμαρτίας γνῶσις καθ' ἡμῶν μᾶλλον ἢ παρ' ἡμῶν ἐγίνετο, ἀλλὰ τῷ πνεύματι δοχεῖα παρασκευάζων ἡμᾶς, ἀνιέντας μέν, ὅσ' ἡμέραι, τὴν πρὸς τὸν κόσμον συμπάθειαν καὶ λύοντας τὰ δεσμὰ τὰ σαρκικά, ἐπιτείνοντας δὲ τὴν πρὸς τὸ πνεῦμα οἰκείωσιν. διὸ καὶ νόμος μὲν εἰς τιμωρίαν ὀξύς, πνεῦμα δὲ ἀνεξίκακον, ὁ μὲν τὴν ἰδίαν τῶν ἀνθρώπων κατόρθωσιν εἰς δικαιοσύνην ζητῶν, τὸ δὲ τὴν παρ' ἑαυτοῦ χορηγοῦν. τούτῳ γὰρ ἕπεται τὸν μὲν νόμον οὐ κατορθουμένου τοῦ προκειμένου τιμωρητικὸν ἐπιφέρειν τῷ προστακτικῷ-τούτῳ γὰρ ἦν ἐχόμενον ἐκείνου-, τὸ δὲ πνεῦμα δύναμιν ἔχον εἰς τὴν τῶν πεπιστευκότων διόρθωσιν, εἰ καὶ τὰ πρῶτα ἐξασθενοίην τὴν παρ' αὐτοῦ δημιουργίαν ὑποδέξασθαι, μήτε ἀπογινώσκειν μήτε κολάζειν εὐθύς, ἀλλὰ τῇ παρ' ἑαυτοῦ σωτηρίᾳ φυλάττειν τὸν ἄνθρωπον παιδευόμενον, ὥσπερ ὁ Παῦλος ἔφασκε τῷ σατανᾷ παραδώσειν εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ· τὸ πνεῦμα τοῦ κυρίου ἀνέχεται γὰρ ἄχρι τῆς Χριστοῦ παρουσίας, ἕωσπερ ἂν ὁ τῆς νῦν ἐπιτελουμένης δημιουργίας ἐξήκῃ χρόνος, κρίσεως ἐπιστάσης ᾗ τοὺς ἀδιορθώτους ἀπω θεῖται τὸ λοιπὸν ἀνεπιτηδείους εἰς τὴν αἰώνιον ζωὴν εὑρισκομένους. διὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν ὁ ἀπόστολος θεὸν εἶναι τὸν ἐνερ γοῦντα ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας, οὐχὶ τὸ αὐτεξούσιον ἡμῶν περικόπτων, ἀλλὰ τὴν παρὰ θεοῦ δύναμιν εἰς ἀρετὴν ἐξηγούμενος. καὶ ὁ σωτὴρ πνεῦμα ἅγιον ἐνεφύσησεν ἀναστάς, διὰ τοῦτο προσοικειῶν ἡμᾶς καὶ μηδὲ μεριμνᾶν ὅτι λαλήσομεν ἐκέλευσεν, οὐ γὰρ ὑμεῖς ἐστε, λέγων, οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. ἤδη δὲ καὶ ὁ προφητικὸς λόγος τὴν νέαν δια θήκην ἐν τῇ δόσει τοῦ πνεύματος ὁριζόμενος λέγει, θεϊκὴν ἐξηγούμενος πρὸς τὸν Ἰσραὴλ διάλεξιν· καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, εἶπεν, καὶ τὸ πνεῦμα τὸ ἐμόν ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα ἃ δέδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ σπέρ ματός σου· εἶπεν κύριος ἀπὸ τοῦ νῦν καὶ
4