1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

εἷς· Θεὸς δὲ καὶ Υἱὸς, ταὐτότητα ἔχων, ὡς Υἱὸς πρὸς Πατέρα· οὐκ αὐτὸς ὢν ὁ Πατὴρ, ἀλλ' ἡνωμένος πρὸς τὸν Πατέρα τῇ φύσει· δύο μὲν ἀριθμῷ, μία δὲ οὖσα οὐσία τελεία· δύο, οὐκ ἐκ δύο μερῶν. Τέλειος ὁ Υἱὸς ἥκει παρὰ τελείου Πατρὸς, ὢν ἐξ ὄντος, χαρακτὴρ τῆς πα τρικῆς ὑποστάσεως, οὐ ῥῆμα ἀνυπόστατον, ἀλλὰ ζῶσα δύναμις, καὶ τοῦ ζῇν αἰτία τοῖς πᾶσιν, οὐχ οἵα ἀν θρώπου δύναμις, δι' ἣν ἄνθρωπός ἐστι δυνατός· οὐ γὰρ γέννημα ἀνθρώπου ἢ υἱὸς, ἢ δύναμις αὐτοῦ· Θεοῦ δὲ Υἱὸς ἢ δύναμις, ὥστε δυνατὸς μὲν ὁ Πατὴρ τελείως, ὅτι Πατὴρ δυνάμεως, δύναμις δὲ ὁ Υἱὸς τε λεία, ὅτι γέννημα αὐτοῦ. Καὶ σοφία τοῦ Πατρὸς ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς ἡ τοῦ ἀνθρώπου, δι' ἧς ὁ ἄνθρωπος σοφὸς, ἀλλ' ἀπὸ σοφοῦ σοφία· περὶ οὗ λέγεται· «Μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.» Ἀλλ' οὐκ ἐγέννησεν ὁ Πατήρ. Πῶς οὖν Πατὴρ, καὶ τίνος; Εἰ δὲ ἐγέννησεν, ὁ ὤν ἐστιν ὁ γεγεννημένος. Κἀγὼ, φησὶν, ὁμολογῶ γέννη σιν· γεννᾶται γὰρ ὁ λόγος, ὅτε καὶ λαλεῖται καὶ γινώσκεται. Καὶ ποσάκις ὁ αὐτὸς, εἰπέ μοι, γεννηθήσε ται; ἢ πολλοὺς ἐρεῖς τοῦ Θεοῦ Λόγους ἑκάστοτε γεννωμένους; καὶ ποτὲ μὲν σιωπῶντα φαντασθήσῃ τὸν Θεὸν, ποτὲ δὲ λαλοῦντα, καὶ μεταβαλλόμενον ἀπὸ σιω πήσεως εἰς λαλιὰν, καὶ χείλεσιν ἀνοιγομένοις, ἢ καρδίᾳ κινουμένῃ; Οὐκ ἄνθρωπος ὁ Θεός· ὑπέλαβες, ἄνομε, ὅτι ἔσται σοι ὅμοιος ὁ Θεός; Ὦ ἄνθρωπε, κἂν ὀφθαλμοὺς ἀκούσῃς Θεοῦ, κἂν τὰ ἄλλα μέλη τὰ 28.108 σωματικὰ, μὴ σαρκικῶς νόει· ἀλλὰ δι' ὁμοιότητος τῶν σωματικῶν ἐννόει τὸ ἀσώματον. Καὶ γὰρ εἴρη ταί σοι· Πνεῦμα ὁ Θεός· οὕτω καὶ ὁ Λόγος οὐκ ἀνθρώπινος, οὐδὲ οἷος ὁ σός· Θεὸς γάρ ἐστι, κἂν μή σοι δοκῇ, καὶ οὐκ εἰσὶ δύο Θεοὶ, ὅτι μηδὲ δύο Πατέ ρες, μηδὲ ἑτερούσιος τοῦ γεννήσαντος ὁ γεγεννημένος. Ὁ μὲν γὰρ ἀρχὰς εἰσάγων δύο, δύο κηρύττει Θεούς. Αὕτη Μαρκίωνος ἡ δυσσέβεια, Θεὸν λέγοντος δίκαιον ἰδίου Χριστοῦ Πατέρα, καὶ Θεὸν ἕτερον ἀγαθὸν ἰδίου Χριστοῦ Πατέρα. Πάλιν ὁ Θεὸν ἀγένητον εἶναι λέγων, ἄλλον δὲ Θεὸν γενητὸν, δύο καὶ αὐτὸς λέγει Θεοὺς, διὰ τὴν τῆς οὐσίας διαφορὰν, ἣν βλασφήμως εἰσ άγει. Ὅπου δὲ μία μὲν ἡ ἀρχὴ, ἓν δὲ τὸ ἐξ αὐτῆς γέννημα, εἰκὼν ἀκριβεστάτη καὶ φυσική· διότι καὶ γεννητὴ ἐξ αὐτοῦ· εἷς Θεὸς, τελείας μὲν ἐν Πατρὶ τῆς θεότητος νοουμένης, τελείας δὲ καὶ ἐν Υἱῷ τῆς πατρι κῆς θεότητος ὑπαρχούσης. Ἐπεὶ καὶ διὰ τοῦ μικροῦ τούτου παραδείγματος, ὅπερ ἡ θεία Γραφὴ δεδήλω κεν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Χριστὸν ὀνο μάσασα, δύνασαι καταλαβεῖν τὸ λεγόμενον· φύγωμεν πάλιν καὶ ἐνταῦθα τὸ ἀνόμοιον τὸ ἐν τῷ παραδεί γματι, τὸ τεχνίτην καὶ ἑτερούσιον εἶναι τὴν τοῦ Θεοῦ εἰκόνα, γεννητὴν δὲ καὶ ὁμοούσιον ὁμολογῶμεν. Ὅμως δὴ οὖν ὁ τὴν εἰκόνα τοῦ βασιλέως ὁρῶν τὸν βασιλέα ὁρᾷ, καί φησιν· Ἰδοὺ, οὗτος ὁ βασιλεὺς, καὶ οὐ δύο πεποίηκε βασιλεῖς, οὐδὲ μέρος τοῦ βασι λέως τὴν εἰκόνα, ἢ τῆς εἰκόνος τὸν βασιλέα. Οὕτω τοίνυν εἷς Θεὸς ὁ Πατὴρ, καὶ μία θεότης Πατρὸς καὶ Υἱοῦ. Ὡς δὲ σὺ λέγεις, εἷς ἔσται σύνθετος ἐκ δύο μερῶν ἀτελῶν. Πρὸς δὲ ταύτην τὴν ἀσέβειαν ἀπο κλεῖσαι καλὸν τὰς ἀκοὰς, καὶ ἀπονίψασθαι τὴν ψυχήν· οὔτε γὰρ Υἱὸν οὔτε Πατέρα ὁ τοῦτο φαντα ζόμενος ὁμολογεῖ· ἐπεὶ μήτε Πατέρα, μήτε Υἱὸν ἀτελῆ νοεῖν ἐγχωρεῖ. Ἀλλ' εἴρηται, φησίν· «Ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» οὐκ ἔστι δὲ Λόγος ἐν καρδίᾳ τοῦ Υἱοῦ ὁ Πατήρ· οὐ τοίνυν οὐδὲ ὁ Υἱὸς Λόγος ἐν καρδίᾳ τοῦ Πατρὸς, ἀλλὰ Λόγος ζῶν ἀπὸ ζῶντος Πατρὸς Θεοῦ, ἀϊδίῳ γεννήσει πεφηνὼς, ἀνάρχως τῷ Πατρὶ συνών· ὡς μηδέποτε μόνον ἐπινοεῖσθαι τὸν Πατέρα. Ἀεὶ γὰρ Τριὰς ἡ Τριὰς, καὶ προσθήκην θεότητος οὐ λαμβάνει. Οὐδ' ὁ μὴ πρότερον ὢν σὺν τῷ Πατρὶ προστίθεται ὕστερον ὁ Υἱὸς, οὐδὲ τῷ Υἱῷ τὸ Πνεῦμα ἐπιγίνεται. Τὰ γὰρ ἀπό τινος ἀρχῆς γεγε νημένα καὶ ποιήματά ἐστι καὶ δοῦλα, καὶ τῇ Τριάδι συναριθμεῖται οὐδαμῶς· «Πορευθέντες γὰρ,» φησὶ, «μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐ τοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Ἀρχὴν δὲ οὔτε μίαν, οὔτε ἐξου 28.109 σίαν, οὔτε δύναμιν συνηρίθμησεν· ἀϊδίῳ γὰρ τὰ μὴ ἀΐδια συναριθμεῖσθαι ἀδύνατον, καὶ τῇ