1

 2

 3

 4

 5

 6

 7

4

νικήσει; ἡδονὴ σαρκὸς, ἢ ἁγιασμὸς ψυχῆς; ἀπόλαυσις τῶν παρόντων ἢ τῶν μελλόντων ἐπιθυμία; Ἄγγελοί σε παραλήψον ται, ἢ καθέξουσιν οἱ κατέχοντες; Ἐπὶ παρατάξεως οἱ στρατηγοὶ τὸ σύνθημα τοῖς ὑπ' αὐτοὺς διανέ μουσιν, ἵνα καὶ οἱ φίλοι ῥᾳδίως ἀλλήλους ἀνακαλῶνται, καὶ πρὸς τοὺς ἐναντίους, ἐὰν ἐν ταῖς συμπλοκαῖς ἀνα μιχθῶσιν, εὐκρινὴς δύνηται ὑπάρχειν ὁ χωρισμός. Οὐδεὶς ἐπιγνώσεταί σε, εἰ ἡμέτερος εἶ, ἢ τῶν ὑπ εναντίων, ἐὰν μὴ τοῖς μυστικοῖς συμβόλοις παράσχῃ τὴν οἰκειότητα, ἐὰν μὴ σημειωθῇ ἐπὶ σὲ τὸ φῶς τοῦ προσώπου Κυρίου. Πῶς ἀντιποιηθῇ σου ὁ ἄγγελος; πῶς δὲ ἀφέληται τῶν ἐχθρῶν, ἐὰν μὴ ἐπιγνῷ τὴν σφραγῖδα; Πῶς δὲ σὺ ἐρεῖς, Τοῦ Θεοῦ εἰμι, μὴ ἐπι φερόμενος τὰ γνωρίσματα; Ἢ ἀγνοεῖς, ὅτι τὰς ἐσφραγισμένας οἰκίας ὁ ὀλοθρευτὴς ὑπερέβαινεν, ἐν δὲ ταῖς ἀσφραγίστοις κατεφόνευε τὰ πρωτότοκα;

Ἀσφράγιστος θησαυρὸς εὐεπιχείρητος κλέπταις· πρόβατον ἀσημείωτον ἀκινδύνως ἐπιβουλεύεται. Νέος εἶ; ἀσφάλισαι τὴν νεότητα τῷ τοῦ βαπτί σματος χαλινῷ. Παρέδραμεν ἡ ἀκμή; μὴ ζημιωθῇς τὰ ἐφόδια, μὴ ἀπολέσῃς τὸ φυλακτήριον, μὴ περὶ τῆς ἑνδεκάτης ὥρας ὡς περὶ πρώτης διανοοῦ· ὅπου γε προσήκει καὶ τὸν ἀρχόμενον τοῦ βίου ἐν ὀφθαλ μοῖς ἔχειν τὴν τελευτήν. Εἴ τις ἰατρῶν ἐπηγγέλλετό σοι μηχαναῖς τισι καὶ ἐπινοίαις νέον ποιήσειν ἐκ γέ 31.433 ροντος, οὐκ ἂν ἐπεθύμησας ἐλθεῖν ἐκείνην τὴν ἡμέ ραν, ἐν ᾗ σεαυτὸν ὁρᾷν ἔμελλες πρὸς ἀκμὴν ὑπο στρέφοντα; Ἐπειδὴ δὲ τὴν ψυχήν σου ἀναθα λήσειν ἐπαγγέλλεταί σοι τὸ βάπτισμα, ἣν σὺ ἐπαλαίω σας, καὶ ῥυσὴν αὐτὴν ἐκ τῶν ἀνομιῶν, καὶ ἐσπιλωμένην ἀπέδειξας, καταφρονεῖς τοῦ εὐεργέτου, καὶ οὐ προστρέχεις τῷ ἐπαγγέλματι. Οὐκ ἐπιθυμεῖς ἰδεῖν τί τὸ μέγα θαῦμα τῆς ὑποσχέσεως; πῶς ἄνευ μητρὸς ἀναγεννᾶται ἄνθρωπος; πῶς ὁ παλαιούμενος καὶ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης σφριγᾷ πάλιν, καὶ ἀνηβᾷ, καὶ εἰς τὸ ἀληθινὸν ἄνθος τῆς νεότητος ἐπανέρχεται; Βάπτισμα αἰχμαλώτοις λύτρον, ὀφλημάτων ἄφεσις, θάνατος ἁμαρτίας, παλιγ γενεσία ψυχῆς, ἔνδυμα φωτεινὸν, σφραγὶς ἀνεπι χείρητος, ὄχημα πρὸς οὐρανὸν, βασιλείας πρόξενον, υἱοθεσίας χάρισμα. Τοσούτων ἀγαθῶν καὶ τηλικού των, ἄθλιε, προτιμοτέραν ἄγεις τὴν ἡδονήν; Νοῶ γάρ σου τὴν ὑπέρθεσιν, κἂν περιστέλλῃ τοῖς ῥήμασιν· αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς. Ἔασον, ἀποχρήσωμαι τῇ σαρκὶ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰσχρῶν, ἐγκυλισθῶ τῷ βορβόρῳ τῶν ἡδονῶν, αἱμάξω τὰς χεῖρας, ἀφέλωμαι τὰ ἀλ λότρια, δολίως πορευθῶ, ἐπιορκήσω, ψεύσωμαι· καὶ τότε τὸ βάπτισμα, ὅταν λήξω ποτὲ τῶν κακῶν, ὑποδέξομαι. Εἰ μὲν οὖν καλὸν ἡ ἁμαρτία, φύ λασσε ταύτην εἰς τέλος· εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις; Οὐδεὶς, χολὴν ἐμέσαι ζητῶν, ἐκ πονηρᾶς καὶ ἀκολάστου διαίτης πολυπλα σίονα ταύτην ἑαυτῷ συναθροίζει. Καθαίρειν προσῆκε τῶν λυπούντων τὸ σῶμα, οὐ μέντοι κατασκευάζειν τὴν νόσον μείζονα τῆς δυνάμεως. Φαίνεται ἡ ναῦς μέχρι τίνος τὸ βάρος τῶν ἀγωγίμων ὑφίσταται, τὸ δὲ ὑπὲρ τοῦτο καταβαπτίζει. Φοβήθητι μὴ καὶ σὺ τὰ παραπλήσια πάθῃς, καὶ μείζονα τῆς ἀφέσεως ποιήσας τὰ ἁμαρτήματα, πρὸ τῶν ἐλπισθέντων λιμένων ὑποστῇς τὸ ναυάγιον.

Οὐ βλέπει Θεὸς τὰ γινόμενα; ἢ οὐ νοεῖ σου τὰ ἐνθυμήματα; ἢ συνερ γάζεταί σοι τὰς ἀνομίας; Ὑπέλαβες ἀνομίαν, φησὶν, ὅτι ἔσομαί σοι ὅμοιος. Σὺ δὲ, ἀνδρὸς μὲν θνη τοῦ φιλίαν πραγματευόμενος, δι' εὐεργεσίας αὐτὸν προσάγῃ, ἐκεῖνα λέγων καὶ πράττων οἷσπερ ἂν αἴσθῃ χαίροντα· Θεῷ δὲ προσοικειούμενος, καὶ εἰς τὴν υἱοῦ τάξιν ἐλπίζων παραδεχθήσεσθαι, τὰ ἐχθρὰ τῷ Θεῷ 31.436 πράττων, καὶ διὰ τοῦ νόμου παραβάσεως ἀτιμάζων αὐτὸν, ἐξ ὧν μάλιστα προσκρούεις, ἐκ τούτων ἐλπί ζεις τὴν οἰκειότητα; Ὅρα μὴ ἐπ' ἐλπίδι τῆς ἀπο λυτρώσεως, πλῆθος κακῶν σεαυτῷ συλλεξάμενος, τὴν μὲν ἁμαρτίαν συναθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. Θεὸς οὐ μυκτηρίζεται. Μὴ ἐμπορεύου τὴν χάριν. Μὴ εἴπῃς· Καλὸς μὲν ὁ νόμος, ἀλλ' ἡδίων