4
δὲ ἅμα τοῖς πρεσβυτέροις καταπασσάμενος χοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ οὕτω διὰ κλήρου φωραθεὶς ὁ ἔνοχος τὴν εἰρημένην ἔδωκε δίκην. Ἄλλ' ἴσως ἐρεῖ τις ὑποπτεύεσθαι μὲν τούτους εἰκότως καὶ ἐπ' ἄλλοις ἁμαρτήμασιν, ἀφ' ὧν καὶ ἐν τούτοις ἑάλωσαν· μόνων δὲ τούτων, ὡς χαλεπω τέρων καὶ θανάτου ἀξίων, ἐπιμνησθῆναι τὴν ἁγίαν Γραφήν. Ἀλλ' εἰ καὶ λίαν εἴη ὁ τοιοῦτος τολμηρὸς προστιθέναι τι καὶ ὑφαιρεῖν, μὴ καὶ Μαρίας ἄρα τῆς ἀδελφῆς Μωϋσέως κατηγορήσει πλῆθος ἁμαρτημάτων, ἧς τὴν ἀρετὴν οὐδένα τῶν πιστῶν οἶμαι διαλανθάνειν;
Αὕτη κατὰ Μωϋσέως ἐπειδὴ 31.664 εἶπέ τι μόνον ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθὲς (Γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ), τοσαύτης ἐπειράθη τῆς ἀγανακτήσεως τοῦ Θεοῦ, ὡς μηδὲ αὐτοῦ Μωϋσέως ἱκετεύοντος συγχωρη θῆναι αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Αὐτὸν τοί νυν ὅταν ἴδω Μωϋσέα, τὸν τοῦ Θεοῦ θεράποντα, τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα τιμῆς παρὰ Θεοῦ, οὕτω δὲ πολλάκις ὑπ' αὐτοῦ μαρτυρηθέντα, ὡς ἀκοῦσαι· Οἶδά σε παρὰ πάντας, καὶ εὕρηκας χάριν ἐνώπιόν μου· τοῦτον ὅταν ἴδω ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας οὐδενὸς ἕνε κεν ἑτέρου, ἢ ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι διὰ ἀπορίαν ὕδατος, Μὴ ἐκ ταύτης τῆς πέτρας ἐξάξομεν ὑμῖν ὕδωρ; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν δεχόμενον, εἰς τὴν γῆν τῆς ἐπ αγγελίας οὐκ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον· ὅταν ἴδω τοῦ τον παρακαλοῦντα, καὶ μὴ συγχωρούμενον· ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορ θώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ ῥήματι καταξιούμε νον, ὄντως μὲν ὁρῶ Θεοῦ ἀποτομίαν, κατὰ τὸν Ἀπό στολον, ὄντως δὲ ἐκεῖνο ἀληθὲς εἶναι πείθομαι τό· Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρ τωλὸς ποῦ φανεῖται; Καὶ τί ταῦτα λέγω, Ἐκείνης ὅταν ἀκούσω τῆς φοβερᾶς τοῦ Θεοῦ ἀποφάσεως, ἣν καὶ κατὰ τοῦ μίαν ἐντολὴν ἐπ' ἀγνοίᾳ παρα βεβηκότος ἀποφαίνεται, οὐκ ἔχω πῶς ἐπαξίως φο βηθῶ τῆς ὀργῆς τὸ μέγεθος. Γέγραπται γάρ· Καὶ ψυχὴ ἐὰν ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πα σῶν τῶν ἐντολῶν Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρ τίαν, οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου, εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησε, καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ. Ἐπλημμέλησε γὰρ πλημ μέλειαν ἔναντι Κυρίου.
Εἰ δὲ ἐπὶ τῶν κατὰ ἄγνοιαν οὕτως ἀπαραίτητον τὸ κρῖμα, καὶ ὑπὲρ τῆς καθάρ σεως ἡ θυσία ἀναγκαία, ἣν καὶ ὁ δίκαιος Ἰὼβ μαρ τυρεῖται προσφέρειν ὑπὲρ τῶν υἱῶν, τί ἄν τις εἴποι περὶ τῶν ἐν γνώσει ἁμαρτανόντων, ἢ τῶν τούτοις ἐφησυχαζόντων; Καὶ ἵνα μὴ δόξωμεν στοχασμοῖς αὐτὸ μόνον εἰκόσιν ἀναλογίζεσθαι τὴν κατὰ τούτων ἀγανάκτησιν, αὐτῆς πάλιν ἀναγκαῖον μνημονεῦσαι τῆς θεοπνεύστου Γραφῆς, ἀρκούσης ἐπὶ τοῦ παρόντος καὶ διὰ μιᾶς ἱστορίας παραστῆσαι τὸ κρῖμα τῶν τοιούτων. Καὶ υἱοὶ, φησὶν, Ἠλεὶ τοῦ ἱερέως, υἱοὶ λοιμοί. Τούτοις δὲ τοιούτοις οὖσιν, ὅτι μὴ ἐπεξῆλθε σφοδρότερον ὁ πατὴρ, τοιαύτην ἐκίνησεν ὀργὴν τῇ μακροθυμίᾳ τοῦ Θεοῦ, ὥστε, ἐπαναστάντων τῶν ἀλλοφύλων, τοὺς μὲν υἱοὺς αὐτοῦ ἐκείνοις ἀναιρεθῆ ναι κατὰ τὸν πόλεμον ἐν ἡμέρᾳ μιᾷ, ἡττηθῆναι δὲ 31.665 σύμπαντα τὸν λαὸν, καὶ τούτων πεσεῖν ἱκανοὺς, γε νέσθαι δὲ καὶ περὶ τὴν κιβωτὸν τῆς ἁγίας τοῦ Θεοῦ διαθήκης, ἃ μήτε ἠκούσθη ποτὲ πρότερον, ὥστε, ἧς οὔτε Ἰσραηλίταις, οὔτε μὴν αὐτοῖς ἱερεῦσιν ἅπασιν, οὐδὲ πάντοτε ἅπτεσθαι θεμιτὸν ἦν, οὐδὲ τόπος αὐτὴν ὁ τυχὼν ὑπεδέχετο, ταύτην ὑπὸ χειρῶν ἀσεβῶν ἄλλοτε ἀλλαχόθεν μετακομίζεσθαι, καὶ ἀντὶ τῶν ἁγίων, εἰδώλων ναοῖς ἐναποτίθεσθαι. Ἐφ' οἷς πόσον τινὰ συνέβαινεν εἶναι, καὶ κατ' αὐτοῦ τοῦ ὀνόματος τοῦ Θεοῦ, γέλωτα καὶ χλεύην παρὰ τοῖς ἀλλοφύλοις, στοχάζεσθαι πάρεστιν. Ἐπὶ τούτοις καὶ αὐτὸς ὁ Ἠλεὶ τέλει χρησάμενος οἰκτροτάτῳ ἀναγέγραπται· δεξάμενος ἀπειλὴν τοῦ καὶ τὸ σπέρμα