De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τῷ αὐτῷ Τριβουναλίῳ δεξιᾷ καὶ ἀριστερᾷ ἵστανται πλησίον τῶν λύχνων ἀπὸ τῶν δήμων· καὶ ἐπέκεινα οἱ κατὰ τὸν τότε καιρὸν ἐντυγχάνοντες ἐνταῦθα ἐθνικοί, καὶ μὴν καὶ τὰ συστήματα τῆς πόλεως καὶ οἱ περὶ τὸν ὕπαρχον ὀφφικιάλιοι, μετὰ καὶ τοῦ συμπόνου καὶ τοῦ λογοθέτου τοῦ πραιτωρίου. Καὶ εἶθ' οὕτως ἀπὸ τῶν ἐκεῖσε διέρχονται οἱ δεσπόται ἕως τοῦ τρικλίνου τῶν Σχολῶν, καὶ ἐν τῷ προπυλαίῳ τῶν Ἁγίων Ἀποστόλων διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ· καὶ γίνεται ἐκεῖσε δευτέρα δοχή, καὶ δέχεται ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβιτος μετὰ καὶ τοῦ περατικοῦ αὐτοῦ δήμου τῶν Πρασίνων, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς προείρηται ἐν τῇ πρώτῃ δοχῇ. Καὶ εἶθ' οὕτως γίνεται τρίτη δοχὴ ἔνδοθεν τῆς Χαλκῆς, ἤγουν εἰς τὴν πύλην τῶν Σχολῶν 1.10 τὴν εἰσφέρουσαν εἰς τὸν θόλον τῆς Χαλκῆς, καὶ δέχεται κἀκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς προείρηται· καὶ τὰ ἔνδοθεν τῆς χαλκῆς πύλης εἰς τὸν μέγαν θόλον δεξιὰ μὲν ἵσταται τὸ ἰατρεῖον ἐπευχόμενον τοῖς δεσπόταις, ἀριστερὰ δὲ οἱ τῆς παλαίστρας, καὶ αὐτοὶ εὐφημοῦντες τοὺς δεσπότας· "Εἰς πολλοὺς χρόνους καὶ ἀγαθοὺς ὁ Θεὸς ἀγάγοι", καὶ τὰ ἑξῆς. Καὶ ἐξιόντων τῶν δεσποτῶν εἰς τὴν χαλκῆν πύλην· ἐκεῖσε γὰρ ἵστανται δεξιὰ καὶ ἀριστερὰ οἱ ὀργανάριοι· εὐφημοῦντες κατὰ τύπον τοὺς δεσπότας. Καὶ εἶθ' οὕτως γίνεται δοχὴ τετάρτη ἔξω τοῦ καγκέλλου τῆς Χαλκῆς, καὶ δέχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, δηλονότι ὄπισθεν τοῦ δημάρχου ἱσταμένου καὶ τοῦ δευτερεύοντος αὐτοῦ, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς προείρηται. Καὶ ἀπὸ τῶν ἐκεῖσε γίνεται πέμπτη δοχὴ πρὸ τῆς μεγάλης πύλης τῆς εἰσφερούσης εἰς τὸν Αὐγουστέωνα, καὶ δέχεται κἀκεῖσε ὁ δήμαρχος τῶν Πρασίνων μετὰ καὶ τοῦ δήμου τοῦ Ῥουσίου, δηλονότι ὄπισθεν τοῦ δημάρχου ἱσταμένου καὶ τοῦ δευτερεύοντος αὐτοῦ, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς εἴρηται. Καὶ μετὰ ταύτην γίνεται ἕκτη δοχὴ εἰς τὸ ὡρολόγιον τῆς Ἁγίας Σοφίας, καὶ δέχεται κἀκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς προείρηται. Καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχονται οἱ δεσπόται διὰ τῆς Ὡραίας Πύλης, καὶ ἀποστέφονται ὑπὸ τῶν πραιποσίτων ἔνδον τοῦ βήλου τοῦ κρεμαμένου εἰς τὴν καμάραν, ἤγουν εἰς τὸ προπύλαιον τοῦ νάρθηκος, Ὁ δὲ πατριάρχης ἐκδέχεται εἰς τὴν πύλην τοῦ νάρθηκος μετὰ τῆς συνήθους 1.11 αὐτοῦ ὑπηρεσίας καὶ τάξεως, καὶ μετὰ τὸ ἀποστεφθῆναι τοὺς δεσπότας εἰσέρχονται πρὸς τὸν πατριάρχην, καὶ ἐν πρώτοις μὲν προσκυνοῦσι τὸ ἅγιον Εὐαγγέλιον βασταζόμενον ὑπὸ τοῦ ἀρχιδιακόνου, καὶ εἶθ' οὕτως χαιρετίζουσι τὸν πατριάρχην, καὶ ἀσπάζονται αὐτόν, καὶ ἀπέρχονται ἕως τῶν βασιλικῶν πυλῶν, κἀκεῖσε διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ τῆς εὐχῆς ὑπὸ τοῦ πατριάρχου τελουμένης, γίνεται ἡ εἴσοδος. Τὰ δὲ σκῆπτρα καὶ πάντα τὰ προγεγραμμένα σκεύη εἰσέρχονται, καὶ ἵστανται εἰς τὴν ἐκκλησίαν δεξιὰ καὶ ἀριστερὰ εἰς τοὺς ἰδίους τόπους· τὰ δὲ ῥωμαῖα βῆλα καὶ τὰ πτυχία ἵστανται ἔνθεν κἀκεῖθεν τῆς σωλέας, ὁ δὲ τοῦ ἁγίου Κωνσταντίνου σταυρὸς εἰς τὸ δεξιὸν μέρος τοῦ βήματος. Οἱ δὲ μάγιστροι καὶ ἀνθύπατοι καὶ οἱ λοιποὶ συγκλητικοί, μετὰ καὶ τῶν βασιλικῶν ἀνθρώπων, ἵστανται καὶ αὐτοὶ εἰς τὸ δεξιὸν μέρος τῆς ἐκκλησίας εἰς τοὺς ἰδίους τόπους, ἔνθα καὶ οἱ δεσπόται διέρχονται. Καὶ ὅτε φθάσωσιν οἱ δεσπόται εἰς τὰ ἅγια θύρια εἰς τὸ πορφυροῦν ὀμφάλιον, εἰσέρχεται μόνος ὁ πατριάρχης ἔνδοθεν τῶν κιγκλίδων, κρατῶν τὸ εὐώνυμον ἅγιον θυρίον. Καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστήσαντες τῷ Θεῷ οἱ δεσπόται, εἰσέρχονται προσκυνοῦντες τὴν ὑπὸ τοῦ πατριάρχου κρατουμένην ἁγίαν θύραν, καὶ ἐπὶ τῆς ἁγίας τραπέζης γενόμενοι, ἀσπάζονται τὸ ταβλὶν τῆς ἁγίας ἐνδυτῆς, δηλονότι ὑπὸ τοῦ πατριάρχου τοῦτο σηκούμενον, καὶ τοῖς δεσπόταις πρὸς ἀσπασμὸν προσαγόμενον, καὶ εἶθ' οὕτως ἁπλοῦσιν ἐπάνω τῆς ἁγίας τραπέζης τοὺς δύο, κατὰ τὸ εἰωθὸς, λευκοὺς ἀέρας, καὶ προσκυνοῦσι διὰ χειρὸς τοῦ πατριάρχου τὰ ἐπιδιδόμενα αὐτοῖς δύο ἅγια ποτήρια καὶ τοὺς δύο ἁγίους δίσκους καὶ τὰ ἅγια σπάργανα. Καὶ εἶθ' 1.12 οὕτως διὰ τοῦ δεξιοῦ μέρους τοῦ αὐτοῦ ἁγίου βήματος εἰσέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου εἰς τὸ κυκλίν, ἐν ᾧ ἵδρυται ἡ διάχρυσος ἁγία σταύρωσις, καὶ πάλιν ἐκεῖσε, κατὰ τὸ εἰωθός, διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ ἐπιδίδωσιν ὁ πατριάρχης τῷ μεγάλῳ βασιλεῖ τὸν θυμιατόν, καὶ θυμιᾷ τὴν αὐτὴν ἁγίαν