ᾐτεῖτο· ἀμετανόητος γάρ, ἀλλ' ἵνα εἰς κενοδοξίαν ἑλκύσῃ τὸν Χριστόν. ὅπερ εἰδὼς ὁ σωτὴρ οὐχ ὑπήκουσεν αὐτοῦ. 32 Mt 4, 3-4 Εἰς φιλοδοξίας πάθος θέλων ἑλκύσαι ὁ σατανᾶς τὸν Χριστὸν οὐκ εἶπεν αὐτῷ φάγε, ἀλλὰ ποίησον σημεῖον. τοῦτο δ' ἐποίει, οὐχ ἵνα ὠφε ληθῇ, ἀλλ' ἵνα, ὅπερ εἶπον, εἰς κενοδοξίαν ἑλκύσῃ αὐτόν· ὅπερ εἰδὼς ὁ Χριστὸς οὐχ ὑπήκουσεν αὐτῷ. τούτῳ τῷ σκοπῷ καὶ τοῖς Φαρισαίοις θέλουσιν ἀπ' αὐτοῦ σημεῖον ἰδεῖν οὐκ ἐπένευσεν· οὐ γὰρ ἀνενδοιάστῳ καρδίᾳ προσῄεσαν αὐτῷ ὡς θεῷ, ἀλλ' ὡς ἄνθρωπον ἐπείραζον. ἔστω οὖν οὗτος ἄπτωτος τοῖς ἁγίοις κανὼν πρὸς ἀπίστους ἢ πειράζοντας τὸ μὴ φιλοδοξεῖν ἐπ' οὐδενὶ χρησίμῳ. 33 Mt 4, 12 ∆ιδασκαλίας ἐστὶ τὸ ἀναχωρεῖν τὸν Ἰησοῦν. σαφῶς ὁ λόγος διδά σκει, ὅτι οὐ χρή τινα ἐπὶ τὸ διδασκαλεῖον ἐλθεῖν, εἰ μὴ πρότερον βαπτι σθῇ καὶ τύχῃ πνεύματος ἁγίου καὶ νηστεύσῃ ὁλοκλήρως καὶ νικήσῃ πᾶν εἶδος πειρασμοῦ ὡς ὁ τύπος τῆς ἀληθείας ἐν Χριστῷ ἤρξατο καὶ διὰ Χριστοῦ γίνεται. 34 Mt 4, 12-16 Οὐ διὰ δειλίαν δὲ ὑπεχώρησεν, ἀλλ' ἡμᾶς δι' ὧν ἐποίει διδάσκων ὑποχωρεῖν τοῖς διώκουσιν. ἀναχωρεῖ δὲ ἐκ τῆς Ἰουδαίας ἐπὶ τὰ ἔθνη, δεικνὺς ὅτι οὐ μόνον ὅταν εἰς αὐτὸν τὸν θεὸν ἐνυβρίσωσιν Ἰουδαῖοι ἀφίσταται αὐτῶν, ἀλλὰ καὶ ὅτε εἰς τοὺς ἁγίους προφήτας ἁμαρτάνουσιν. φῶς δὲ μέγα ἐστὶ Χριστὸς ὁ κύριος ἡμῶν καὶ ἡ φαιδρότης τοῦ εὐαγγε λικοῦ κηρύγματος, οὐ μὴν ὁ νόμος, ὃς λύχνῳ ἦν ἀπεικασθείς. διὸ ἀεὶ ἐν τῇ σκηνῇ λύχνος ἐκαίετο διὰ τὸ βραχὺ τῆς τοῦ νόμου αὐγῆς ἄχρι μόνων τῶν Ἰουδαϊκῶν ὅρων ἰσχύων ἐκπέμψαι τὸ ἴδιον φῶς. οὐκοῦν οἱ ἐθνικοὶ ἐν σκότει ἦσαν ὡς μηδὲ τὸ λυχνιαῖον ἔχοντες φῶς. 36 Mt 4, 17 Ἔν τισι τὸ μετανοεῖτε οὐ κεῖται. εἰ δὲ τὰ αὐτὰ ὁ σωτὴρ Ἰω άννῃ λέγει, εἷς ὁ πέμψας ἀμφοτέρους θεός. καὶ τάχα Ἰωάννης μὲν ὡς "ἑτοιμάζων" θεῷ "κατεσκευασμένον" πρῶτος λέγει μετανοεῖτε, Ἰη σοῦς δὲ ἡτοιμασμένα παραλαβὼν μηκέτι δεόμενα μετανοίας οὐ λέγει μετανοεῖτε. οὐκ ἀντικηρύσσων δὲ νόμῳ καὶ προφήταις, πληρώσαντι δὲ Ἰωάννῃ τὴν παλαιὰν κηρύσσειν ἤρξατο τὴν νέαν, αὐτὸς ἀρχὴ γενό μενος αὐτῆς. διὸ ἐπὶ Ἰωάννου οὐ γέγραπται τὸ ἤρξατο· πέρας γὰρ ἦν. καὶ ὅτι ὁ μὲν ἐν ἐρήμῳ κηρύσσει, ὁ δὲ ἐν λαῷ. ἡ δὲ βασιλεία τῶν οὐρανῶν οὐκ ἐν τόπῳ ἐστίν, ἐν δὲ διαθέσει· "ἐντὸς" γὰρ "ἡμῶν ἐστιν". ὅρα δὲ εἰ Ἰωάννης μὲν κηρύσσει ἐγγίζουσαν βασιλείαν οὐρανῶν, βασι λεὺς Χριστὸς ἣν παραδώσει "τῷ θεῷ καὶ πατρί". 37 Mt 4, 23 Εἰ δέ τις ἐρωτᾷ, τίς ἡ διαφορὰ νόσου καὶ μαλακίας, ἀποκρινού μεθα, ὅτι μαλακία μέν ἐστιν ἡ πρόσκαιρος ἀνωμαλία τοῦ σώματος, νόσος δὲ ἀσυμμετρία τῶν ἐν τῷ σώματι στοιχείων. χρὴ δὲ καὶ τοῦτο ἐπισημήνασθαι, ὅτι ἡ κληρουχία τῆς φυλῆς τοῦ "Ζαβουλὼν καὶ Νεφθα λεὶμ" ἄχρι Σιδῶνος ἐθνικῆς πόλεως παρετέτατο καὶ ὅτι ἀναμὶξ τοῖς ἔθνεσιν Ἰουδαῖοι κατῴκουν λοιπόν. ἑρμηνεύεται δὲ "Ζαβουλὼν" μὲν εὐοδία καὶ εὐλογία, "Νεφθαλεὶμ" δὲ στέλεχος ἀνειμένον ἤγουν φυτὸν παρατεινόμενον. γεγόνασιν δὲ ταῦτα οἱ εἰς Χριστὸν πιστεύσαντες· εὐόδως γὰρ πορευόμενοι τῆς θείας εὐλογίας ἠξιώθησαν καὶ τοῖς καλοῖς ἅπασιν ἐνεπλαντύνθησαν οἱ πρὶν ἐν Γαλιλαίᾳ ὄντες, ἥτις κατακυλιστὴ ἑρμη νεύεται, τοῦτ' ἔστιν οἱ κατακυλιόμενοι κατὰ τῶν βαράθρων τῆς ἀπω λείας. 38 Mt 5, 9 Εἰρηνοποιός ἐστιν ὁ τὴν ἄλλοις φαινομένην μάχην τῶν γραφῶν ἀποδεικνὺς συμφωνίαν, παλαιῶν πρὸς καινάς, νομικῶν πρὸς προφητι κάς, εὐαγγελικῶν πρὸς εὐαγγελικάς. διὸ μιμησάμενος τὸν υἱὸν τοῦ θεοῦ υἱὸς κληθήσεται ἔργῳ τὸ "πνεῦμα" τῆς "υἱοθεσίας" λαβών. 39 Mt 5, 9 Εἰρηνοποιοὶ δὲ οὐ μόνον οἱ φιλοποιοῦντες τοὺς ἐχθρούς, ἀλλὰ καὶ οἱ τὸν θυμὸν καὶ τὴν κακὴν ἐπιθυμίαν ἐξημεροῦντες, βιοῦντές τε ὀρθῶς ἔργῳ καὶ λόγῳ διὰ πίστεως ἀπταίστου, πλὴν καὶ οἱ μεταδιδάσκον τες τοὺς ἀπίστους καὶ ἄγοντες πρὸς τὴν πίστιν ὡς τοὺς ἐχθροὺς τοῦ θεοῦ