εἰσόμεθα γὰρ ὧδε. καὶ λίαν εὐκόλως, ὅποι περ ἂν βλέπῃ τῆς προφητείας ὁ σκοπός. Τελευταῖος μὲν οὖν ὠνόμασται Ἱεροβοὰμ ὁ τοῦ Ἰωὰς, βασιλεὺς Ἰσραήλ· γέγονε δὲ πρὸ Ἀζαρίου, τοῦ καὶ Ὀζίου.ἰστέον δὲ, ὅτι ἕτερος ἡμῖν παρὰ τὸν πρῶτον ἐστὶν, ὃς ἐν καιροῖς γέγονε τῆς βασιλείας Ῥοβοὰμ, υἱοῦ Σολομῶνος· πλὴν ἰσότροπος ἐκείνῳ καὶ εἰς ἀσέβειαν ἐμφερής. γέγραπ- ται γὰρ ὡδὶ περὶ αὐτοῦ "Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμα-"σίου υἱοῦ Ἰωὰς βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἱεροβοὰμ"υἱὸς Ἰωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ, τεσσαράκοντα καὶ ἓν "ἔτος. καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, οὐκ "ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς "ἐξήμαρτε τὸν Ἰσραήλ." ὁρᾷς, ὅπως ζηλωτὴς τῶν ἐκείνου 1.9 γέγονε τρόπων, τὴν ἴσην ὥσπερ ἁμαξιτὸν ἐρχόμενος, καὶ οἱονεὶ κατὰ πόδας τῆς ἐκείνου δυσσεβείας ἐλθών; εἶτα, τί φησι τὸ γράμμα τὸ ἱερόν; "Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ "τοῦ Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, ἐβασίλευσεν Ἀζαρίας"υἱὸς Ἀμασίου βασιλέως Ἰούδα, ὃς ἑκκαίδεκα ἐτῶν ἦν, ἐν "τῷ βασιλεύειν αὐτόν, καὶ δύο καὶ πεντήκοντα ἔτη "ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ "̔Ιεχελία ἐξ Ἱερουσαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφ- "θαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀμασίας ὁ "πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς "ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. καὶ ἥψατο Κύριος "τοῦ βασιλέως, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου "αὐτοῦ." Εὐσεβὴς μὲν καὶ φιλόθεος ὁ Ὀζίας, πλὴν οὐχ ὁλοτρόπως· οὐ γὰρ περιεῖλε τὰ ὑψηλὰ, φησὶν, ἀλλ' ἐθυ- μίων ἐν αὐτοῖς καὶ τοῖς δαιμονίοις προσῆγον θυσίας οἱ πλα- νώμενοι. εἶτα παρενεχθεὶς Ἀζαρίας, ἤγουν ὁ Ὀζίας, εἰς ἐκτόπους ἐννοίας, ᾠήθη πρέπειν τῇ τῆς βασιλείας δόξῃ καὶ τὸ χρῆναι πληροῦν τὰ νενομισμένα τῷ Θεῷ, καὶ λειτουργίας ἀντέχεσθαι τῆς ἱερᾶς· καὶ δὴ καὶ τέθυκε δι' ἑαυτοῦ, τῶν διὰ Μωυσέως ἀλογήσας νόμων. ἐπειδὴ δὲ ἀναβέβηκεν εἰς τὴν οὐδαμόθεν αὐτῷ πρέπουσαν λειτουργίαν, φημὶ δὴ τὴν ἱερὰν, "Ηψατο, φησὶ, Κύριος αὐτοῦ, καὶ ἦν λελεπρωμένος ἕως "ἡμέρας θανάτου." ἀκάθαρτος μὲν οὖν κατὰ νόμους ὁ λεπρός, καὶ ἀπεπέμποντο τῆς παρεμβολῆς οἱ τῷ τοιῷδε πάθει κατειλημμένοι. ἔφη γάρ ποτε Θεὸς πρὸς τὸν ἱερο- φάντην Μωυσέα "Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποσ- "τειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ γονοῤῥυῆ, "καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ." ἐπετιμᾶτο δὲ τῇ νόσῳ, τετολμηκὼς ἃ μὴ θέμις, καὶ ἀτιμίαν τοῦ βασιλέως κατεψη- φίσατο Θεὸς τὴν ἱερὰν ἁρπάσαντος δόξαν. Ἐπειδὴ δὲ τῆς προφητείας ἡ δύναμις οὐκ εἰς μόνον βλέπει 1.10 τὸν Ἰούδαν, τουτέστι, τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ἔρχεται δὲ 1.10 καὶ ἐπὶ τὸν Ἰσραὴλ, τουτέστι, τὰς δέκα φυλὰς τὰς ἐν τῇ Σαμαρείᾳ, φέρε λέγωμεν ἀναγκαίως τοὺς ἐπ' αὐτὸν βεβασι- λευκότας ἐν ἡμέραις Ἀζαρίου, τοῦ καὶ Ὀζίου, καὶ ποίαις αὐτοὺς συμβέβηκεν ἐναλῶναι συμφοραῖς κατηῤῥωστηκότας ἐκτόπως τὴν βέβηλον εἰδωλολατρείαν. ἤδη τοίνυν εἰκοστὸν καὶ ὄγδοον ἔτος ἐν τῷ βασιλεύειν ἔχοντος Ὀζίου, τοῦ καὶ Ἀζαρίου, Ἀζαρίας ἕτερος, [τοῦ] Ἱεροβοὰμ, βεβασίλευκεν ἐπὶτὸν Ἰσραὴλ μῆνας ἕξ. ἐπειδὴ δὲ καὶ αὐτὸς ἐν ὁδῷ πεπό- ρευται τοῦ πατρὸς, καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, δέδοταί τισι τῶν οἰκείων εἰς σφαγὴν, καὶ δὴ καὶ διόλλυται. προϊόντος δὲ τοῦ καιροῦ λοιπὸν, ἐν ἔτει τρια- κοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας Ὀζίου, χρίεται πάλιν ἐπὶ τὸν Ἰσραὴλ ὁ Σελούμ, καὶ βεβασίλευκε μηνὸς ἡμέρας· ἀνῄ- ρηται γὰρ εὐθὺς ὑπὸ Μαναῒμ υἱοῦ Γαζῆ τοῦ ἐκ Θερσίν. ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν, ὅτι γεγόνασιν υἱοὶ, καὶ ἐξ αἵματος ἦσαν ἀμφότεροι τοῦ Ἰηοῦ, ὃς ἀπέκτεινε τὸν Ἀχαὰβ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν Ἰεζάβελ, ᾧ καὶ ὑπέ-σχετο ὁ Θεὸς, λέγων "Υἱοὶ τέταρτοι καθήσονται ἐπὶ τοῦ "θρόνου σου." βεβασίλευκε τοίνυν ὁ Μαναῒμ ἐπὶ τὸν Ἰσραὴλ, ἀπεκτονὼς τὸν Σελούμ. "Καὶ ἐποίησε, φησὶ, τὸ "πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν "ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ." βασιλεύοντος δὲ αὐτοῦ, φημὶ δὴ τοῦ Μαναῒμ, καὶ Θεῷ προσκρούοντος, διὰ τὸ προ[σ]κεῖσθαι λίαν ταῖς τῶν εἰδώλων ψευδολατρείαις, καταστρατεύεται τῆς Σαμαρείας Φούλας βασιλεὺς