1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

4

φασὶν, ἐγενήθημεν ὡς ἐνυπνιαζόμενοι, ἀλλ' οὐχ ὕπαρ τὴν ἐλευθε 24.17 ρίαν ἡμῶν φανταζόμενοι· ἔσται δὲ ὕπαρ καὶ ἐναργὴς ἡμῶν ἡ χαρὰ, ἐπειδὰν καὶ οἱ λοιποὶ ἡμῶν ἀδελφοὶ ἀπὸ τῆς αἰχμαλωσίας ἐπανέλθωσιν· ἐφ' ᾧ καὶ τὰ ἔθνη μακαριοῦσιν ἡμᾶς, ὡς ἴδια μέλη κομισαμένους· ἓν γὰρ τὸ σῶμα τῶν σωζομένων. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. Τοὺς λέγοντας τὰ θεῖα ἐφ' οἷς καρπὸς πνεύματος, χαρὰ τοῖς ἀκούουσιν τὸ μὲν στόμα γίνεται καὶ ἐπληρώθη χαρᾶς, ἡ δὲ γλῶσσα ἀγαλλιάσεως, ἀφ' ὧν ῥεῖ χαρὰ καὶ ἀγαλλίασις· τούτων δὲ γινομένων, οἱ ἀπὸ τῶν ἐθνῶν διδασκόμενοι λέγουσιν· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν· καὶ περὶ ἑαυτῶν δέ φασιν εὐχαριστοῦντες· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν· ἐγενήθημεν εὐφραινόμενοι. Ἐπὶ μὲν τῶν ποταμῶν Βαβυλῶνος ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· ἐν δὲ τῷ ἐπιστρέψαι τὸν Κύριον τὴν αἰχμαλωσίαν, ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν· Ἐπὰν ποιήσωμεν τῷ στόματι φυλακήν· καὶ τὸ, Στόμα δικαίου μελετᾷ σοφίαν· καὶ τὸ, Ἄνοιγε σὸν στόμα, λέγει Θεός· καὶ ὅμοια· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· τότε ἀληθεύοντες φήσομεν· Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. Καὶ μετ' ὀλίγα· Ἐπὰν δὲ φυλάξωμεν τὰς ὁδοὺς τοῦ μὴ ἁμαρτάνειν, τότε πληρωθήσεται ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· ἐπλήσθη δὲ χαρᾶς καὶ τὸ Φιλίππου στόμα, ὅτε ἀνοίξας τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τοῦ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, εὐηγγελίσατο τὸν Ἰησοῦν τῷ εὐνούχῳ Αἰθίοπι. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν. Ἀνωτέρω μὲν ὡς ἤδη ἐπιστροφῆς ἀπὸ τῆς αἰχμαλωσίας γινομένης, εἴρηνται οἱ δύο στίχοι· νῦν δὲ ὡς ἔτι ἐν αἰχμαλωσίᾳ ὢν, ταῦτά φησιν ὁ Προφήτης, τὸ μὲν πρότερον προφητεύων, οἶμαι, περὶ τῶν ἀποστόλων, τὸ δὲ δεύτερον ἐκ προσώπου λέγων τῶν ἐθνῶν· τῶν γὰρ ἐν τοῖς ἔθνεσίν ἐστιν τὰ ἀπὸ τοῦ, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν, ἕως τοῦ, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν. Ἀκολούθως καὶ ταῦτα προσέθηκαν τοῖς πρώτοις· οὐ γὰρ ἀναισθητοῦντες, φησὶ, τῆς εἰς ἡμᾶς ἤδη γενομένης εὐεργεσίας, ταῦτά φαμεν, ἀλλ' ὁμολογοῦντες, ὅτι μεγάλα μὲν ἐποίησε μεθ' ἡμῶν ὁ Θεὸς, καὶ ἤδη γεγόναμεν ἐν εὐφροσύνῃ· οὕτω δὲ ἔχοντες, ὅμως ὑπὲρ τῶν καταλοίπων μελῶν ἡμῶν δεόμεθα καὶ ἱκετεύομεν λέγοντες· Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ· ἄτοπον γὰρ τοὺς μὲν τῆς θείας γνώσεως ἐστερημένους, τὴν εἰς ἡμᾶς γεγενημένην φιλανθρωπίαν θαυμάζειν, ἡμᾶς δὲ τοὺς τῆς εὐσεβείας τετυχηκότας, ἀχαριστίαν νοσεῖν. Οἱ σπείροντες ἐν δάκρυσιν, κ.τ.λ. Ὁ σπείρων ἐν δάκρυσι, εἰς τὸ πνεῦμα σπείρει τῶν ἐπὶ τοῖς δάκρυσι μακαριζομένων· ἐν ἀγαλλιάσει δὲ θερίζει ζωὴν αἰώνιον, ὁ τυγγάνων ἤδη τοῦ γελᾷν τῷ πνεύματι. -Τοῖς περὶ τῶν λοιπῶν αἰχμαλώτων αἰτήσασι τὸ Θεῖον ἀποκρίνεται τὸ, Μακάριοι οἱ κλαίοντες 24.20 ὅτι αὐτοὶ γελάσονται· ὅπερ εἰ ποιήσουσιν οἱ ἐν Βα 24.20 βυλῶνι, ἀγαθὰς ἐλπίδας δι' ὧν κλαίουσι σπείροντες, θεριοῦσιν ἀγαλλίασιν· ἀντὶ δακρύων ἅπερ ἔσχον ἀγαπώμενοι, δεξόμενοι τὴν τῆς ἐπανόδου χαράν· καὶ εἰ τότε βραχύ τι σπέρμα θεοσεβείας ἐφύλαττον, ἀλλὰ τὰς ἑαυτῶν ἐκεῖ ψυχὰς γεωργήσαντες, πολλοὺς ἐπανιόντες οἴσουσι τοὺς καρπούς. Μέχρι τῆς ζʹ ᾠδῆς τὰ περὶ τῶν ἐκ περιτομῆς αἰχμαλώτων προεθεσπίσθη.

ΨΑΛΜΟΣ ΡΚʹ.

Κατὰ τὸ Ἑβραϊκὸν καὶ τοὺς ἑρμηνεύσαντας ἅπαντας, ἡ παροῦσα νῦν ᾠδὴ

Σολομῶντός ἐστιν ὥσπερ ἄλλοι ἄλλων εἰσὶν ἐπιγεγραμμένοι ψαλμοὶ προφητικῶς ὑπ' αὐτοῦ λεχθεῖσα ὁπηνίκα τὸν ναὸν κατεσκεύαζε· τῶν γὰρ Ἰουδαίων