1

 2

 3

 4

 5

 6

4

λόγον ὡς ὅτι γε πορρω τάτω, τὰ δὲ μετέχοντα ὕλης δοκεῖ πως τούτου διῳκίσθαι, τῆς ἁπλότητος ἐκστάντα τῆς εἰδητικῆς καὶ διαπεπλασμένα συνθέσει· ἐξ ὕλης γὰρ καὶ εἴδους ὑπέστησαν. εἰ γοῦν ἐκ τοῦ πρώτου ὄντος ἀρξάμενός τις ἐξετάζειν τὰς τῶν ὄντων φύσεις κάτεισι περὶ τὰ κάτω, ὡς εἰς ἕτερον ἁπλούστερον ὂν καταντήσει, τὴν ὕλην. ὕλην δὲ λέγω οὐ τὴν προσεχῶς ὑποκειμένην τοῖς εἴδεσιν-αὕτη γὰρ εἴδους μετέχουσα εἰδοπεποιημένη ὕλη ὠνόμασται-ἀλλὰ τὴν αὐτοΰλην ὡς ἄν τις εἴποι, ἣ καὶ ἀμυδράν τινα ἔμφασιν ἔσχεν ὀντότητος. τοῦ γὰρ πρώτου ὄντος αὐτοείδους τυγχάνοντος καὶ δημιουρ γικὴν τῶν εἰδῶν αὐχοῦντος δύναμιν, αὐτοΰλη ἂν κυρίως ὀνομασθείη τὸ ἐξ ἐναντίας αὐτῷ ὑποκείμενον, μάλιστα τυψ χάνον μὴ ὂν ἢ ὄν. ἀλλ' ἀποχαρίζεται καὶ ταύτῃ τὸ πρώ τως ὂν τῇ ὑπερβλύσει τῆς οὐσιοποιοῦ δυνάμεως καὶ μικράν τινα ὀντότητος ἔμφασιν. τὸ γὰρ αὐτὸ μάλιστα τῷ εἴδει ἁρμόζει· αὐτοτρίγωνον γάρ φαμεν καὶ αὐτοάνθρωπον, ὅταν ἐκτὸς τῆς ὕλης θεωρῶμεν αὐτά.

9 Ταύτην γοῦν τὴν ὕλην οἱ φυσικοὶ οὐσίαν ὑποτίθενται οὐχ ἥκιστα ἢ τὸ εἶδος, ὡς δεκτικὴν ἁπάντων εἰδῶν, καὶ παν δόχην αὐτὴν ὠνόμασαν διὰ τοῦτο καὶ μαινάδα πάλιν, ὡς ἀπο πτυστικὴν εἰδῶν καὶ ἑτέρων προσληπτικήν, καὶ ἕτερ' ἄττα τοιαῦτα. οὕτως δὲ ἐν τῷ μὴ ὄντι μᾶλλον χαρακτηριζομένη ἢ τῷ ὄντι εἰκόνας ἔχει καὶ ἀμυδρὰς ἐμφάσεις τοῦ πρώτου ὄντος, ἐξ οὗ πᾶσα οὐσία κατ' ἐνέργειαν οὖσα καὶ κατὰ δύναμιν. καὶ τοῦτο εἰκότως· τὰ γὰρ ἐκ διαμέτρου πρὸς ἄλληλα κείμενα ἰνδάλματά τινα προβάλλουσιν ὁμοιότητος. ἀκατάληπτον νοῒ τὸ πρῶτον καθέστηκεν ὄν, ἀκατάληπτον τὸ ἔσχατον. ἀλλά τι μὲν τῶν ἐκείνου, εἴ τί που καί ἐστι καταληπτόν, οἰκείῳ καταλαμβά νεται λογισμῷ· ὂν γάρ ἐστι. τοῦτο δὲ τὸ ἔσχατον νόθον κατὰ τὸν ἐκ Σταγείρας φιλόσοφον· μὴ ὂν γὰρ ἐξ ἀποφά σεως τὸ πρῶτον ὁρίζεται διὰ τὸ μηδέν τι τυγχάνειν τῶν ὄντων· δημιουργικὸν γὰρ αἴτιον καὶ κρεῖττον αὐτῶν. ἐξ ἀποφάσεως ὁρίζεται καὶ τὸ ἔσχατον διὰ τὸ μηδὲν τυγχάνειν τῶν ὄντων, ἀλλὰ καὶ χεῖρον αὐτῶν. ἁπλούστατον τὸ πρῶ τον, ἁπλούστατον καὶ τὸ ἔσχατον, εἰ καὶ τοῖς διαφόροις ποικίλλεται εἴδεσι. διὰ τοῦτο καί τινες τῶν παρ' Ἕλλησι θεολογησάντων συνάναρχον τὴν ὕλην τῷ δημιουργῷ ἐφαντάσ θησαν, κακῶς εἰδότες καὶ ἀναξίως τῆς προκειμένης αὐτοῦ ὑποθέσεως. τῆς γὰρ ὕλης καὶ τὸ μὴ ὂν μᾶλλον γινωσκο μένης ἡ ὀντοποιὸς καὶ παντουργὸς δύναμις καὶ τοῦ εἶναι ταύτην μετέχειν ποιεῖ καὶ ὑποκεῖσθαι τοῖς οὖσι καὶ γινο μένοις. ποσὸν γὰρ προσλαβοῦσα κατεσκεύασε μέγεθος, μετα λαβοῦσα δὲ καὶ ποιοῦ σῶμα φυσικὸν ἀπετέλεσε.

10 Ταύτην τὴν ὕλην ἁπλούστατον τελοῦσαν ὂν στασιάζειν πρὸς ἑαυτὴν λέγουσι διὰ τὸ φιλεῖν ἀπὸ εἴδους εἰς εἶδος μεταπηδᾶν καὶ οὐ μᾶλλον πρὸς τοῦτο ἢ πρὸς ἐκεῖνο φιλίως ἔχουσαν. ἀκίνητος δὲ πάντη ἐστὶ καὶ ἀνενέργητος ἐξ ἐναν τίας τῷ πρώτως ὄντι· ἐκείνου γὰρ μόνως ποιοῦντος αὕτη μόνως πάσχει, κἀκείνου μόνως κινοῦντος αὕτη μόνως κινεῖται. οὕτω γοῦν ταύτης ὑποκειμένης καὶ προσεχῶς τοῖς ποσοῖς καὶ ποιοῖς πασχούσης καὶ λαμβανούσης ὕπαρξιν, ἀκίνητα μὲν πάντη καὶ οὕτω τὰ ὑπὸ ταύτης τελεσιουργούμενα ἀναδείκνυται, ζωῆς δὲ τῆς ἐκεῖθεν καὶ πρώτης μοίρας ἐν αὐτῇ καταπτάσης προσεδέξατο κίνησιν εἴτουν αἴσθησιν καὶ τὴν κατὰ ταύτην ἐνέργειαν, καὶ ζῶον ᾠκονόμηται αἰσθανόμενον. προσεπιφοιτήσαντος δὲ ταύτῃ καὶ νοῦ, τὸ λογικὸν καὶ νοερὸν γεγένηται ζῶον, δι' οὗ καὶ τέχναι πεποίηνται, εἰκόνες τινὲς τῆς πρώτης οὐσίας καὶ δημιουργικῆς φύσεως. ἀνάγκη οὖν πᾶσα προηγουμένως μὲν καὶ κυρίως καὶ οὐ κατὰ μέθεξιν ἐν τῷ πρώτῳ ταῦτα τυγχάνειν ὄντι. ζωὴ γοῦν ἐκεῖσε καὶ νοῦς, ἵνα τῇ μὲν ζωῇ διαμένῃ τὸ ὂν ἀιδίως, τῷ δὲ νοῒ δημιουργῇ καὶ συνέχῃ τὰ ὄντα.

11 Συνῆκται γοῦν ἐκ τῶν εἰρημένων, ὡς τὸ πρώτως ὂν ἔνζων ὀφείλει εἶναι καὶ ἔννουν, ἐξ οὗ πᾶσα οὐσία καὶ ζωὴ καὶ νοῦς, τῇ μετοχῇ μᾶλλον ἢ τῷ εἴδει