βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις ἐπέθηκεν ὀνόματα καὶ τοῖς πέντε πλανήταις, εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ μόνον· καὶ τὸν μὲν πρῶτον πλανή την ἀστέρα ἐκάλεσε Κρόνον, τὸν δὲ βʹ ∆ίαν, τὸν δὲ τρίτον Ἄρεα, τὸν δὲ δʹ Ἀφροδίτην, τὸν δὲ εʹ Ἑρμῆν. Τοὺς γὰρ δύο φωστῆρας, ἥλιον καὶ σελήνην ἐκάλεσεν ὁ Θεός. ̣12 ̣ Σὴθ δὲ ὢν ἐτῶν σεʹ ἐγέν νησε τὸν Ἐνὼς, ὃς "ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου." ̣13 ̣ Μετὰ δὲ τὸν κατακλυσμὸν Καϊνὰν ὁ υἱὸς Ἀρφαξὰδ συνέγραψε τὴν ἀστρονομίαν, εὑρηκὼς τὴν τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων τὴν ὀνομασίαν καὶ τῶν ἀστέρων, ἐν πλακὶ λιθίνῃ γεγραμμένην. Ἧσαν γὰρ τοῦ Σὴθ ἔγγονοι προ 110.53 μυηθέντες ἄνωθεν τὴν μέλλουσαν ἔσεσθαι φθορὰν τῶν ἀνθρώπων. Καὶ ποιήσαντες δύο στήλας, μίαν μὲν λιθίνην, ἑτέραν δὲ πλινθίνην ἐνεκόλαψαν αὐ ταῖς τὰ ἐκ τοῦ πάππου αὐτῶν Σὴθ ἐκτεθέντα οὐράνια πάντα ταῦτα, λογισάμενοι, ὅτι, εἰ μὲν δι' ὕδατος ὁ κόσμος κατεφθάρη, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα· εἰ δὲ διὰ πυρὸς, ἡ πλινθίνη σωθήσεται πυρουμένη πλεῖον, καὶ τὰ ἐν αὐτῇ γε γραμμένα, ἥτις στήλη μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίριδος ὄρος ἔμεινε, καὶ ἔστιν ἕως ἄρτι, ὥς φησιν Ἰώσηπος. Βʹ. Περὶ τοῦ Νεβρώδ. Μετὰ δὲ ταῦτα γέγονέ τις γίγας, τοὔνομα Νεβρὼδ, υἱὸς Χοῦς τοῦ Αἰθίοπος, ἐκ φυλῆς Χάμ· ὃς κτίσας τὴν Βαβυλῶνα πόλιν καὶ πρῶτος κατα δείξας κυνηγίαν καὶ μαγείαν, Περσῶν ἐπρώτευσε, διδάξας αὐτοὺς ἀστρονομίαν καὶ ἀστρολογίαν, τῇ οὐρανίῳ κινήσει τὰ περὶ τοὺς τικτομένους πάντα δῆθεν σημαίνοντα. 8 ̣2 ̣ Ἀφ' ὧν Ἕλληνες τὴν γενεθλιαλογίαν μαθόντες ἤρξαντο τοὺς γενομένους ὑπὸ τὴν τῶν ἄστρων κίνησιν ἀναφέρειν. ̣3 ̣ Οὐκοῦν ἀστρονομία καὶ ἀστρολογία τε καὶ μαντεία ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν ἤρξατο. Οἱ γὰρ Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων προσαγορεύονται, οἵ γε τὸν Νεβρὼδ λέγουσιν ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ, ὃν καλοῦσιν Ὠρίωνα· ̣4 ̣ περὶ οὗ φησι Μωυσῆς, ὅτι "γέγονεν ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Χαλὰν ἐν γῇ Σεναὰρ," "ὅθεν ἐξῆλθον Φιλιστεὶμ" ἐκ τῆς φυλῆς τοῦ Σὴμ, τοῦ "Ἀσσοὺρ, ἀφ' οὗ Ἀσσύριοι." ̣5 ̣ Καὶ κρατήσας τὴν Συρίαν καὶ τὴν Περσίδα καὶ τὰ λοιπὰ μέρη τῆς ἀνατολῆς, ἀνεφάνη καὶ ἄλλος υἱός τινος, Οὐρανοῦ λεγομένου, καὶ Ἀφροδίτης γυναικὸς αὐτοῦ, γιγανταῖος, ὀνόματι Κρόνος, κατὰ τὸ ὄνομα τοῦ πλανήτου ἀστέρος. Γενόμενος δὲ καὶ οὗτος δυνατὸς πάνυ, καὶ πολλοὺς ὑποτάξας καὶ κυριεύσας πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἄλλων ἀν θρώπων, ὃς καὶ βασιλεύσας πρῶτος Συρίας ἔτη ν ϛʹ, ὑπέταξε πᾶσαν τὴν Περσίδα, ἀρξάμενος ἀπὸ τῆς Συρίας. Ἔχων δὲ γυναῖκα Σεμίραμιν, τὴν Ῥέανκαλουμένην παρὰ Ἀσσυρίοις, ἔσχεν υἱοὺς δύο καὶ θυγατέραν μίαν· καὶ τὸν μὲν προσηγόρευσεν ∆ίαν καὶ Ζεῦ εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος· τὸν δὲ ἐπωνόμασεν Νῖνον, καὶ τὴν θυγατέραν Ἥραν, ἣν καὶ ἔλαβεν εἰς γυναῖκα Πῖκος, ὁ καὶ Ζεὺς, τὴν ἰδίαν ἀδελφήν. ̣6 ̣ Μετὰ δὲ Κρόνον ἐβασίλευσε Νῖνος, ὁ υἱὸς αὐτοῦ ἔτη νβʹ, ὃς καὶ τὴν ἰδίαν μητέρα Σεμίραμιν λαβὼν εἰς γυναῖκα, νόμος ἐγένετο Πέρσαις λαμβάνειν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφὰς, διὰ τὸ καὶ τὴν ἰδίαν λαβεῖν αὐτοῦ ἀδελφὴν Ἥραν ἣν καὶ ἔλαβε γυναῖκα Πῖκος, ὁ καὶ Ζεὺς, τὴν ἰδίαν ἀδελφὴν Ἥραν. 110.56 9 Γʹ. Περὶ Νίνου βασιλέως. Ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος τῆς Συρίας καὶ κτίσας πόλιν μεγίστην σφόδρα, πορείας ἡμε ρῶν γʹ, ἣν καὶ ἐκάλεσεν εἰς ὄνομα αὐτοῦ Νι νευὴ, καὶ πρῶτος ἐν αὐτῇ βασιλεύει· ̣2 ̣ ἐξοὗ γένους ἐγένετο καὶ ὁ Ζωροάστρος ὁ περιβόητος καὶ Περσῶν ἀστρονόμος, ὃς μέλλων τελευτᾷν ηὔχετο ὑπ' οὐρανίου πυρὸς ἀναφθῆναι, εἰπὼν τοῖς Πέρ σαις· "Ἐὰν καύσῃ με τὸ πῦρ, ἐκ τῶν καιομένων μου ὀστέων λάβετε καὶ φυλάξατε, καὶ οὐκ ἐκλείψει τὸ βασίλειον ἐκ τῆς χώρας ὑμῶν, ἕως οὗ φυλάττητε τὰ ὀστᾶ μου." Καὶ εὐξάμενος τῷ Ὠρίωνι ὑπὸ πυρὸς ἀνηλώθη. Καὶ λαβόντες οἱ Πέρσαι ἀπὸ τῶν τεφρωθέντων ὀστέων αὐτοῦ ἔχουσι φυλάττοντες ἕως ἄρτι. ∆ʹ. Περὶ Θούρα βασιλέως. Μετὰ δὲ Νῖνον ἐβασίλευσεν Ἀσσυρίων Θούρας τις τοὔνομα, ἔτη λʹ, ὃν καὶ μετωνόμασαν Ἄρεα εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος, ᾧτινι Ἄρεϊ πρώ την στήλην ἀναστήσαντες Ἀσσύριοι