βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
πάντοθεν καὶ θλῖψις ἀπαραμύθητος, ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰ κείων, ὅτε πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ τὰ ἔνδον μυχῶντος, στενάξῃς μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρήσῃς καὶ φθέγξῃ μέντοι γε λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔστιν· πᾶν δὲ τὸ λαλούμενον παρά σου ὡς παραφροσύνη καταφρονεῖται. Μηδεὶς οὖν ἐξα πατάτω σε κενοῖς λόγοις καὶ ματαίοις· ἐπιστή σεται γάρ σοι ἀφνίδιος ὄλεθρος καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρεῖ· ἥξει γὰρ ἄγγελος κατηφὴς ἀπάγων βιαίως καὶ σύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις, πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τῶν θρήνων ἀποκλεισθέντος· ὦ πόσα σπαράξεις σεαυτὸν, ὦ πόσα στενάξεις ἄπρακτα, μετανοῶν ἐπὶ τοῖς κακῶς βουλευθεῖσι καὶ πραχθεῖσιν. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου· "Αἶ, αἶ με, μὴ ἀποῤῥίψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας αἷ με τὰς κηλίδας μὴ ἀποπλύνασθαι, ὦ τῶν πο νηρῶν βουλευμάτων καὶ συναλλαγμάτων! διὰ γὰρ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν, αἰώνιον βασανίζο μαι· διὰ σαρκὸς ἡδονὴν καὶ πύρωσιν τῷ αἰωνίῳ πυρὶ παραδίδομαι· δικαία ἡ κρίσις τοῦ Θεοῦ· ἐκαλούμην καὶ οὐχ ὑπήκουον· διεμαρτύραντό μοι, ἐγὼ δὲ κατε γέλων." Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς ἀποκλαιό μενος σεαυτὸν ἂν, προαναρπασθεὶς τῆς μετανοίας. Οὐκοῦν ἐλέησον σεαυτὸν καὶ λάβε δὴ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν, τὴν ὄντως φρικωδεστάτην καὶ ἐλεεινοτέραν τῆς ἐξόδου, ̣152a καὶ συνοχὴν, καὶ πνιγμὸν, καὶ ψυχωῤῥαγίας ὥραν καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην, καὶ ἰλιγγιῶσαν καὶ τρέμουσαν σφόδρα καὶ ἀποροῦσαν, καὶ ἀνόνητον μετανοοῦσαν ὅτε ὄφελος οὐδέν."
ΣΛΓʹ. Βασιλεία Ἡρακλωνᾶ. 588 Μετὰ Κωνσταντῖνον, υἱὸν Ἡρακλείου, ἐβασίλευσεν Ἡρακλωνᾶς ἅμα Μαρτίνῃ μητρὶ αὐτοῦ μῆνας δʹ. ̣2 ̣ Ἡ δὲ σύγκλητος ἀπώσατο Ἡρακλωνᾶν, ῥι 110.861 νοκοπήσαντες αὐτὸν καὶ Μαρτῖναν γλωσσοτομήσαν τες, καὶ ἐξώρισαν αὐτούς. ̣3 ̣ Ἀνεβίβασαν δὲ (ἐπὶ τὴν βασιλείαν) Κών σταν, υἱὸν Κωνσταντίνου, ἔγγονον Ἡρακλείου.
ΣΛ∆ʹ. Βασιλεία Κώνστα ἐγγόνου Ἡρακλείου. Μετὰ δὲ Ἡρακλωνᾶν ἐβασίλευσε Κώνστας ἔτη κζʹ, ὃς ἔφη ἐπὶ σιλεντίου πρὸς τὴν σύγκλητον· "Τοῦ ἐμοῦ πατρὸς Κωνσταντίνου, ἐπὶ ζωῆς τοῦ ἰδίου πα τρὸς, ἐμοῦ δὲ πάππου Ἡρακλείου, ἱκανὸν σὺν τῷ πατρὶ βασιλεύσαντος, μετὰ δὲ τοῦτον λίαν βραχύ ὁ γὰρ Μαρτίνης φθόνος τῆς αὐτοῦ μητρυιᾶς τοῦ ζῇν αὐτὸν ἀπήλλαξε διὰ Ἡρακλωνᾶν τὸν ἐξ αὐτῆς ἀθέσμως γεγεννημένονταύτην μετὰ τέκνου ἡ ὑμετέρα σὺν Θεῷ ψῆφος ἐξήγαγε πρὸς τὸ μὴ τὸν ἀθέσμως καὶ ἐκνόμως γεννηθέντα βασιλεύεσθαι τὴν βασιλείαν Ῥωμαίων. Ἐγὼ δὲ παρακαλῶ συμβούλους ἔχειν ὑμᾶς καὶ φίλους καὶ γνώμονας τῆς ἐμῆς βασιλείας." Καὶ φιλοτιμησάμενος αὐτοὺς δώ ροις ἀπέλυσεν. ̣2 ̣ Ἐφ' οὗ γέγονε βίαιος ἄνεμος καὶ πολλὰ δένδρα ἀνέσπασε, καὶ κίονας μοναχῶν κατέβαλε, καὶ πλοῖα συνέτριψε. 589 ̣3̣ Ἀλλὰ καὶ Μαυΐας (ὁ τῶν Ἀῤῥάβων ἀρχηγὸς) τὴν Ῥόδον καταλαβὼν (καὶ παραλαβὼν) τὸν κολοσσὸν (Ῥόδου) μετὰ, ατξʹ ἔτη τῆς ἱδρύσεως καθεῖλεν· (ὃν Ἰουδαῖός τις) ἔμπορος ὠνησάμενος ἑπτακοσίους καμήλους ἐφόρτωσε τῷ χαλκῷ (κο λοσσοῦ). ̣4 ̣ Μαυΐας δὲ μετὰ πλοίων ἦλθεν ἐν Φοινίκῃ, ἔνθα ἦν ὁ βασιλεὺς (Κώνστας) μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου ναυμαχεῖν μέλλων μετ' αὐτοῦ. Τῇ δὲ νυκτὶ εἶδε κατ' ὄναρ ὁ βασιλεὺς ἑαυτὸν ὑπάρχοντα ἐν Θεσσαλονίκῃ. Καὶ τοῦτο παραυτίκα γνωστικῷ τινι διηγησάμενος, ἔφη· "Ὦ βασιλεῦ, εἴθε μὴ ὕπνωσας τῇ νυκτὶ ταύτῃ μήτε ὄνειρον ἐθεάσω! τὸ γὰρ εἶναί σε ἐν Θεσσαλονίκῃ θὲς ἄλλῳ τὴν νίκην παραση μαίνει τουτέστι, σοῦ ἡττηθέντος, ἡ νίκη πρὸς τὸν ἐχθρὸν τεθήσεται. Ἡμέρας οὖν γενομένης καὶ ἀλλή λοις συμβαλόντων, ἡττᾶται ὁ βασιλεὺς καὶ συγκιρ νᾶται ἡ θάλασσα τῷ αἵματι τῶν Ῥωμαίων. ̣5 ̣ Ἐπιβουλῆς δὲ μηνυθείσης τῷ βασιλεῖ, ἀνα κοινοῦνται ταύτην γνησίῳ τινὶ τῶν ὑπηκόων φίλῳ αὐτοῦ, ᾧ καὶ τὴν ἰδίαν ἐσθῆτα κατὰ τὴν