βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
νον· παρὰ δὲ Κυπρίοις καὶ Ἄραψι, καὶ ἐν ταῖς κώμαις εἰσὶν ἐπίσκοποι, ὥσπερ οὖν καὶ παρὰ τοῖς ἐν Φρυγίαις Ναυατιανοῖς καὶ Μοντανισταῖς. Καὶ παρὰ μὲν τῇ Ἐκκλησίᾳ Ῥώμης ἑπτὰ μόνοι διάκονοι γίνονται, παρὰ δὲ πᾶσι τοῖς ἄλλοις ἀδιάφορος ὁ τούτων ἀριθμός ἐστιν. Καὶ ἐν Ῥώμῃ πάλιν ἅπαξ τοῦ ἐνιαυτοῦ λέγεται τὸ Ἀλληλούϊα ἐν τῇ αʹ ἡμέρᾳ τοῦ Πάσχα μόνον· καὶ οὐδεὶς εἰς ἐκκλησίαν 110.441 διδάσκει ποτε, οὐδ' αὐτὸς ὁ ἐπίσκοπος, ἐν δὲ Ἀλεξανδρείᾳ διδάσκει μὲν ὁ ἐπίσκοπος ἐπ' ἐκκλη σίας· τῶν δὲ Εὐαγγελίων ἀναγινωσκομένων, οὐκ ἀνίσταται τοῦ θρόνου. Καὶ τὴν μʹ τῶν νηστειῶν οἱ μὲν ἑβδομάδας ʹ νηστεύουσιν ὡς ἐν τῷ Ἰλλυρικῷ, καὶ Λιβύῃ καὶ Αἰγύπτῳ, καὶ πάσῃ τῇ ∆ύσει, καὶ Παλαιστίνῃ, ἐν δὲ ΚΠ. καὶ πέριξ ἄχρι Φοινίκης, ἑβδομάδας ζʹ νηστεύουσι, ἄλλοι δὲ τρεῖς μόνας ἡμέρας ἐν ταῖς ἓξ ἢ ἑπτὰ σποράδην νηστεύουσι· ἕτεροι δὲ τρεῖς ἑβδομάδας ἐφεξῆς πρὸ τοῦ Πάσχα συνάπτουσι, ἄλλοι δὲ δύο ὡς οἱ 278 τὰ Μοντανοῦ φρονοῦντες. Ἔν τισι δὲ πόλεσι τῆς Αἰγύπτου, πρὸς ἑσπέραν ἠριστηκότες, τῶν μυστηρίων καταλαμβάνουσι." Ταῦτα μὲν Σωκράτης ἱστόρησεν ὡς εἰκὸς φυλαττόμενα πάντα· νῦν δὲ πλείστως καὶ κατὰ μέρος ἐναλλαγὴ γέγονεν ἐν τοῖς εἰρημένοις ἤθεσιν.
ΡΚΒʹ. Περὶ τοῦ ἁγίου Πέτρου. Ὁ μέντοι Νέρων, ἀκούσας ὅτι πεφόνευται ὑπὸ Πέτρου καὶ ἀγανακτήσας, ἐκέλευσεν αὐτὸν σταυρω θῆναι. Ὁ δὲ Πέτρος παρακαλέσας τὸν ὕπαρχον, ἵνα μὴ ὄρθιος σταυρωθῇ ὡς ὁ Κύριος (αὐτοῦ), κατὰ κεφαλῆς ἐσταυρώθη (καθὼς ἠξίωσεν ἐκ πολ λῆς μετριοφροσύνης). Μετὰ δέ γε τὴν Πέτρου τε λευτὴν, ὥς φησιν Εὐσέβιος, Παῦλος ὁ ἀπόστολος κατὰ μὲν τὴν αʹ ἀπολογίαν ἐλθὼν ἀπὸ τῆς Ἰουδαίας δέσμιος (καὶ) ἀπολογησάμενος Νέρωνι, ἐπὶ τὴν δια κονίαν τοῦ κηρύγματος ἐστάλη. ̣75a Κἀντεῦ θεν, ὡς ἔοικε, τὰς τῶν ἀποστόλων Πράξεις ἐπ' ἐκεῖνον τὸν χρόνον Λουκᾶς περιέγραψε μέχρις ὅτε συνῆν τῷ Παύλῳ· καθ' ὃν δὲ καιρὸν ἐμαρ τύρησεν, οὐ συμπαρῆν αὐτῷ, τοῦ Ἀποστόλου σαφῶς τοῦτο λέγοντος, ὅτι "Οὐδείς μοι ἐν τῇ πρώτῃ ἀπολογίᾳ συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατ έλιπον· μὴ αὐτοῖς λογισθείη·" ἣν δὴ πρὸς Τι μόθεον δευτέραν ἐπιστολὴν (δεσμοῖς) κατεχόμενος ἔγραψεν "ὁμοῦ σημαίνων τήν τε προτέραν αὐτῷ γενομένην ἀπολογίαν" πρὸς Νέρωνα, ὃν καὶ λέοντα διὰ τὸ ἀπάνθρωπον καὶ θηριῶδες τοῦ τρόπου καλῶς ὠνόμασε, "καὶ τὴν παρὰ πόδας τελείωσιν," ἐπ άγει φάσκων· "Ἐῤῥύσθην ἐκ στόματος λέοντος, ἀλλὰ καὶ (ἔτι) ῥύσεται Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον," ὑπεμφαίνων τὸ παραυτίκα μαρτύριον, ὃ καὶ σαφέστερον ἐν τῇ αὐτῇ προσαγο ρεύει Γραφῇ λέγων· "Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς 279 τῆς ἀναλύσεως μου ἐφέστηκεν." Ἀπολογησάμενος τοίνυν τὴν πρώτην ἀπολο γίαν καὶ αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν στειλάμενος, εἶτα πάλιν τὸ δεύτερον ἐπιβὰς τῇ Ῥώμῃ" δέσμιος καὶ ὡσαύτως Νέρωνι παραδο θεὶς τὸν διὰ ξίφους τοῦ μαρτυρίου στέφανον ἀνεδή 110.444 σατο μηνὶ Ἰουνίῳ κθʹ, καθ' ἣν ἡμέραν καὶ Πέτρος ἐσταυρώθη, καθάπερ καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ, καὶ Ἰάκωβος ὁ ἀδελφόθεος. Ὁ οὖν Λουκᾶς ἐπὶ ἐλαίας καρποφόρου σταυρωθεὶς, μὴ εὑρισκομένου ξύλου ξηροῦ πρὸς τὸ γενέσθαι σταυρὸν ἐν τῷ τόπῳ, λαβών τις τὸ σῶμα καὶ μεταξὺ πολλῶν μνημείων θάψας, ἄδηλον ἐποίησε τὸν τάφον. Τῶν δὲ μαθητῶν ἀναζητούντων μετ έπειτα καὶ μὴ εὑρισκόντων αὐτοῦ τὸν τάφον διὰ τὸ πλῆθος τῶν μνημάτων, προσευξαμένων αὐτῶν τῇ νυκτὶ ἐκείνῃ, κολλούρια ἔβρεξεν ὁ Θεὸς ἰα τρικὰ ἐπάνω τοῦ τάφου, σύμβολα τῆς ἐπιστήμης αὐτοῦ· καὶ ἐκ τούτου τοῦ σημείου ἐγένετο γνώριμος ὁ τάφος, οὗ τὸ τίμιον καὶ ἅγιον λείψανον (ὕστερον) ἀνακομίσας Κωνστάντιος, ὁ υἱὸς τοῦ Μεγάλου Κωνσταντίνου, κατέθηκεν ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων.
ΡΚΓʹ. Περὶ Ἰακώβου τοῦ ἀδελφοθέου. Ὁ δὲ μέγας Ἰάκωβος ὁ ἀδελφόθεος, ἁγνὸς ὑπάρχων ἐκ κοιλίας μητρὸς αὐτοῦ, οἶνον καὶ σί κερα οὐκ ἔπιεν, οὐδὲ ἔμψυχον ἔφαγεν, οὔτε βαλα νείῳ ἐχρήσατο· τὰ δὲ γόνατα ἀπεσκληκότα δίκην καμήλων