βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ἀποστολικοῖς ἑπόμενοι, μηδὲν νεκρὸν φέροντες, κουρὰ σύμμετρος, περιβολὴ τύφον κολάζουσα, ζώνη τῷ ἀκόσμῳ κοσμία, μικρόν τι τοῦ χιτῶνος ἀναστέλλουσα καὶ ὅσον μὴ ἀναστέλ λειν, βάδισμα εὐσταθὲς, ὀφθαλμὸς οὐ πλανώμενος, μειδίαμα προσηνὲς, μᾶλλον δὲ ὁρμὴ μειδιάματος, ἀκρασίαν γέλωτος σωφρονίζουσα, λόγος τῷ λόγῳ κινούμενος, ὁδηγίαν τοῦ κρείττονος, ἐπίπληξις εὐφημίας ποθεινοτέρα, μέτρα κατηφείας ̣69a καὶ ἀνέσεως καὶ ἡ δι' ἀμφοτέρων μίξις καὶ κράσις." "Καὶ ἃ μείζω τούτων ἔτι καὶ ὑψηλότερα, ὁ ἐν πενίᾳ πλοῦτος, ἡ ἐν παροικίᾳ κατάσχεσις, ἡ ἐν ἀτι μίᾳ δόξα, ἡ ἐν ἀσθενείᾳ δύναμις, ἡ ἐν ἀγαμίᾳ καλ λιτεκνία, εἴπερ κρείττονα τῶν ἀπὸ σαρκὸς ἐρχομέ νων τὰ κατὰ Θεὸν γεννήματα, οἱ τρυφῶντες τὸ μὴ τρυφᾷν, οἱ ταπεινοὶ ὑπὲρ τὸν κόσμον, οἱ σαρκὸς ἔξω καὶ ἐν σαρκὶ, 258 ὧν μερὶς Κύριος, οἱ πτωχοὶ διὰ βασιλείαν καὶ διὰ πτωχείαν βασι λεύοντες· οὗτοί με καὶ παρόντες λαμπρὸν ποιοῦ σιν, ἡ ἐμὴ περιουσία, τὸ ἐμὸν ἐντρύφημα, καὶ ἀπόντες συστέλλουσι." Τίνες δέ εἰσιν οὗτοι; "Οἱ κόσμῳ χωρήσαντες ἑαυτοὺς καὶ τῷ Θεῷ τὸν βίον καθιερώσαντες· καὶ τὴν ἔρημον ἀσπαζόμενοι ζῶσι Θεῷ πάντων μᾶλλον τῶν στρεφομένων ἐν σώ ματι·" λέγω δὴ τοὺς καθ' ἡμᾶς Ναζηραίους "οἱ μὲν τὸν πάντη μοναδικὸν καὶ ἄμικτον διαθλοῦν τες βίον, ἑαυτοῖς μόνοις προσλαλοῦντες καὶ τῷ Θεῷ οἱ δὲ ἀγάπαις μόνον τῇ κοινωνίᾳ στέργοντες, ἐρημικοί τε ὁμοῦ καὶ μιγάδες· καὶ τοῦτον μό νον κόσμον εἰδότες ὡς τῇ ἐρήμῳ γνωρίζουσιν, τοῖς μὲν ἄλλοις τεθνηκότες ἀνθρώποις καὶ πράγμα σιν, ὅσα ἐν μέσῳ περιφθείρεται, στροβοῦντά τε καὶ στροβούμενοι καὶ παίζοντα ἡμᾶς ταῖς ἀγχιστρό φοις μεταβολαῖς, ἀλλήλοις τε κόσμος ὄντες καὶ τῇ παραθέσει τὴν ἀρετὴν θήγοντες." Καὶ ταῦτα μὲν Γρηγόριος. Ὁ δὲ θεοῤῥήμων Χρυσόστομος ἐν τῇ κατὰ Ματθαῖον ἑρμηνείᾳ περὶ τῶν ἐν Αἰγύπτῳ μοναχῶν φησιν· "Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ οὐρα νὸς τῷ ποικίλῳ τῶν ἄστρων χορῷ, ὡς ἡ ἔρημος Αἰγύπτου τὰς σκηνὰς πάντοθεν ἡμῖν τῶν μοναχῶν δεικνύουσα, οἵτινες τὸ πῦρ τοῦ Χριστοῦ δεξάμενοι, πρὸς οὐρανὸν ἀθρόοι μεθωρμήσαντο καὶ θερμό τεροι τῶν ἄλλων ὄντες πρὸς εὐσέβειαν, τὰς ἀσω μάτους δυνάμεις τῇτῆς φιλοσοφίας ἀπαθείᾳ μιμοῦνται. Καὶ εἴ τις ἐν τῇ χώρᾳ γέγονεν, οἶδεν ἃ λέγω· εἰ δέ τις οὐκ ἐπέβη τῶν ἁγίων σκηνῶν ἐκείνων, ἐννοείτω τὸν μέχρι νῦν ἐν τοῖς ἁπάντων στόμασιν ᾀδόμενον, ὃν μετὰ τοὺς ἀποστόλους ἡ 110.413 Αἴγυπτος ἤνεγκεν, τὸν μέγαν καὶ μακάριον Ἀν τώνιον, καὶ οἵων ὄψεων θείων ἠξιώθη καὶ βίον θεοπρεπῆ τε καὶ ἀγγελικὸν ἐπεδείξατο. Καὶ τοῦτο εἴσεταί τις ἀναγνοὺς 259 αὐτοῦ τὸν βίον μετὰ ἀκριβείας, ἐν ᾧ καὶ πολλὴν ὄψεται τὴν προφητείαν. Καὶ γὰρ τῶν περὶ τὰ Ἀρείου νοσούντων, προανεφώνησέ τε καὶ εἶπεν τὴν ἐκείνοις μέλλουσαν γίνεσθαι βλάβην, τοῦ Θεοῦ δείξαντος αὐτῷ καὶ πρὸ τῶν ὀφθαλμῶν τὰ μέλλοντα"Ἀληθείας ἐστὶν ἀπόδειξις, τὸ μηδένα τῶν αἱρετικῶν ἄνδρα τοιοῦτον ἔχειν. ̣15 ̣ "∆ιὸ δὴ καὶ θαυμάζω σφόδρα καὶ τελείαν ἐπαινῶ τοὺς τὰς ἐρήμους κατειληφότας μοναχοὺς τῶν τε ἄλλων ἀρετῶν ἕνεκα καὶ τὴν με ταβολὴν τῆς ἐσθῆτος· βούλει γὰρ, σοὶ δείξω τοὺς ὄντας ἐστολισμένους καὶ τὸ ἔνδυμα τοῦ γάμου ἔχοντας, τοῦ γάμου ἐκείνου, καὶ ὡς ἐν οὐρανῷ ἐν γῇ διατρίβοντας· οὐδὲν γὰρ αὐτῶν τὰ καταγώγια χεῖ ρον τῶν οὐρανῶν διάκεινται· καὶ γὰρ ἄγγελοι κατ άγονται πρὸς αὐτοὺς καὶ ὁ τῶν ἀγγέλων ∆εσπότης· εἰ γὰρ πρὸς τὸν Ἀβραὰμ ἦλθον, ἄνδρα γυναῖκα ἔχοντα καὶ παιδία διατρέφοντα, ἐπειδὴ φιλόξενον εἶδον, ὅταν πολλῷ πλείονα εὕρωσιν ἀρετὴν καὶ ἄν θρωπον σώματος καταφρονοῦντα καὶ σαρκὶ σαρκὸς ὑπερορῶντα, πολλῷ μᾶλλον ἐνταῦθα διατρίβουσι καὶ χορεύουσι τὴν αὐτὴν πρέπουσαν χορείαν· καὶ γὰρ τράπεζα ̣69b παρ' ἐκείνοις πάσης πλεονεξίας κα θαρὰ καὶ φιλοσοφίας μεστή· οὐχ αἵματος χείμαῤῥοι παρ' αὐτοῖς, οὐδὲ κρεῶν κατακοπαὶ, οὐδὲ καρυκεῖαι καὶ κνίσεις ἀηδεῖς, οὐδὲ καπνὸς ἀτερπὴς, καὶ δρόμοι καὶ θόρυβοι, καὶ ταραχαὶ, καὶ κραυγαὶ ἐπαχθεῖς, ἀλλ' ἄρτος καὶ ὕδωρ, τὸ μὲν ἐκ πηγῆς καθαρᾶς, τὸ δὲ ἀπὸ δικαίων πόνων. Εἰ δέ που καὶ φιλοτιμώτερον ἑστιᾶσθαι βουληθεῖεν, ἀκρόδρυα ἡ φιλοτιμία γίνεται, καὶ μείζων