1

 2

 3

 4

 5

 6

 7

 8

4

καθαρό της, Σαβελλίου τε ἡ κακὴ συνηγορία τῆς μοναρχίας εἶξε, καὶ ὑπεχώρησεν, ἡ μὲν εἰς ἀντίπαλον μοῖ ραν ἀποκριθεῖσα, ἡ δὲ καὶ πάντη περιφρονηθεῖσα 35.1209 καὶ παραῤῥιφεῖσα διὰ τὸ ἀσθενές· ἄλλο δὲ οὐδὲν παρελύπει τὴν Ἐκκλησίαν. Οἱ γὰρ διωγμοὶ καὶ λαμ προτέραν αὐτὴν ἐποίουν τοῖς πάθεσιν. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ δευτέρα ζάλη κατὰ τῆς Ἐκκλησίας ἐγείρε ται, ὁ τυφὼν τῆς ἀδικίας, τὸ πλήρωμα τῆς ἀσεβείας, ὁ λεγεὼν τῶν πνευμάτων, ἡ ἀντίχριστος γλῶσσα, ὁ ἀδικίαν εἰς τὸ ὕψος λαλήσας νοῦς, ἡ κατατομὴ τῆς θεότητος· οὗ δεινὴ μὲν ἡ ἐγχείρησις, δεινοτέρα δὲ ἡ τελευτὴ, καὶ τῆς Ἰούδα προδοσίας ἀξία, ἣν ἐκεῖνος κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐτόλμησεν, Ἄρειος, ὁ καλῶς μετὰ τῆς μανίας ὀνομαζόμενος. Οὗτος ἀπὸ τῆς Ἀλεξανδρέων ἀρξάμενος πόλεως, κἀκεῖ τὸ δεινὸν ἐκμελετήσας, ἔπειτα, ὥσπερ τις ἀγρία φλὸξ, ἀπὸ μικροῦ τοῦ σπινθῆρος τὸ πολὺ τῆς οἰκουμένης ἐπιδραμὼν, ὑπὸ τῶν Πατέρων ἡμῶν καταλύεται, καὶ τοῦ εὐσεβοῦς ἀριθμοῦ τοῦ τότε καταλαβόντος τὴν Νίκαιαν, καὶ εἴσω περιγραπτῶν ὅρων τε καὶ ῥημά των τὴν θεολογίαν στήσαντος.

Θʹ. Πάλιν πονηρὰ βασιλεία, καὶ πάλιν ἀναζῇ τὸ κακὸν, καὶ ὥσπερ τὰ ὕπουλα τῶν τραυμάτων ἀναστομοῦται καὶ ἀναῤῥήγνυται. Καὶ λύκοι βαρεῖς, ἄλλος ἄλλοθεν διαλαβόντες ἡμᾶς, τὴν Ἐκκλησίαν σπαράττουσιν. Ἱερεῖς τε κατὰ ἱερέων ἐξοπλισθέντες, καὶ δῆμοι δήμοις ἐπιμανέντες· καὶ βασι λεὺς ἀσεβείᾳ διδοὺς παῤῥησίαν, καὶ κατὰ τῆς ὀρθῆς δόξης νομοθετῶν· καὶ οἱ μήτε ἄνδρες, μήτε γυ ναῖκες, παρ' αὐτῷ δυναστεύοντες. Τίς ἂν τὰ τότε κακὰ πρὸς ἀξίαν ἐκτραγῳδήσειε; τὰς φυγὰς, τὰς δη μεύσεις, τὰς ἀτιμίας, τὰς ἐπὶ τῆς ἐρημίας συν άξεις, μυριάδων ὅλων καὶ πόλεων ὑπαιθρίων ταλαιπω ρουμένων, καὶ ὑετοῖς καὶ χειμῶσι πιεζομένων; τὰς ἐντεῦθεν ἐπαναστάσεις (οὐδὲ γὰρ τὴν ἐρημίαν εἶχον ἀκίνδυνον); τὰ ἔτι τούτων χαλεπώτερα, τοὺς αἰκι σμοὺς, τοὺς θανάτους, τὰς θριαμβεύσεις ἐπισκόπων, φιλοσόφων, ἀνδρῶν, γυναικῶν, νέων, γεγηρακότων; τοὺς ἐπινοοῦντας τὰ δεινὰ, τοὺς προσεπινοοῦντας, τοὺς ὑπηρετουμένους τῇ ἀσεβείᾳ δυνάστας, οἷς τοῦτο μόνον πολλάκις εἰς εὐδοκίμησιν ἤρκεσε, τὸ πικροτέρους φανῆναι τῆς τοῦ κρατοῦντος βουλή σεως;

Ιʹ. Ἄρτι μὲν ὁ λαμπρὸς διωγμὸς εἶχε πέρας, καὶ 35.1212 Περσὶς καλῶς ἡμῖν ἐδίκασε τὸν ἀλιτήριον καταλύσα σα, καὶ πολλῶν αἱμάτων εἰσπραξαμένη δίκην δι' ἑνὸς αἵματος· ἄρτι δὲ ὁ ἀπρεπὴς ἄρχεται, καὶ τὸ ἀμύ νειν Χριστιανοῖς πρόσχημα ἔχων τῆς ἀσεβείας, τοῖς ἀληθῶς Χριστιανοῖς ἐπιφύεται· καὶ τοσοῦτον ἐκείνου χαλεπώτερος γίνεται, ὅσῳ τότε μὲν ἡ ἄθλησις περι φανεστέρα καὶ λαμπροτέρα, νῦν δὲ καὶ τὸ παθεῖν ἀφιλότιμον, παράγε τοῖς οὐ δικαίοις τῶν παθῶν λογισταῖς. Βούλεσθε δάκρυα τῷ θεάτρῳ κινήσω, καὶ αὐτῷ γε ἴσως τῷ καρτερικωτάτῳ, καὶ τῶν πα θῶν κρείσσονι, ἑνὸς τῶν τότε γενομένων ἐπιμνησθείς; Μάρτυρες δὲ πολλοὶ τοῦ λόγου· καὶ γὰρ καὶ εἰς πολλοὺς ἦλθεν ἡ τραγῳδία τοῦ πάθους· οἶμαι δὲ καὶ ὁ μέλλων ὑπολήψεται χρόνος τοῦ καιροῦ τὸ διήγημα. Ναῦς φόρτον ἔχουσα τῶν πρεσβυτέρων ἕνα, καὶ τοῦτον οὐδὲ ὑπὲρ κακοῦ τινος, ἀλλ' ὑπὲρ πίστεως κινδυνεύοντα, κατὰ πελάγους ἀφίεται, οὐχ ἵνα σώσῃ τὸν ἐπιβάτην, ἀλλ' ἵνα ἀπολέσῃ. Καὶ ὁ φόρτος πρόθυμος· εὐσεβὴς γάρ. Καὶ πῦρ τῷ φόρτῳ συνέμ πορον· καὶ τρυφᾷ τὸ καινὸν τῆς κολάσεως ὁ διώκτης. Φεῦ τοῦ θεάματος! Φεῦ τοῦ δράματος! Ἡ ναῦς πελάγιος· τὸ θέατρον ἐπὶ ταῖς ἀκταῖς, τῶν μὲν ἐφηδομένων, τῶν δὲ ὀδυρομένων. Πῶς ἂν ἐν ὀλίγῳ τὸ πολὺ παραστήσαιμι; ἀνάπτεται τὸ πῦρ, δαπανᾶται ἡ ναῦς, συνδαπανᾶται ὁ φόρτος, πῦρ ὕδατι μίγνυται, καὶ συντρέχει τὰ ἐναντία εἰς εὐσεβοῦς κόλασιν, καὶ δύο στοιχεῖα ἓν σῶμα μερίζεται, καὶ πυρσὸς ὑπὲρ θαλάσσης αἴρεται ξένος. Ὧ προσῆλθε μὲν τάχα τις, ὡς ἡμέρῳ καὶ φιλανθρώπῳ· προσελθὼν δὲ, εὗρε θέα μα ἐλεεινόν τε καὶ ἄπιστον, ἄνευ κυβερνήτου πλοῦν, ἄνευ χειμῶνος ναυάγιον· καὶ ὁ πρεσβύτερος κόνις, καὶ οὐδὲ κόνις, σπαρεὶς ἐν τοῖς ὕδασι. Καὶ οὐδὲ το σοῦτον ἡ ἱερωσύνη, ὅσον