1

 2

 3

 4

 5

4

ἡνωμένον τῆς φύσεως συλλογίζεσθαι. ἁγιάζει καὶ ζωοποιεῖ καὶ παρακαλεῖ καὶ πάντα τὰ τοιαῦτα ὁμοίως ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ μηδεὶς κατ' ἐξαίρετον ἀπονεμέτω τῇ ἐνεργείᾳ τοῦ πνεύματος τὴν ἁγιαστικὴν ἐξουσίαν ἀκούσας τοῦ σωτῆρος ἐν τῷ εὐαγγελίῳ περὶ τῶν μαθητῶν πρὸς τὸν πατέρα λέγοντος· Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνόματί σου. 3,1.12 ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα κατὰ τὸ ἴσον ἐνεργεῖται τοῖς ἀξίοις παρὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, [πᾶσα χάρις καὶ δύναμις,] ἡ ὁδηγία, ἡ ζωή, ἡ παράκλησις, ἡ πρὸς τὸ ἀθάνατον μεταβολή, ἡ εἰς ἐλευθερίαν μετάστασις καὶ εἴ τι ἄλλο ἐστὶν ἀγαθὸν ὃ μέχρις ἡμῶν καταβαίνει. ἡ δὲ ὑπὲρ ἡμᾶς οἰκονομία ἔν τε τῇ νοητῇ κτίσει καὶ ἐν τῇ αἰσθητῇ, εἴ τι χρὴ διὰ τῶν γινωσκομένων ἡμῖν καὶ περὶ τῶν ὑπερ κειμένων στοχάζεσθαι, οὐδὲ αὐτὴ τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας καὶ δυνάμεως ἔξω καθέστηκεν, ἑκάστου κατὰ τὴν ἰδίαν ἀξίαν τε καὶ χρείαν τῆς ὠφελείας μεταλαμβάνοντος. εἰ γὰρ καὶ ἄδηλος τῇ αἰσθήσει τῇ ἡμετέρᾳ ἡ περὶ τῶν ἄνω τῆς ἡμετέρας φύσεως διάταξίς τε καὶ διοίκησις, ὅμως ἐκ τῆς ἀκολουθίας εὐλογώτερον ἄν τις σύνθοιτο διὰ τῶν ἡμῖν γνωρίμων ἐνεργὸν εἶναι καὶ ἐπ' ἐκείνων τὴν τοῦ πνεύματος δύναμιν ἢ ἀπεξενῶσθαι τῆς ἐν τοῖς ὑπερκειμένοις οἰκονο μίας. ὁ μὲν γὰρ ἐκεῖνο λέγων ψιλὴν καὶ ἀκατάσκευον τὴν βλασφημίαν προβάλλεται, οὐδενὶ λογισμῷ κατασκευάζων τὴν ἀτοπίαν· ὁ δὲ συντιθέμενος καὶ τὰ ὑπὲρ ἡμᾶς μετὰ πατρὸς καὶ υἱοῦ τῇ δυνάμει τοῦ πνεύματος οἰκονομεῖσθαι, ἐναργεῖ τεκμηρίῳ τῷ κατὰ τὴν ἰδίαν ζωὴν ἐπερειδόμενος περὶ τούτων διισχυρίζεται. τῆς γὰρ ἀνθρωπίνης φύσεως ἐκ ψυχῆς τε καὶ σώματος συγκεκραμένης, τῆς δὲ ἀγγελικῆς ἀσώματον τὴν ζωὴν κεκληρωμένης, εἰ μὲν ἐπὶ μόνων τῶν 3,1.13 σωμάτων ἐνεργὸν ἦν τὸ πνεῦμα τὸ ἅγιον, ἡ δὲ ψυχὴ τῆς παρ' αὐτοῦ χάριτος ἀνεπίδεκτος ἦν, ἴσως ἄν τις ἐκ τούτου συνελογίσατο-τῆς ἐν ἡμῖν νοερᾶς τε καὶ ἀσωμάτου φύσεως ὑπὲρ τὴν τοῦ πνεύματος δύναμιν οὔσης-μηδὲ τὴν ἀγγελικὴν ζωὴν ἐπιδεᾶ τῆς ἐκείνου χάριτος εἶναι. εἰ δὲ κατὰ τὸ προη γούμενον ἡ τοῦ ἁγίου πνεύματος δωρεὰ τῆς ψυχῆς χάρις ἐστί, τῷ δὲ νοερῷ τε καὶ ἀειδεῖ συνῆπταί πως πρὸς τὴν ἀγγελικήν τε καὶ ἀσώματον ζωὴν ἡ τῆς ψυχῆς ἡμῶν κατασκευή, τίς οὐκ ἂν σύνθοιτο τῶν τὸ ἀκόλουθον βλέπειν ἐπισταμένων, ὅτι πᾶσα νοερὰ φύσις τῇ τοῦ ἁγίου πνεύματος οἰκονομεῖται διαταγῇ; ἐπειδὴ γὰρ εἴρηται Ὅτι διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς οἱ ἄγγελοι, οὐκ ἔστι δὲ ἄλλως ἰδεῖν τὴν τοῦ πατρὸς ὑπόστασιν μὴ διὰ τοῦ χαρακτῆρος εἰς αὐτὴν ἀτενίσαντα, ὁ δὲ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως ὁ μονογενής ἐστι, τούτῳ δὲ πάλιν οὐκ ἄν τις προσεγγίσειε μὴ τῷ ἁγίῳ πνεύματι καταυγασθεὶς τὴν διάνοιαν, τί ἐκ τούτων ἀποδείκνυται; ὅτι οὐδὲ μιᾶς ἐνεργείας τῆς παρὰ πατρὸς ἐνεργουμένης τὸ ἅγιον πνεῦμα διακεχώρισται. οὐκοῦν ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον· ὥστε, κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας. κοινότης συνθήσεται.

Ἀλλ' οὐκ οἶδα πῶς ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν 3,1.14 προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες, ὥσπερ οὐκ ἀκηκοότες παρὰ τῆς θείας γραφῆς ὅτι χειροτονητὴ φύσις οὐ γίνεται· Μωυσῆς δὲ τῶν Αἰγυπτίων ἐχειροτονήθη θεός, οὕτω πρὸς αὐτὸν εἰπόντος τοῦ χρηματίζοντος ὅτι Θεόν σε δέδωκα τῷ Φαραώ. οὐκοῦν ἐξουσίας τινὸς εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει, ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος. εὐεργέτην γὰρ καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν, τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τε τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδίδωσι λόγον· ὧν δὲ ὁ λόγος ἕτερος,