1

 2

 3

 4

 5

5

τούτων καὶ ἡ φύσις διάφορος. οὐκοῦν ἄλλο μέν τί ἐστιν ἡ οὐσία ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων. τὸ μὲν οὖν ἐν ταῖς ἐνεργείαις μηδεμίαν εἶναι διαφορὰν ἐκ τῆς τῶν ὀνομάτων κοινωνίας εὑρίσκομεν, τὸ δὲ κοινὸν τῆς φύσεως ἐναργῶς ἀποδέδεικται διὰ τῆς τῶν ἐνεργειῶν ταυτότητος 3,1.15 συνιστάμενον. εἴτε οὖν ἐνεργείας ὄνομα ἡ θεότης, ὡς μίαν ἐνέργειαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, οὕτω μίαν φαμὲν εἶναι τὴν θεότητα· εἴτε κατὰ τὰς τῶν πολλῶν δόξας φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, διὰ τὸ μηδεμίαν εὑρίσκειν ἐν τῇ φύσει παραλλαγὴν ἐκ τῆς τῶν ἐνεργειῶν ταυτότητος οὐκ ἀπεικότως μιᾶς θεότητος τὴν ἁγίαν τριάδα διοριζόμεθα. εἰ δέ τις ἀξίας ἐνδεικτικὴν εἶναι τὴν προσηγορίαν ταύτην ὁρίζοιτο, οὐκ οἶδα μὲν τίνι λόγῳ πρὸς τὴν τοιαύτην σημασίαν ἕλκει τὸ ὄνομα· πλὴν ἐπειδὴ πολλῶν ἐστι τὸ τοιοῦτον λεγόντων ἀκούειν, ὡς ἂν μηδαμόθεν χώραν κατὰ τῆς ἀληθείας ἡ τῶν ἀντικειμένων εὑρίσκοι σπουδή, καὶ πρὸς τὴν τοιαύτην ὑπόληψιν συμπεριενεχθέντες τοῖς οὕτω δοξάζουσι φαμὲν ὅτι, κἂν ἀξίαν σημαίνῃ τὸ ὄνομα, καὶ κατὰ τοῦτο κυρίως τῷ ἁγίῳ πνεύματι ἡ προσηγορία ἐφαρμοσθήσεται. πᾶσαν μὲν γὰρ ἀξίαν ἐνδείκνυται τῆς βασιλείας τὸ ὄνομα, Ὁ δὲ θεὸς ἡμῶν, φησί, βασιλεὺς προαιώνιος. ἀλλὰ καὶ τοῦ βασιλέως ὁ υἱὸς ὁ πάντα <τὰ> τοῦ πατρὸς ἔχων καὶ αὐτὸς βασιλεὺς παρὰ τῆς ἁγίας γραφῆς ἀνακηρύττεται, τὸ δὲ πνεῦμα τὸ ἅγιον χρῖσμα τοῦ μονογενοῦς εἶναί φησιν ἡ θεία γραφὴ ἐκ μεταφορᾶς τῶν τῇδε νενομισμένων τὴν ἀξίαν τοῦ πνεύματος ἑρμηνεύουσα. ὡς γὰρ ἐν τοῖς ἀρχαίοις τοῖς εἰς βασιλείαν παραγομένοις σύμβολον ἦν τῆς ἀξίας ταύτης τὸ ἐπαγόμενον αὐτοῖς χρῖσμα, οὗ γενομένου τὸ ἀπ' ἐκείνου μετάστασις ἦν ἀπὸ τῆς ἰδιωτικῆς ταπεινότητος ἐπὶ τὴν τῆς δυναστείας ὑπεροχήν, καὶ ἕτερον 3,1.16 μετελάμβανεν ὄνομα μετὰ τὴν χρῖσιν ὁ τῆς χάριτος ταύτης ἠξιωμένος ἀντὶ τοῦ κοινοῦ ἀνθρώπου χριστὸς κυρίου ὀνομαζόμενος· διὰ τοῦτο, ὡς ἂν μάλιστα ἡ τοῦ ἁγίου πνεύματος ἀξία τοῖς ἀνθρώποις παραδειχθείη, σύμβολον βασιλείας καὶ χρῖσμα παρὰ τῆς γραφῆς ὠνομάσθη, διδασκομένων ἡμῶν ὅτι τῆς τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ δόξης καὶ βασιλείας κοινωνεῖ τὸ πνεῦμα τὸ ἅγιον. ὡς γὰρ ἐν ἀνθρώποις οὐκ ἦν παρελθεῖν εἰς βασιλείαν μὴ προκαθηγησαμένου χρίσματος, οὕτω τὴν ἴσην ἐνδείκνυται δύναμιν ἐκ μεταφορᾶς τῶν παρ' ἡμῖν ὀνομάτων ὁ λόγος, ὅτι οὐδὲ ἡ τοῦ υἱοῦ βασιλεία δίχα τῆς τοῦ ἁγίου πνεύματος ἀξίας καταλαμβάνεται· διὸ κυρίως χριστὸς λέγεται, τῆς ἀχωρίστου καὶ ἀδιαστάτου πρὸς τὸ ἅγιον πνεῦμα συναφείας τοῦ ὀνόματος τούτου παρεχομένου τὴν ἔνδειξιν. εἰ οὖν χριστὸς μὲν ὁ μονογενὴς θεός, χρῖσμα δὲ τὸ πνεῦμα τὸ ἅγιον, ἡ δὲ τοῦ χριστοῦ προσηγορία τὴν βασιλικὴν ἐξουσίαν ἐνδείκνυται, σύμβολον δὲ τῆς βασιλείας ἡ χρῖσις ἐστίν, ἄρα κοινωνεῖ καὶ τῆς ἀξίας τὸ πνεῦμα τὸ ἅγιον. εἰ οὖν φασί τινες τὸ τῆς θεότητος ὄνομα τοῦ ἀξιώματος εἶναι δηλωτικόν, ἀπεφάνθη δὲ κοινωνεῖν ἐν τούτῳ τὸ πνεῦμα τὸ ἅγιον, ἄρα τὸ κοινωνοῦν τῆς ἀξίας κοινωνήσει πάντως καὶ τοῦ παραστατικοῦ ταύτης ὀνόματος.