1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

4

τῆς ἀστρῴας ἐκείνης ἀπορροῆς κατεβάλετο. Ἐγὼ δὲ τούτων λεγομένων Οὐ παύσῃ, πρὸς αὐτὸν εἶπον, φληνάφους ἐμοὶ λόγους καὶ λήρους διεξιών, τὸ ἀμερὲς ἐκεῖνο μέρος τῆς ἐν ἀκαρεῖ μετουσίας τῶν ἄνωθεν ἡμῖν, ὡς φῄς, ἐπιρρεόντων πάντων αἴτιον τῶν ἐν ἡμῖν κατασκευάζων, οὔτε εἰ ἔμψυχον τοῦτο καὶ προαιρετικόν ἐστι λέγων οὔτε ὅπως κατακρατεῖ τῶν ἐμψύχων τὸ ἄψυχόν τε καὶ ἀνυπόστατον καὶ μηδεμίαν ἐκ φύσεως ἰδίαν ἔχον ὁρμὴν δεῖξαι δυνάμενος, ἀλλὰ πάσης βουλῆς καὶ τῆς ἐκ τῶν λογισμῶν προμηθείας παιδεύσεώς τε καὶ ἐπιμελείας καὶ τῶν κατ' ἀρετὴν ἐπι τηδευμάτων καθάπερ τινὰ τύραννον ἢ δεσπότην τὸ ἄψυχόν 40 τε καὶ ἀπροαίρετον, ἄστατόν τε καὶ παροδικὸν καὶ ἀμερὲς καὶ ἀνυπόστατον ἐπιστήσας τῷ λόγῳ; τῆς ἐκείνου δυνάμεως ἐξάπτεις τὴν τῶν ὄντων σύστασίν τε καὶ διοίκησιν, καὶ οὐχ ὁρᾷς εἰς οἵας ὁ λόγος ἀτοπίας ἐκφέρεται; εἰ γὰρ τοσαύτην ἔχει δύναμιν ἐκείνη τῆς ἀπορροῆς ἡ μοῖρα, ὡς κατ' αὐτὴν τοὺς παρὰ τὴν πρώτην πάροδον γεγονότας ἀποτελεῖν, πάντως ὅτι οὐκ ἐπακολουθητικῶς ἀλλὰ προηγουμένως τῆς τῶν ὄντων συστάσεως ἐξηγήσεται. οὐκοῦν ἐκείνη προάξει κατὰ τὴν ἰδίαν δύναμιν τὸν τικτόμενον καὶ οὐχὶ τῇ τοῦ ἀποκυηθέντος συντυχίᾳ ὑπηρετήσει. ἄδηλον γὰρ ἐνταῦθα ποῖον τίνος ἀρχ ηγικώτερον ἀμφοτέρων ἐν τῷ ἀκαρεῖ κατὰ τὸ ἴσον ἀλλήλοις συμφερομένων. ὅ τε γὰρ ἄνθρωπος καὶ πρὸ τῆς ἐξόδου τῶν σπλάγχνων ἐν κινήσει πώς ἐστι διὰ μειώσεώς τε καὶ αὐξήσεως [ἐν] τῇ φύσει κινούμενος (ἐπεὶ καὶ τοῦτο κινήσεως εἶδός ἐστι), τό τε ἄστρον καὶ πρὸ τοῦ τὸν ἄνθρωπον τοῦ ἀέρος σπάσαι φέρεται καὶ οὐχ ἵσταται· ἥ τε συντυχία κατὰ τὸ ἴσον τῶν διὰ κινήσεως ἀλλήλοις συντυγχανόντων ἄπορον ποιεῖ τοῦ προ ηγουμένου τὴν κρίσιν. καὶ γὰρ κἀκεῖνα κινεῖται διὰ τῶν κύκλων καὶ τοῦτο διὰ τῆς φύσεως ὁδεῦον φέρεται. εἰ δὲ ἑνὶ μέρει τοῦ χρόνου ἀμφοτέροις ἡ πρὸς ἀλλήλους σύνοδος γί νεται, τίς ἡ πρὸς ἄλληλα τούτων διαφορά, ὥστε τοῦ ἑτέρου τὸ ἕτερον αἰτιώτερον οἴεσθαι; εἰ γὰρ διὰ τὰ ἄστρα ὁ ἄνθρωπος, πάντοτε ἂν ἔρρει ἡ φύσις διὰ γεννήσεως οὐδὲ ἐν ἀκαρεῖ τι διάλειμμα τῆς ἀνθρωπίνης παρόδου ἐπιδεικνύουσα. εἰ δὲ πολλαὶ τῶν γινομένων αἱ μεταξὺ διαστάσεις, σαφῶς 41 ἀποδείκνυται τὸ μὴ τῇ κινήσει τῶν ἄστρων τὴν ἀνθρωπίνην ἕπεσθαι γένεσιν, ἡ μὲν γὰρ ἀεὶ κινεῖται ἡ δὲ οὐκ ἀεὶ γεννᾶται, ἀλλ' ἰδίῳ τοῦτο εἱρμῷ κἀκεῖνο πάλιν ἰδιαζόντως ἐφ' ἑαυτοῦ φέρεται οὐδεμιᾶς ἀνάγκης συναπτούσης πρὸς ἄλληλα τὰ διεστῶτα τῇ φύσει. εἰ δὲ τοῦτο ὁ ὑμέτερος κατασκευάζει λόγος τὸ ἐπ' ἐκείνῃ τῇ μοίρᾳ τοῦ χρόνου τὴν αἰτίαν τῶν κατὰ τὸν βίον ἁπάντων κεῖσθαι, σκόπησον ὅσας μυριάδας δεσποτῶν καὶ τυράννων ἡμέρα πᾶσα καὶ νὺξ ὡσαύτως κατὰ τὰς λεπτὰς ἐκείνας καὶ ἀκαρεῖς τοῦ χρόνου τομὰς ἀπεργάζεται εἰς τέσσαρας καὶ εἴκοσιν ὥρας νυκτὸς καὶ ἡμέρας, ὥς φατε, διῃρημένων, ἑκάστης δὲ ὥρας ἑξήκοντα τμήμασι μεριζομένης, πάλιν δὲ τῶν τμημάτων τούτων ἑκάστου κατὰ τὸ ἰσάριθμον κερματιζομένου· ὡς δέ φασιν ὑμῶν οἱ εἰς τὴν λεπτοτέραν τῶν τοιούτων παρατήρησιν τῷ λόγῳ διαδυόμενοι, ὅτι καὶ τούτων ἕκαστον πάλιν τῶν λεπτῶν λεγομένων τμημάτων ἰσαρίθμῳ διαιρέσει ἐπιλεπτύνεται. τὸ τοίνυν ἐκ τούτων ἀθροιζόμενον πλῆθος τῶν ἀκαριαίων ἐκείνων θεῶν ἢ δεσποτῶν ἢ τυράννων ἢ οὐκ οἶδ' ὅπως χρὴ λέγειν, μιᾶς πλέον καὶ εἴκοσι μυριάδων ἐστίν. εἰ δὲ μία ὥρα τοσαύτας ἡμῖν μυριάδας ποιεῖ, αἱ τέσσαρες καὶ εἴκοσι κατὰ λόγον τῆς μιᾶς πάντως πολλαπλασιασθεῖσαι τὰς ἀπείρους τῶν μοιρῶν μυριάδας ἀπογεννῶσιν. ἀλλὰ μὴν τούτων ἑκάστην ἀπαράβατον δύναμιν ἔχειν ὁ ὑμέτερος διισχυρίζεται λόγος. οὐκοῦν ἀκόλουθον μηδεμίαν αὐτῶν ἄπρακτον εἶναι. οὐ γὰρ ἂν τῆς δυνάμεως ἴδιον τὴν ἀπραξίαν εἴποις, ἀλλ' ἐν τῇ ἐνεργείᾳ πάντως καθορᾶται ἡ δύναμις. οὐκοῦν ἴσα καὶ τὰ τῆς δυνάμεώς ἐστιν 42 ἀποτελέσματα· ὥστε ὅσα τμήματα, τοσαῦται καὶ τῶν ἀνθρώπων γενέσεις ἐξ ἀνάγκης καθ' ἑκάστην ὥραν συστή σονται. καὶ εἴπερ ἑκάστῃ μοίρᾳ τὸ δυνατὸν ὁμοίως προσμαρτυρεῖσθαι προσήκει, πάντας ἐπίσης βασιλέας, μακροβίους, δυνατούς, εὐκλήρους, εὐδαίμονας καὶ ὅσα τῆς προτιμοτέρας λήξεως