4
ὑπόστασιν; Ὅθεν ὁ αὐτὸς ἡμῖν καὶ ἐπὶ τοῦ παρόντος ἀρκέσει λόγος. Εἴποιμι γὰρ ἂν πρὸς αὐτούς· καὶ ἐμὲ τὸν ἐκ ψυχῆς καὶ σώματος ἐν ἰδιώμασι χαρακτηριστικοῖς θεωρούμε- νον ἄνθρωπον πολλὰς ὑποστάσεις καὶ πολλοὺς ἀνθρώπους δοκεῖτε ποιεῖν. Οὐ γὰρ δὴ τοσοῦτον ἠλίθιοι πεφύκατε, ὥστε ἀγνοεῖν ἑτέραν μὲν εἶναι κατ' οὐσίαν τὴν ψυχὴν πρὸς τὸ σῶμα, ἕτερον δὲ τὸ σῶμα τὸν περὶ τῆς οὐσίας λόγον ἐπέχειν. Εἰ δὲ ἑκάστη οὐσία καθ' ὑμᾶς ἰδικὴν ὑπόστασιν χαρακτηριστικὴν ἀνα- δέχεται, κενά μοι τὰ τῆς ἑνώσεως καὶ ὁ εἷς γέγονα δύο, ἵνα ὑμῖν δόξῃ καὶ τοῖς ματαίοις σκινδαλάμοις. Εἰ δὲ ἐγὼ ἐκ δύο οὐσιῶν διαφόρων συγκείμενος οὔκ εἰμι δύο ἄνθρωποι, ἀλλὰ καὶ τὰς δύο ἔχω οὐσίας τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἐν ὑποστάσει μιᾷ θεωροῦμαι, τίς ἀνάγκη καὶ ἐπὶ Χριστοῦ τὰς δύο οὐσίας ὁμολο- γοῦντα δύο φάναι καὶ ἰδικὰς ὑποστάσεις; Αὐτοῦ μὲν γὰρ τῇ φύσει τὰ θεῖα, αὐτοῦ δὲ διὰ τὴν ἐνυπόστατον ἕνωσιν καὶ τὰ ἀνθρώπινα· οὐ γὰρ ἐν ἑτέρῳ, ἀλλ' ἐν αὐτῷ ἡ ἰδικὴ αὐτοῦ ὑπέστη σάρξ, ὡς προείρηται. Τὸ κοινὸν γὰρ ἔχουσα τῆς ἀνθρωπίνης οὐσίας, τουτέστι τὸ εἶναι σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ, ἐν μόνῳ τῷ θεῷ λόγῳ ἔσχε τὰ ἰδικά, τουτέστι τὸ εἶναι τοῦ θεοῦ λόγου καὶ οὐχ ἑτέρου σάρξ. Πῶς οὖν ἑτέρα ὑπόστασις ἡ μηδόλως καθ' ἑαυτὴν ὑποστᾶσα; 4. Ἄλλως τε μηδὲ τοῦτο ἀγνοείτωσαν ὅτι ἀντὶ οὐσίας ἡ ὑπόστασις τοῖς ἁγίοις πατράσι πολλάκις νενόηται, ὡς καὶ Κυρίλλῳ δοκεῖ. Ἐν γὰρ τῷ τρίτῳ ἀναθεματισμῷ φησιν· "6Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν"6. Τὸ γὰρ ὑφεστηκὸς ἐνταῦθα δηλοῖ ἡ ὑπόστασις· οὐ γὰρ ἂν ὁ θεοφό- ρος ἐπὶ τοῦ ἑνὸς Χριστοῦ ὑποστάσεις ὠνόμαζεν ὁ ταῖς Νεστο- ρίου βλασφημίαις ἀεὶ πολεμῶν, εἰ μὴ ἀντὶ οὐσιῶν αὐτὰς ἐδέχετο. 5. Ὁμοίως καὶ ὁ ἅγιος Ἀθανάσιος ἐν τῇ πρὸς Ἄφρους ἐπιστολῇφησιν· "6Ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ καὶ οὐδὲν ἄλλο σημαινόμε- νον ἔχει ἢ αὐτὸ τὸ ὄν, ὅπερ ὁ Ἱερεμίας ὕπαρξιν ὀνομάζει λέγῳν· Καὶ οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως. Ἡ γὰρ ὑπόστασις καὶ ἡ οὐσία ὕπαρξίς ἐστιν· ἔστι γὰρ καὶ ὑπάρχει"6. 6. Εἰ οὖν τις ἐνυποστάτους κατὰ τοῦτον τὸν λόγον εἴποι τὰς οὐσίας, ὅ ἐστιν ὑπαρχούσας, οὐδὲ ἡμεῖς ἀρνηθείημεν. Ἡ γὰρ ὑπόστασις πρὸς τὴν οὐσίαν τῷ εἰναι μέν τι οὐ διαφέρει, ἀλλὰ τῷ τὴν μὲν κοινῶς εἶναι, φημὶ δὴ τὴν οὐσίαν, τὴν δὲ ὑπόστασιν ἰδικῶς, ὅταν μετὰ τῶν καθόλου καὶ ἰδικόν τι ἔχοι. Οὐ κατὰ τοῦτο οὖν φαμεν τὴν ἡμετέραν ἐν Χριστῷ οὐσίαν ἐνυπόστατον εἶναι, οἷον ὑπόστασιν καθ' ἑαυτὴν χαρακτηριστικὴν καὶ πρόσωπον οὖσαν, ἀλλὰ καθὸ ὑφέστηκέ τε καὶ ἔστιν. Ἐνίοτε γὰρ τὸ ὑφεστηκέναι δηλοῖ ἡ ὑπόστασις, ὅ ἐστιν οὐσία, ὡς ἀποδέδεικται, ὅταν τῶν χαρακτηριστικῶν ἰδιωμάτων καὶ περὶ πρόσωπον θεωρουμένων ἐστέρηται. [Ἐκ τῶν Εὐλογίου συνηγοριῶν] πρὸς τοὺς λέγοντας ὅτι εἰ δύο φατὲ οὐσίας. ὅ ἐστι φύσεις ἡνωμένας, πάντως μία γέγονε φύσις· τὰ γὰρ ἑνούμενα
πάντως ἕν τι γίνεται. Εἰ μὲν τὸ ἕν τι γενέσθαι κατὰ τὴν χαρακτηριστικὴν ὑπόστασιν βούλονται κατασκευάζειν, ὀρθῶς καὶ λίαν εὐσεβῶς καὶ συνῳδὰ τοῖς ἐν Χαλκηδόνι δογματίζουσιν· κἀκεῖνοι γὰρ μίαν ὑπόστασιν ἀποφαίνονται, δύο δὲ τὰς οὐσίας. Ἡ σὰρξ ἔμεινε σάρξ, εἰ καὶ τοῦ θεοῦ λόγου σὰρξ ἐγένετο, ὅ ἐστι προσείληφε σάρκα καὶ ἥνωσεν ἑαυτῷ ἀδιαιρέτως. Οὐ γὰρ τροπὴν ὑπέστη τὴν εἰς σάρκα· καὶ γὰρ θεὸς ἀναλλοίωτος ὑπάρχει τῆς τριάδος ἡ φύσις. Ὡς ἔφην οὖν, ἀσύγχυτοι μεμενήκασιν ἐν τῷ Ἐμμανουήλ, τῷ ἑνὶ Χριστῷ τῷ υἱῷ τοῦ θεοῦ, μετὰ τὴν ἐνανθρώπησιν αἱ δύο οὐσίαι. Εἰ δὲ μίαν οὐσίαν φασὶ γεγονέναι τὰς δύο φύσεις, λελήθασιν ἑαυτοὺς ἀπατῶντες καὶ σύγχυσιν ἢ τροπὴν ὑποτιθέμενοι, ὡς τῆς μιᾶς τραπείσης εἰς τὴν ἑτέραν ἢ συγχυθείσης. Ὅτι γὰρ τὰ