1

 2

 3

 4

 5

5

ἑνούμενα ἀτρέπτως καὶ ἀσυγχύτως φυλάττεται ἐν τῇ οἰκείᾳ ποσότητι, τοῦτο σαφῶς ὑμῖν παραστήσω διὰ παραδείγματος τῶν τριῶν ὑποστάσεων ἀδιαιρέτως καὶ ἀσυγχύτως ἡνωμένων κατὰ τὴν οὐσίαν, φημὶ δὴ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Οὐ γὰρ διὰ τὸ ἡνῶσθαι αὐτὰς μία ὑπόστασις γεγόνασιν, ἀλλ' ἡνωμέναι μέν εἰσι κατὰ τὴν οὐσίαν, ἐν τρισὶ δὲ καὶ ἡνωμέναις γνωρίζονται ὑποστάσεσιν. Οὕτως καὶ ἐπὶ τῆς οἰκονομίας τοῦ Χριστοῦ δύο οὐσίαι ἡνωμέναι ἀδιαιρέτως καὶ ἀσυγχύτως ὑπάρχουσι, μείνα-σαι μὲν δύο οὐσίαι, ἀποτελέσασαι δὲ μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου σεσαρκωμένην, ἐν ᾗ καὶ ἡνωμέναι ὑπάρχουσιν. Κείσθω δὲ τὸ παράδειγμα εἰς μόνον τὸ παραστῆσαι τὸ πρόβλημα τὸ σαθρόν, ἐπεὶ τὸ τῆς ἐν Χριστῷ ἑνώσεως "6ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία καὶ ταὐτὸν τῇ θεότητι"6. Ἐν δὲ τῷ Ἐμμανουὴλ ἄλλο μὲν θεότης, ἄλλο δὲ ἀνθρωπότης, ἵνα μὴ τὰς οὐσίας συγχέωμεν· οὐ γὰρ "6ταὐτὸν τὸ ἄχρονον τῷ ἐν χρόνῳ καὶ τὸ ἀόρατον τῷ ὁρατῷ. Οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο"6· τὰ γὰρ ἀμφότερα τῇ ἑνώσει ἓν πρόσωπον ἀπετέλεσαν καὶ μίαν ὑπόστασιν χαρακτηριστικήν.

Ἐκ τῶν Εὐλογίου συνηγοριῶν VI. Μὴ τοίνυν πράγματα ἡμῖν παρεχέτωσαν οἱ μηδὲν ὑγιὲς νο-εῖν βουλόμενοι, ἀλλὰ μάτην εἰκαιολογοῦντες καὶ τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν διαταράττειν ἐπιχειροῦντες. Ἡμεῖς γὰρ ἕνα Χριστὸν υἱὸν θεοῦ προσκυνοῦμεν σαρκὶ ὀφθέντα τοῖς ἐπὶ γῆς. ∆ιαφορὰν μέντοι τῆς θεότητος πρὸς τὴν σάρκα γινώσκομεν. Καὶ γὰρ ὁ θεὸς λόγος ἄχρονος, ἄκτιστος, ἀπαθής, καὶ ὅσα πρέπει τῇ θείᾳ μεγαλωσύνῃ. Ἡ δὲ σὰρξ αὐτοῦ ἕν τι ὑπάρχουσα πρὸς αὐτὸν διὰ τὴν ἄκραν καὶ ἐνυπόστατον ἕνωσιν, δι' ἣν καὶ ὁ θεσπέσιος Ἰωάννης βοᾷ· Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἔγχρονος ὑπάρχει, κτιστή, παθητή. Πάντα δὲ ταῦτα τῆς σαρκὸς ὁμολογοῦμεν γενέσθαι τοῦ θεοῦ λόγου. Εἰ γὰρ ἰδία αὐτοῦ ἡ σάρξ, δῆλον ὅτι καὶ τὰ τῆς σαρκὸς πάντα αὐτοῦ ἔσται· οἰκειοποιεῖται γὰρ αὐτά, εἰ καὶ μὴ ὑπέκειτο τούτοις ἡ θεία αὐτοῦ φύσις. Ὅτι γὰρ πάντα τοῦ θεοῦ λόγου ἐστὶ μετὰ τὴν ἐνανθρώπησιν τὰ τῆς σαρκὸς αὐτοῦ, ἡ θεία γραφὴ ἡμᾶς παιδεύει. Φησὶ γάρ· Ἑωράκαμεν τὸν κύριον, τὸ συναμφότερον λέγουσα· ὁ γὰρ ἑωρακὼς τὴν σάρκα τοῦ Χριστοῦ ὅλον ἐθεάσατο, εἰ καὶ ἀθέατος τὸ κατὰ φύσιν ἡ θεότης ὑπῆρχε. Καὶ πάλιν· οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν, καίτοι τῇ θείᾳ φύσει αὐτοῦ μὴ παθόντος, ἀλλὰ τῇ οἰκείᾳ σαρκί. ∆ιδασκόμεθα οὖν ἐν πᾶσι τούτοις, ὅτι τοῦ θεοῦ λόγου σαρκωθέντος ἦν τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα· ἀλλ' ἐν οἷς φησιν ὅτι ἐπείνησεν ἢ ἐδίψησεν ἢ ἐψηλαφήθη ἢ ὡράθη, νοῶ ὅτι οὐ τῇ θείᾳ φύσει ταῦτα πέπονθεν, ἀλλὰ τῇ προσληφθείσῃ σαρκί, καθ' ἣν ἄνθρωπος ἐχρημάτισεν.