1

 2

 3

 4

 5

2

γὰρ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Οὐ γὰρ τὸν πατέρα φησὶ σεσαρκῶσθαι, ἀλλ' ὅτι πᾶσα ἡ θεότης ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἀνελλιπῶς ὑπάρχει, ἐν πατρί, ἐν υἱῷ, ἐν ἁγίῳ πνεύματι, ἐν ἑκάστῃ ὑποστάσει τελείως ἐνυπάρχουσα κατὰ τὴν φωνὴν τοῦ σωτῆρος τὴν λέγουσαν. Πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι, τουτέστιν ὅσα τῆς τοῦ πατρὸς οὐσίας ὑπάρχει γνωρίσματα, ταῦτα τοῦ θεοῦ λόγου καὶ σαρκωθέντος ἐστίν, οὐχ ὡς τοῦ πατρὸς ὄντος υἱοῦ ἢ τοῦ υἱοῦ ὄντος πατρός· ταῦτα γὰρ ὀνόματα σημαντικὰ τῆς πρὸς ἀλλήλους σχέσεως ὑπάρχει. Πῶς οὖν μὴ εἴπωμεν τὴν οὐσίαν τῆς θεότητος ἀνελλιπῶς ἐν τῷ Χριστῷ εἶναι, ὁπότε τέλειον <θεὸν> αὐτὸν εἶναί φαμεν; Πῶς δὲ καὶ τέλειον αὐτὸν ἄνθρωπον ὁμολο- γοῦντες οὐ πᾶσαν ἀνθρωπότητος οὐσίαν ἐνυπάρχειν αὐτῷ προ- σομολογήσωμεν; Οὐ γὰρ μέρος αὐτῆς προσείληφεν, ὡς Ἀπολι- νάριός φησι, σάρκα δίχα λογικῆς ψυχῆς, ἀλλὰ πᾶσαν τὴν οὐσίαν, ὅ ἐστι σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ. Αὕτη γὰρ κοινῶς ἐν τοῖς καθ' ἕκαστον ἀνθρώποις τελείως ἐνυπάρχουσα, οὐσία εἰκότως ἂν ῥηθείη. Χωρίζονται γὰρ ἀλλήλων οἱ κατὰ μέρος οὐ τῇ οὐσίᾳ, τοῖς δὲ παρεπομένοις ἰδιώμασι, μεγέθει καὶ χρώματι καὶ ἁπλῶς εἰπεῖν ταῖς χαρακτηριστικαῖς τῶν προσώπων ποιότησιν. 2. Πῶς δὲ καὶ ἐκ δύο φύσεων φήσουσι τὸν Χριστόν, εἰ μὴ ἀντὶ οὐσιῶν αὐτοῖς νοηθείη τὸ τῆς φύσεως ὄνομα; Οὐ γὰρ ἀντὶ ὑποστάσεων χαρακτηριστικῶν τολμήσουσι λέγειν, ἐπεὶ καὶ ἐκ δύο προσώπων ἀναγκασθήσονται εἰπεῖν. Ἡ γὰρ ὑπόστασις ἡ χαρακτηριστικὴ πρόσωπον δίδωσιν ἐννοεῖν. Ἐν χαρακτῆρι δέ φημι, μήπως τῇ συνήθει τῶν αἱρετικῶν ἀπάτῃ δίχα χαρακτῆρος ὑπόθωνται τὴν ὑπόστασιν. Τότε γὰρ τὴν τῆς οὐσίας σημασίαν ἀποφέρεται. Πῶς δὲ καὶ ὁμοούσιον τῷ πατρὶ καὶ ἡμῖν ὁμοούσιον τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ὑποτίθενται καὶ οὐ ναρκῶσι δύο μὲν ὁμοούσια ὁμολογοῦντες, ἀρνούμεναι δὲ τὰς δύο οὐσίας;

Ἐκ τῶν συνηγοριῶν Εὐλογίου Ἀλεξανδρείας

IV. 1. Ἤκουσά τινος αὐτῶν γενναίως οἰομένου διαλέγεσθαι ὅτι οὐκ ἔστι φύσις ἀπρόσωπος, ἀλλὰ παρέπεται τῇ φύσει καὶ πρόσω- πον. Εἰ οὖν δύο φύσεις, πάντως καὶ δύο πρόσωπα. Πῶς οὐκ ἄν τις τοὺς τὰ τοιαῦτα προβαλλομένους ἐλεήσειεν, οἳ σαφῶς οὕτω προσπταίουσι καὶ Νεστορίῳ προσποιούμενοι πολεμεῖν τοῖς αὐτοῦ προβλήμασι κέχρηνται καὶ τὴν ἐκείνου νόσον τό γε ἐπ' αὐτοῖς ἀσφαλίζονται; Εἰ γὰρ οὐκ ἔστι φύσις ἀπρόσωπος, ἀλλὰ παρέπεται τῇ φύσει καὶ πρόσωπον, φασὶ δὲ ἐκ δύο φύσεων τὴν ἀπόρρητον ἕνωσιν ἐν Χριστῷ γεγονέναι, ἄρα ἐκ δύο προσώπων κατ' αὐτοὺς ὁ Ἐμμανουήλ, καὶ ἀνέῳκται λοιπὸν τοῖς βλασφημοῦ- σι παρρησία δύο πρόσωπα λέγειν ἐν Χριστῷ, ὅπερ μανίας ἀνάμεστον. Οὐ γὰρ ἂν Πέτρον ἢ Παῦλον, εἴ τις ἑνώσειεν, μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον εἴποι. Αἱ γὰρ ὑποστάσεις, ὅ ἐστι πρόσωπα, τὴν κατ' οὐσίαν καὶ σχέσιν ἕνωσιν ἐπιδέχονται, οὐ τὴν ἐνυπόστατον καὶ ἓν πρόσωπον ἀποτελοῦσαν. Κατ' οὐσίαν μὲν οὖν αἱ ὑποστάσεις ἑνοῦνται, ὡς ἐπὶ τῆς ἁγίας τριάδος· τρεῖς γὰρ ὑποστάσεις μιᾶς οὐσίας ὑπάρχουσιν. Ἡ δὲ κατὰ σχέσιν ἕνωσις κατὰ πολλοὺς νοεῖται τρόπους· ἐν ὁμωνυμίᾳ, ἐν ἰσοτιμίᾳ, ἐν ταυτοβουλίᾳ, καὶ ὅσα τούτοις παραπλήσια. Ὁμωνυμίᾳ μέν, ὡς Ἰούδας ὁ Ἰακώβου καὶ ὁ Ἰσκαριώτης· ἰσοτιμίᾳ δὲ καὶταυτοβουλίᾳ, ὡς Πέτρος καὶ Ἰωάννης· ἑκάτερος γὰρ ἀπόστολος, καὶ αὔξειν ἠβούλοντο τὸ κήρυγμα τοῦ Χριστοῦ. Ὃ οὖν ἔφθην εἰπών, αἱ δύο ὑποστάσεις ἤγουν πρόσωπα ἑνούμενα οὐδέποτε μίαν ἀποτελοῦσιν ὑπόστασιν καὶ ἓν πρόσωπον. Εἰ οὖν ἐκ δύο φύσεων ὁ Ἐμμανουήλ, ἡ δὲ φύσις πρόσωπόν ἐστι κατ' αὐτούς, ἔσται ἄρα καὶ ἐκ δύο προσώπων,