1

 2

 3

 4

 5

3

ἅπερ οὐκ ἐπιδέχονται τὴν ἐνυπόστατον ἕνωσιν. Καὶ οὕτω κατὰ τὸν αὐτῶν διεφθαρμένον λόγον τὸ τῆς ἀθέου διαιρέσεως δόγμα χώραν εὑρήσει, καὶ Κύριλλος ἐκβληθήσεται πάλαι κατὰ Νεστορίου τοιαῦτα βοῶν· "6Ὀνήσει δὲ κατ' οὐδένα τρόπον τὸν ὀρθὸν περὶ τῆς πίστεως λόγον εἰς τὸ οὕτως ἔχειν, κἂν εἰ προσώπων ἕνωσιν ἐπιφημίζωσί τινες"6. Ἀλλ' οὐχ οὕτως οὔτε ἡ ἀλήθεια ἀπαιτεῖ, οὔτε ἡμεῖς ἀνεξόμεθα, ἀλλὰ τὴν ἀκλινῆ καὶ μέσην ὁδὸν βαδιούμεθα, τοὺς μὲν δυάδα προσώπων εἰσάγοντας ἀναθεματίζοντες, τὴν δὲ ἀλήθειαν τῶν ἐν Χριστῷ οὐσιῶν ὁμολογοῦντες. 2. Ἀλλ' ἴσως ἐξ ἀπορίας διαστρέφειν πειρώμενοι τὴν τοιαύτην πεποίηνται πρότασιν. Ἡμῶν γὰρ ἐνυποστάτως ἡνωμένας δύο φύσεις λεγόντων ἐθελοκωφοῦσι καὶ περιξύοντες τῆς ὁμολογίας ἡμῶν τὸ ἐνυποστάτως ἡνωμένας, προβλήματι κέχρηνται καθ' ἡμῶν τῆς ἡμετέρας ὁμολογίας ἀπᾴδοντι καί φασιν· οὐκ ἔστι φύσις ἀπρόσωπος. Τί τοίνυν αὐτοῖς τὸ σοφὸν τοῦτο βούλεται πρόβλημα; Εἰ μὲν ὅτι οὐ δυνατὸν τὰς φύσεις ἄλλως ἢ ἐν προσώ- ποις θεωρεῖσθαι, τούτοις πᾶς τις καὶ τῶν μικρὰ εἰδότων συνομο- λογήσειε. Τίς γὰρ ἀγνοεῖ, ὅτι καθόλου ἐν τοῖς κατὰ μέρος προσώποις, ὅπερ ταῖς χαρακτηριστικαῖς ὑποστάσεσι θεωρεῖται, οἷον ἡ τῆς θεότητος φύσις ἐν πατρί, ἐν υἱῷ, ἐν ἁγίῳ πνεύματι, ὁμοίως ἡ ἀγγελικὴ φύσις ἐν Μιχαήλ, ἐν Γαβριὴλ καὶ τοῖς λοιποῖς, καὶ ἡ τῆς ἀνθρωπότητος φύσις ἐν τοῖς καθ' ἕκαστον γνωρίζεται προσώποις; Εἰ δὲ τοῦτο βούλονται κατασκευάζειν ὅτι πάσῃ φύσει ἰδιάζον παρέπεται πρόσωπον, ἐπὶ τῶν μὴ καθ' ὑπόστασιν ἡνωμένων φύσεων, ὅ ἐστιν οὐσιῶν, καὶ τοῦτον ὀρθῶς ἔχειν ἡγοῦμαι τὸν λόγον, ἐπὶ δὲ τῶν ἐν συνθέσει καὶ ἐνυποστάτως ἡνωμένων πόρρω τῆς ἀληθείας καθέστηκεν. Ἔστι γὰρ ὅτε διάφοροι φύσεις συνερχόμεναι κατὰ τὴν ἀδιαίρετον ἕνωσιν ἓν πρόσωπον καὶ μίαν ἀποτελοῦσιν ὑπόστασιν, οἷον τὰ τέσσαρα στοιχεῖα διάφοροι ὑπάρχουσιν οὐσίαι, ἀλλ' ὅμως ἓν ἀποτελοῦσι σῶμα τοῦδε τυχὸν τοῦ ξύλου ἢ λίθου τοῦ ἐν ἰδιότητι θεωρουμένου, ὅπερ ἐστὶν ὑπόστασις. Ἀλλ' ἐπείπερ τὸ παράδειγμα κρᾶσιν δοκεῖ πως ἐμ- φαίνειν καὶ σύγχυσιν, ληπτέον ἡμῖν τὸ κατὰ τὸν ἄνθρωπον παράδειγμα τὸν ἐν μιᾷ ὑποστάσει. Ἐν ἑκάστῳ γὰρ ἡμῶν ἡ οὐσία τῆς ψυχῆς ἑτέρα ἐστὶν ὡς πρὸς τὴν οὐσίαν τοῦ σώματος, ἀλλ' ὅμως αἱ δύο οὐσίαι συνελθοῦσαι ἐν τοῖς καθέκαστον ἓν πρόσωπον ἀποτελοῦσι, φέρε εἰπεῖν Ἰωάννου ἢ Παύλου ἢ ἄλλου τινός, μείνασαι δύο. Οὔτε γὰρ ἡ ψυχὴ σὰρξ ἐγένετο, οὔτε μὴν ἡ σὰρξ ψυχὴ γέγονε. Μάρτυς δὲ τούτου Παῦλος ὁ κῆρυξ τῆς ἀληθείας φάσκων· ὁ ἔσω ἄνθρωπος καὶ ὁ ἔξω, ἵνα τὸ διάφορον σημαίνῃ τῶν οὐσιῶν. Τούτῳ κατ' ἴχνος ἑπόμενος Ἰωάννης ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος καὶ πάσης ἐκκλησίας διδά- σκαλος τοιαῦτα γράφει ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ εἰς τὴν ἀσά- φειαν τῆς παλαῖας διαθήκης· "6διπλοῦν γὰρ τοῦτο τὸ ζῷον ὁ ἄνθρωπος ἐκ δύο συγκείμενον οὐσιῶν, τῆς μὲν αἰσθητῆς, τῆς δὲ νοητῆς, ψυχῆς λέγω καὶ σώματος, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ συγγένειαν ἔχον· διὰ γὰρ τῆς νοητῆς οὐσίας κοινωνεῖ ταῖς ἄνω δυνάμεσι, διὰ δὲ τῆς αἰσθητῆς τοῖς ἐπὶ γῆς συνῆπται πράγμασι, σύνδεσμος ὢν ἀκριβὴς ἑκατέρας τῆς κτίσεως"6. Οὕτως οὖν ἐν Χριστῷ τῶν δύο οὐσιῶν γέγονεν ἕνωσις εἰς μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον, εἰ καὶ ἀμυδρῶς διὰ τῶν παραδειγμάτων ἀποδέ- δεικται. Πᾶσαι γὰρ ἕνωσιν ἡ ἐν Χριστῷ οἰκονομία ὡς ἀληθῶς ὑπεραίρουσα τὴν ἀνθρωπίνην διαδιδράσκει κατάληψιν. 3. Ἀλλὰ πάλιν τοῖς αὐτοῖς ἐμφιλοχωροῦσι νοσήμασιν, ὗς κατὰ τὸν λόγον τῷ βορβόρῳ ἐγκυλιόμενος. Τὰ αὐτὰ γὰρ πάλιν διαφόρως προβάλλονται. Φασὶ γάρ· Οὐκ ἔστιν οὐσία ἀνυπόστατος· πῶς οὖν οὐκ ἐν δύο ὑποστάσεσι ῥητέον, εἴπερ ἄρα δύο οὐσίας φατέ; Ὁρᾶτε τῶν κομψῶν τούτων τὴν ἄγνοιαν; τὴν γὰρ αὐτὴν ἡμῖν ἀνοήτως εἰσήγαγον πρότασιν, τὰ ὀνόματα πάλιν ὑπαλλά- ξαντες. Τίς γὰρ διαφορὰ οὐσίας καὶ φύσεως; Τίς δὲ προσώπου πρὸς τὴν ἐν χαρακτῆρι