1

 2

 3

 4

 5

 6

 7

4

λέγων· Ἐκεῖ βλέπε, καὶ οὐκ οἴσεις τὴν κατακρίνουσαν ψῆφον, οὐδὲ στήσῃ μετὰ τῶν κάτω διεφθαρμένων κριτῶν, ἀλλ' ἀποδέξῃ τὴν ἄνω γενομένην κρίσιν. Εἶδες φιλοσοφίαν λῃστοῦ; εἶδες σύνεσιν καὶ διδασκαλίαν; Ἀθρόον ἀπὸ τοῦ σταυροῦ εἰς τὸν οὐρανὸν ἀνεπήδησεν. Εἶτα καὶ ἐκ περιουσίας αὐτὸν ἐπιστομίζων, Οὐ δέδοικας, φησὶν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Τί ἐστιν, Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Ἐν τῇ αὐτῇ κολάσει. Μὴ γὰρ οὐχὶ καὶ σὺ ἐν τῷ σταυρῷ εἶ; Ἐκεῖνον τοίνυν ὀνειδίζων, ἑαυτὸν πρὸ ἐκείνου προβάλλῃ. Ὥσπερ γὰρ ὁ ἐν ἁμαρτήμασιν ὢν, ἕτερον κατηγορῶν, ἑαυτὸν πρὸ ἐκείνου κατηγορεῖ, οὕτω καὶ ὁ ἐν συμφορᾷ ὢν καὶ ὀνειδίζων ἑτέρῳ συμφορὰν, ἑαυτὸν πρὸ ἐκείνου ὀνειδίζει. Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Ἀποστολικὸν αὐτῷ νόμον ἀναγινώσκει, εὐαγγελικὰ ῥήματα λέγοντα· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Τί ποιεῖς, ὦ λῃστά; ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ ἐπιχειρῶν, κοινωνὸν σαυτὸν ἐποίησας τοῦ λῃστοῦ; Οὐχὶ, φησί· διορθοῦμαι τὴν ὑπόνοιαν ταύτην διὰ τῶν ἑξῆς. Ἵνα γὰρ μὴ διὰ τὴν κοινωνίαν τῆς τιμωρίας νομίσῃς ὅτι κοινωνὸν αὐτὸν ἐποίησε τῆς ἁμαρτίας, ἐπήγαγε τὴν διόρθωσιν, λέγων· Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν πεπόνθαμεν.

Εἶδες ἐξομολόγησιν ἀπηρτισμένην; εἶδες πῶς ἐν τῷ σταυρῷ τὰ ἁμαρτήματα ἀπεδύσατο; Λέγε γὰρ, φησὶ, σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Οὐδεὶς ἠνάγκασεν, οὐδεὶς ἐβιάσατο, ἀλλ' αὐτὸς ἑαυτὸν ἐξεπόμπευσεν, εἰπών· Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐποιήσαμεν πεπόνθαμεν· οὗτος δὲ οὐδὲν πονηρὸν ἐποίησε. Καὶ μετὰ ταῦτά φησι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Οὐκ ἐτόλμησε πρότερον εἰπεῖν, Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου, ἕως ὅτε διὰ τῆς ἐξομολογήσεως ἀπέθετο τῶν ἁμαρτιῶν τὸ φορτίον. Ὁρᾷς πόσον ἐστὶν ἐξομολόγησις; Ἐξωμολογήσατο, καὶ τὸν παράδεισον ἠνέῳξεν· ἐξωμολογήσατο, καὶ παῤῥησίαν ἔλαβε τοσαύτην, ὡς ἀπὸ λῃστείας βασιλείαν αἰτῆσαι. Ὁρᾷς πόσων ἀγαθῶν ἡμῖν αἴτιος ὁ σταυρός; Βασιλείας μέμνησαι; Τί γὰρ ὁρᾷς τοιοῦτον, εἰπέ μοι; Ἧλοι καὶ σταυρὸς τὰ ὁρώμενα· ἀλλ' αὐτὸς οὗτος ὁ σταυρὸς, φησὶ, τῆς βασιλείας ἐστὶ σύμβολον. ∆ιὰ τοῦτο δὲ αὐτὸν βασιλέα καλῶ, ἐπειδὴ βλέπω αὐτὸν σταυρούμενον· βασιλέως γάρ ἐστι τὸ ὑπὲρ τῶν ἀρχομένων ἀποθνήσκειν. Αὐτὸς δι' ἑαυτοῦ εἶπεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Οὐκοῦν καὶ ὁ βασιλεὺς ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν ἀρχομένων. Ἐπεὶ οὖν τὴν ψυχὴν αὑτοῦ ἔθηκεν, διὰ τοῦτο αὐτὸν βασιλέα καλῶ. Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

δʹ. Εἶδες πῶς καὶ βασιλείας ὁ σταυρὸς σύμβολον; Βούλῃ καὶ ἑτέρωθεν τοῦτο

μαθεῖν; Οὐκ ἀφῆκεν αὐτὸν εἶναι ἐπὶ τῆς γῆς, ἀλλ' ἀνέσπασεν αὐτὸν, καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε. Πόθεν τοῦτο δῆλον; Ἐπειδὴ μετ' αὐτοῦ μέλλει ἔρχεσθαι ἐν τῇ δευτέρᾳ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ, ἵνα μάθῃς πῶς σεμνὸν πρᾶγμα ὁ σταυρὸς, διὸ καὶ δόξαν αὐτὸν ἐκάλεσεν. Ἀλλ' ἴδω 49.404 μεν πῶς μετὰ τοῦ σταυροῦ ἔρχεται· ἀναγκαῖον γὰρ ἐπαναγαγεῖν τὴν ἀπόδειξιν. Ἐὰν εἴπωσι, φησὶν, ἰδοὺ ἐν τοῖς ταμείοις ἐστὶν ὁ Χριστὸς, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστὶ, μὴ ἀπέλθητε· περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας λέγων τῆς ἐνδόξου διὰ τοὺς ψευδοχρίστους, διὰ τοὺς ψευδοπροφήτας, διὰ τὸν Ἀντίχριστον, ἵνα μή τις πλανηθεὶς ἐκείνῳ περιπέσῃ. Ἐπειδὴ γὰρ πρὸ τοῦ Χριστοῦ ὁ Ἀντίχριστος ἔρχεται, ἵνα μὴ ζητῶν τις τὸν ποιμένα τῷ λύκῳ περιπέσῃ, διὰ τοῦτό σοι λέγω γνώρισμα τῆς τοῦ ποιμένος παρουσίας. Ἐπειδὴ γὰρ ἡ πρώτη αὐτοῦ παρουσία λανθάνουσα γέγονεν, ἵνα μὴ νομίσῃς, ὅτι καὶ ἡ δευτέρα τοιαύτη γίνεται, τοῦτο δέδωκε τὸ σημεῖον. Αὕτη μὲν γὰρ λανθάνουσα εἰκότως γέγονεν· ἦλθε γὰρ ζητῶν τὸ ἀπολωλός· ἐκείνη δὲ οὐχ οὕτως· ἀλλὰ πῶς, εἰπέ; Ὥσπερ γὰρ ἐξέρχεται ἡ ἀστραπὴ ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ἀθρόον ἅπασι φανήσεται, καὶ οὐ δεήσεται οὐδεὶς ἐρωτῆσαι, εἴτε ἐνταῦθα, εἴτε ἐκεῖ ὁ Χριστός. Ὥσπερ γὰρ ἀστραπῆς φαινομένης οὐ δεόμεθα ἐξετάζειν