1

 2

 3

 4

 5

 6

 7

7

πάλιν συγγενῆ τὰ κατορθώματα; Βούλει σοι δείξω καὶ ἄλλον; οὐδὲ γὰρ ἑτέρου τὰ αὐτὰ φιλοσοφοῦντος ἀπορήσομεν. Σαμουὴλ ὁ προφήτης ἐκεῖνος ὑβρίσθη παρὰ τῶν Ἰουδαίων, ἀπεχειροτονήθη, ἠτιμάσθη οὕτως, ὡς τὸν Θεὸν θελῆσαι αὐτὸν παραμυθήσασθαι καὶ εἰπεῖν· Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμέ.

Τί οὖν ἐκεῖνος ὁ ἐξουθενηθεὶς, ὁ ὑβρισθείς; Ἐμοὶ δὲ μὴ γένοιτο, φησὶν, ἁμαρτεῖν οὕτως, ὡς διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ. Ἁμαρτίαν ἐνόμισεν εἶναι, τὸ μὴ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν. Μὴ γένοιτο γάρ μοι ἁμαρτεῖν οὕτως, ὡς μὴ προσεύχεσθαι ὑπὲρ ὑμῶν. Ὁ Χριστὸς λέγει· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ὁ Στέφανος λέγει· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ὁ Παῦλος λέγει· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν κατὰ σάρκα. Ὁ Μωϋσῆς λέγει· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁ ∆αυῒδ λέγει· Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Ὁ Σαμουὴλ λέγει· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ. Ποίας οὖν τύχωμεν συγγνώμης, εἰπέ μοι. τοῦ ∆εσπότου, τῶν δούλων, τῶν ἀπὸ τῆς Καινῆς, τῶν ἀπὸ τῆς Παλαιᾶς, πάντων ἡμᾶς ὠθούντων εἰς τὴν 49.407 ὑπὲρ τῶν ἐχθρῶν εὐχὴν, αὐτοὶ τὸ ἐναντίον ποιοῦντες, καὶ κατὰ τῶν ἐχθρῶν εὐχόμενοι; Μὴ, παρακαλῶ, μὴ, ἀδελφοί. Καὶ γὰρ ὅσῳ πλείονα τὰ παραδείγματα, τοσούτῳ, ἐὰν μὴ μιμησώμεθα, μείζων ἡ κόλασις. Μεῖζον τὸ ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι τοῦ ὑπὲρ τῶν φίλων· οὐδὲ γὰρ οὕτως ὑμᾶς ὠφελεῖ ἐκεῖνο, ὡς τοῦτο.

Ἐὰν γὰρ φιλῆτε τοὺς φιλοῦντας ὑμᾶς, οὐδὲν μέγα ποιεῖτε, φησί· καὶ γὰρ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν. Ὥστε ἐὰν ὑπὲρ τῶν φίλων εὐξώμεθα, οὐδέπω τῶν ἐθνικῶν ἢ τελωνῶν ἐγενόμεθα βελτίους· ὅταν δὲ 49.408 τοὺς ἐχθροὺς φιλήσωμεν, τοῦ Θεοῦ κατὰ δύναμιν ἀνθρωπίνην ὅμοιοι γεγόναμεν, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Γενώμεθα τοίνυν ὅμοιοι τοῦ Πατρός. Γίνεσθε γὰρ, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.