1

 2

 3

 4

 5

 6

 7

2

ἐκέλευσεν ὁ Θεὸς πᾶσαν ἀφιέναι τὴν γῆν, καὶ εἰς ἕνα τόπον προσφέρειν τὰς θυσίας καὶ εὔχεσθαι, ἐπειδὴ πᾶσα ἡ γῆ ἀκάθαρτος ἦν, καπνοῦ καὶ κνίσσης καὶ πάντων τῶν ἄλλων μολυσμῶν τῶν ἐκ τῶν θυσιῶν τῶν Ἑλληνικῶν ἐπ' αὐτὴν φερομένων· ἡμῖν δὲ, ἐπειδὴ λοιπὸν ὁ Χριστὸς ἐλθὼν πᾶσαν τὴν οἰκουμένην ἐξεκάθαρεν, ἅπας τόπος εὐκτήριον γέγονε. ∆ιὰ τοῦτο καὶ Παῦλος θαῤῥῶν παρ 49.401 ῄνει λοιπὸν ἀδεῶς προσεύχεσθαι πανταχοῦ, λέγων οὕτω· Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίας χεῖρας. Εἶδες πῶς ἐκαθάρθη ἡ οἰκουμένη; ∆ιὰ γὰρ τοῦ τόπου πανταχοῦ ἐπαίρειν χεῖρας ὁσίας δυνάμεθα, ἐπειδὴ πᾶσα ἡ γῆ ἁγία γέγονεν ἁγιωτέρα τῶν ἁγίων τῶν ἔνδον. Ἐκεῖ μὲν γὰρ προσηνέχθη πρόβατον ἄλογον, ἐνταῦθα δὲ πνευματικόν· ὅσῳ δὲ μείζων ἡ θυσία, τοσούτῳ πλείων καὶ ὁ ἁγιασμός. ∆ιὰ τοῦτο ἑορτὴ ὁ σταυρός.

βʹ. Βούλει μαθεῖν αὐτοῦ καὶ ἕτερον κατόρθωμα; Τὸν παράδεισον

πεντακισχίλια ἔτη καὶ πλείω κεκλεισμένον σήμερον ἡμῖν ἠνέῳξεν. Ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ, ἐν ταύτῃ τῇ ὥρᾳ, τὸν λῃστὴν εἰσήγαγεν ὁ Θεὸς, δύο κατορθώματα ἐργασάμενος· ἓν μὲν, ὅτι παράδεισον ἠνέῳξεν, ἕτερον δὲ, ὅτι λῃστὴν εἰσήγαγε. Σήμερον ἀπέδωκεν ἡμῖν τὴν ἀρχαίαν πατρίδα, σήμερον ἐπανήγαγεν ἡμᾶς ἐπὶ τὴν πατρῴαν πόλιν, καὶ τὴν οἰκίαν ἐχαρίσατο τῇ κοινῇ τῶν ἀνθρώπων φύσει· Σήμερον γὰρ, φησὶν, μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Τί λέγεις; ἐσταύρωσαι καὶ προσήλωσαι, καὶ παράδεισον ἐπαγγέλλῃ; Ναὶ, φησὶν, ἵνα ἐν τῷ σταυρῷ τὴν δύναμιν τὴν ἐμὴν καταμάθῃς. Ἐπειδὴ γὰρ τὸ πρᾶγμα σκυθρωπὸν ἦν, ἵνα μὴ τῇ φύσει τοῦ σταυροῦ πρόσχῃς, ἀλλὰ τὴν δύναμιν τοῦ σταυρουμένου μάθῃς, ἐν σταυρῷ τὸ θαῦμα ἐργάζεται τοῦτο, ὃ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχύν.

Οὐ γὰρ νεκρὸν ἀναστήσας, οὐ θαλάττῃ καὶ πνεύμασιν ἐπιτιμήσας, οὐ δαίμονας ἀπελάσας, ἀλλὰ σταυρούμενος, προσηλούμενος, ὑβριζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, διασυρόμενος ἴσχυσε τὴν πονηρὰν τοῦ λῃστοῦ διάνοιαν μεταθεῖναι, ἵνα ἑκατέρωθεν τὴν δύναμιν αὐτοῦ ἴδῃς. Τήν τε γὰρ κτίσιν ἐκλόνησεν ἅπασαν, καὶ τὰς πέτρας διέῤῥηξε, τῆς πέτρας τε ἀναισθητοτέραν τοῦ λῃστοῦ ψυχὴν ἐπεσπάσατο καὶ ἐτίμησε· Σήμερον γὰρ μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, φησί. Καίτοι τὰ χερουβὶμ ἐτήρει τὸν παράδεισον· ἀλλ' οὗτος καὶ τῶν χερουβὶμ ∆εσπότης· φλογίνη ῥομφαία ἐκεῖ στρέφεται· ἀλλ' αὐτὸς καὶ φλογὸς καὶ γεέννης καὶ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχει. Καίτοι γε βασιλεὺς οὐδεὶς ἄν ποτε ἀνάσχοιτο λῃστὴν ἄνθρωπον, ἢ ἕτερόν τινα τῶν ὁμοδούλων μεθ' ἑαυτοῦ καθίσας, οὕτως εἰς πόλιν εἰσαγαγεῖν. Ἀλλ' ὁ Χριστὸς τοῦτο ἐποίησε, καὶ εἰς τὴν ἱερὰν εἰσερχόμενος πατρίδα, μεθ' ἑαυτοῦ τὸν λῃστὴν εἰσάγει, οὐ καταπατῶν τὸν παράδεισον, οὐδὲ καταισχύνων τοῖς ποσὶ τοῦ λῃστοῦ, ἀλλὰ μᾶλλον τιμῶν τὸν παράδεισον· τιμὴ γὰρ παραδείσου, τὸ τοιοῦτον ἔχειν δεσπότην, ὡς καὶ λῃστὴν ἄξιον ποιῆσαι τῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ.

Καὶ γὰρ ὅτε τελώνας καὶ πόρνας εἰσήγαγεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐκ ἀτιμάζων τοῦτο ἐποίει, ἀλλὰ μᾶλλον ἐτίμα, δεικνὺς ὅτι τοιοῦτός ἐστιν ὁ Κύριος τῆς βασιλείας τῶν οὐρανῶν, ὡς καὶ πόρνας καὶ τελώνας οὕτως ἐργάσασθαι δοκίμους, ὡς ἀξίους φανῆναι τῆς ἐκεῖσε τιμῆς καὶ δωρεᾶς. Καθάπερ γὰρ ἰατρὸν τότε μάλιστα θαυμάζομεν, ὅταν ἴδωμεν ἀνθρώπους ἀνίατα παθήματα ἔχοντας ἀπαλλάττοντα τῆς ἀῤῥωστίας καὶ πρὸς ὑγείαν ἐπανάγοντα· οὕτω καὶ τὸν Χριστὸν θαυμάζειν δίκαιον, ὅταν τραύματα ἀνίατα θεραπεύῃ, ὅταν τελώνην καὶ πόρνην εἰς τοσαύτην ὑγείαν ἐπαναγάγῃ, ὡς ἀξίους ἀποφῆναι τῶν οὐρανῶν. Καὶ τί τοιοῦτον ὁ λῃστὴς ἐπεδείξατο, φησὶν, ἵνα παραδείσου τύχῃ μετὰ σταυρόν; Βούλει συντόμως εἴπω τὴν ἀνδρείαν αὐτοῦ; Ὅτε Πέτρος ἠρνήσατο κάτω, τότε ἐκεῖνος ὡμολόγησεν ἄνω. Καὶ ταῦτα οὐ τοῦ Πέτρου κατηγορῶν λέγω, 49.402 μὴ γένοιτο, ἀλλὰ τοῦ λῃστοῦ