4
Ἐλέγχει σε πάλιν Ἡσαΐας λέγων, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὁ προφήτης ἐξουσιαστὴν, Θεὸν ἰσχυρὸν, ἀνακηρύττει· καὶ σὺ λέγεις αὐτὸν ὑποτακτικόν; ἐκεῖνος μεγάλης βουλῆς ἄγγελον καλεῖ· καὶ σὺ λέγεις μικρόν; Βλέπε δέ μοι καὶ Ἱερεμίαν βοῶντα περὶ αὐτοῦ· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Περὶ τοῦ Πατρὸς λέγει, ἢ περὶ τοῦ Υἱοῦ; περὶ τοῦ Πατρὸς, φησίν. Ὁ Πατὴρ ἐσαρκώθη, ἢ ὁ Υἱός; Ὁ Υἱός. Οὐκοῦν κατὰ τὸν σὸν λόγον ὁ Πατὴρ ἐσαρκώθη. Ἀλλὰ νῦν βλέπω, κατὰ τὸν τοῦ προφήτου λόγον, ὅτι ὁ Υἱὸς ὁ καὶ συναναστραφεὶς τοῖς ἀνθρώποις. Ναὶ, ὁ Κύριος ἐσαρκώθη, ὁ δὲ Πατὴρ ἄσαρκος διέμεινεν. Ἐλέγχθητι οὖν, ὦ ἀνόητε, ὅτι περὶ Υἱοῦ λέγει, διὰ τῶν ἑξῆς· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὁρᾷς αὐτὸν καὶ νομοθέτην; Εἰ γὰρ ἐξεῦρεν αὐτὸς πᾶσαν ὁδὸν ἐπιστήμης, ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ, αὐτός ἐστιν ὁ καὶ τῷ Μωϋσῇ φανεὶς καὶ νομοθετήσας. Καὶ πόθεν τοῦτο δῆλον; Ἄκουε τοῦ προφήτου λέγοντος· ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἡνίκα ἐπελαβόμην τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰ48.1091 γύπτου· διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐγγράψω αὐτούς· καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Βλέπεις ὅτι αὐτός ἐστιν ὁ νομοθέτης Παλαιᾶς καὶ Καινῆς; Ὅτι γὰρ τὴν Καινὴν αὐτὸς νομοθετεῖ, οὔτε σὺ ἀμφιβαλεῖς. Καὶ σὺ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναί σε ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος· καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν· καὶ αὐτὸς ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Βλέπεις ἕνα λαὸν Πατρὸς καὶ Υἱοῦ. Ὁ Υἱὸς λέγει· Ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοί μοι εἰς λαόν. Ὁ Πατὴρ περὶ Χριστοῦ λέγει· Καὶ ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
Μάνθανε ἓν βασίλειον τοῦ Πατρὸς καὶ Υἱοῦ. Ὅσα δὲ μετὰ ταῦτα ἀκούεις αὐτοῦ λέγοντος ταπεινὰ, μετὰ τὸ ἰδίᾳ εὐδοκίᾳ σαρκωθῆναι, καὶ ἑαυτὸν ταπεινῶσαι διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, νόει ταῦτα θεοπρεπῶς· τὸ γράμμα γὰρ ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Εἰ γὰρ τοῖς ἀποστόλοις τοῖς ἑωρακόσιν αὐτοῦ τὰ θαύματα, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ πᾶσαν νόσον θεραπεύσασιν, ἔλεγε, Πολλὰ ὑμῖν εἶχον εἰπεῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· τί πρὸς Ἰουδαῖον τὸν παχύτερον πολλῷ; Εἰ γὰρ ἵνα εἴπῃ, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, ἐβάστασαν λίθους λιθάσαι αὐτὸν, πῶς, εἴ τι τῶν ὑψηλῶν εἶπεν αὐτοῖς, ὅλως κἂν ἠνείχοντο ἀκούειν; Οὕτω καὶ ἐν τῇ Παλαιᾷ πολλὰ εὕροι τις ἂν περὶ Πατρὸς λεγόμενα πρὸς τὴν παχύτητα τῶν ἀκουόντων· ὥσπερ, Ἑπτὰ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες τὴν οἰκουμένην· καὶ, Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με· καὶ, Ἐξεγέρθητι· ἱνατί ὑπνοῖς, Κύριε; καὶ, Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Καὶ πῶς; Οὔτε γὰρ πτερωτὸν τὸ Θεῖον, οὔτε ὕπνῳ κατεχόμενον, οὔτε ῥομφαία περὶ Θεὸν, ἢ τόξον, ἢ βέλη· ἀσώματον γὰρ τὸ Θεῖον. Ἀλλὰ ταῦτα ἀπειλεῖ ὁ προφήτης, καθάψασθαι βουλόμενος τῆς παχύτητος τῶν ἀκροατῶν· οὕτω καὶ ὁ Θεὸς Λόγος δι' ἡμᾶς σαρκωθεὶς, μιμούμενος τὸν ἑαυτοῦ Πατέρα, ταπεινὰ φθέγγεται, πρὸς τὴν ἡμῶν σωτηρίαν ἀποβλέπων. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν ἐνόμιζον, λέγοντες, ὅτι Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· καὶ, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν· καὶ διὰ τοῦτο ἐζήτουν αὐτὸν λιθάσαι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, διὰ δὲ τὸ μὴ χωρεῖν αὐτοὺς τὰ ὑψηλὰ καὶ τῆς