4
σκόρπισον χρήματα, ἵνα τότε διαλύσῃς ἐγκλήματα· λάλησον τῷ δικαστῇ καταμόνας, ἵνα μὴ ἐπὶ πάντων καταδικάσῃ σε· λάβε μεσίτην πρὸς τὴν αὐτοῦ θεραπείαν τὸν πένητα· δι' αὐτοῦ τὸν κριτὴν δωροδόκησον· αὐτῷ μόνῳ θάῤῥει τὸ τοιοῦτον μυστήριον· δι' αὐτοῦ πώλει τοῖς καταδίκοις τὸ δίκαιον. Ὁ πτωχὸς λαμβάνει, καὶ ὁ κριτὴς ὑπογράφει συγχώρησιν· ἀγράφως δέχεται, καὶ προσφέρει χειρόγραφα. Ὁ γὰρ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Ὅπερ ἂν νῦν βάλλῃς ἐν τῇ χειρὶ τοῦ πτωχοῦ, γνωρίσεις ἐν τῇ παλάμῃ τοῦ δικαστοῦ. Εἰ διαδράσαι τὴν κρίσιν τοίνυν σπουδάσωμεν, ἐντεῦθεν ἤδη τὸν δικαστὴν διὰ τῶν πτωχῶν δυσωπήσωμεν. Εἰ καὶ ὁπηνίκα τελευταῖα διατυποῖς, γράψον μετὰ τῶν συγγενῶν ἢ φίλων τὴν ἀποδημοῦσαν τοῦ βίου ψυχήν· δὸς αὐτῇ κἂν μικρὰ τῆς ἀνάγκης ἐφόδια· ἐχέτω τοῦ δικαστοῦ τὸ ὄνομα τῆς διαθήκης τὰ γράμματα· μνήμης πτωχοῦ μὴ ἀμοιρείτω ὁ χάρτης.
Χαρᾶς πρόξενον, καὶ μὴ θρήνων ἄξιον ἔργασαι τὸν θάνατον· συνηγόρων ἐκτὸς μὴ παραστῇς τῷ φοβερῷ κριτηρίῳ· χόρτασον τὰς κοιλίας τῶν ὀφειλόντων ταῖς γλώσσαις ὑπὲρ σοῦ ῥητορεῦσαι πρὸς τὸν Κύριον. Κτησώμεθα 59.532 δι' αὐτῶν χρεώστην τὸν κτίσαντα, τοῦ μὴ δοῦναι δίκην κατ' ἐκείνην τὴν ἡμέραν· ὠνησώμεθα χρήμασι τῆς τοιαύτης ἐπιτυχίας ῥήτορας. Ἔχεις γὰρ, φησὶ, μάρτυρα τῆς περὶ ἐμὲ φιλίας τὸν πένητα· οἶδάς με τὰ τῶν πτωχῶν οἰκειούμενον. Ἐξανατέλλω χόρτον τοῖς κτήνεσι, καὶ πᾶσι τὴν τροφὴν χορηγῶ· καὶ ὅμως σοῦ ποιοῦντος τὴν ἐλεημοσύνην, ἐγὼ τῷ πένητι συγκλίνω τὴν χεῖρα, καὶ τὸν ὀβολὸν ὑποδέχομαι. Ἀναβάλλομαι τὸ φῶς ὡς ἱμάτιον· κἂν μόνον σὺ τὸν πτωχὸν περιβάλῃς, ἐγὼ τῆς θέρμης αἰσθάνομαι. Οἶδάς με ἐν οὐρανῷ τῷ Πατρὶ συγκαθήμενον· κἂν μόνον ὁρμήσῃς τοὺς ἐν φυλακῇ ἐπισκέψασθαι, εὑρήσεις με τοῖς δεσμοῖς συγκαθήμενον· κἂν δράμῃς πρὸς νοσοῦντας, τῆς κλίνης οὐκ ἀπολιμπάνομαι.
Πανταχοῦ γάρ εἰμι, καὶ τοῖς ἐν ἀνάγκῃ προΐσταμαι. Ὅπερ ἂν δώσῃς τῷ πένητι, ὄψει τοῦτο παρ' ἐμοῦ πληθυνόμενον. Ἐὰν εἰσάγῃς εἰς τὴν οἰκίαν σου τὸν ἄστεγον, καὶ δι' αὐτοῦ λάβῃς με ἐν οἴκῳ σου, τρία ταῦτα παρέξω σοι· καὶ τὸ κέρδος αὐξήσω, καὶ τὸν οἶκόν σου φυλάξω, καὶ μονὴν ἐν οὐρανοῖς ἑτοιμάσω σοι· ἐν ᾗ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἐν Θεῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.