1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

παλαιοὺς ἀναγνῶναι νόμους, ὥστε πάντοθεν ὑμῖν γενέσθαι τὸν λόγον σαφέστερον. Νόμος ἦν παλαιὸς τοῖς Ἰουδαίοις· μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν· Ὅτε τῶν Αἰγυπτιακῶν θορύβων καὶ τῆς τοῦ βαρβάρου τυραννίδος τὸν τῶν Ἑβραίων δῆμον ἀπήλλαξεν ὁ Θεὸς, ὁρῶν αὐτοὺς ἔτι λείψανα ἀσεβείας ἔχοντας καὶ περὶ τὰ αἰσθητὰ ἐπτοημένους, καὶ μεγέθη καὶ κάλλη ναῶν θαυμάζον 49.355 τας, ἐκέλευσεν αὐτοῖς οἰκοδομηθῆναι ναὸν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας τοὺς ἐν τῇ γῇ ναοὺς ἀποκρύπτοντα. Καὶ καθάπερ πατὴρ φιλόστοργος διὰ πολλοῦ χρόνου τὸν υἱὸν τὸν ἑαυτοῦ μιαροῖς ἀνθρώποις καὶ φθορεῦσι καὶ ἀσώτοις συναναστραφέντα καὶ πολλῆς ἀπολαύσαντα τρυφῆς λαβὼν, μετὰ ἀσφαλείας καὶ σεμνότητος ἐπὶ πλείονι καθίστησιν αὐτὸν ἀφθονίᾳ, ὥστε μήτε στενοχωρηθέντα τῶν προτέρων μνήμην λαβεῖν, μήτε εἰς ἐπιθυμίαν ἐκείνων ἐλθεῖν· οὕτω καὶ ὁ Θεὸς βλέπων τοὺς Ἰουδαίους περὶ τὰ αἰσθητὰ ἐπτοημένους, καὶ ἐν τούτοις πολλὴν ποιεῖται τὴν ὑπερβολὴν, ὥστε αὐτοὺς μηδέποτε εἰς ἐπιθυμίαν τῶν Αἰγυπτίων ἢ τῶν παρ' Αἰγυπτίοις ἐλθεῖν. Καὶ ποιεῖται τὸν ναὸν πρὸς τὴν εἰκόνα τοῦ κόσμου παντὸς, τοῦ τε αἰσθητοῦ καὶ νοητοῦ. Καθάπερ γάρ ἐστι γῆ καὶ οὐρανὸς, καὶ μέσον διάφραγμα τὸ στερέωμα τοῦτο· οὕτω κἀκεῖνον ἐκέλευσε γενέσθαι. Καὶ εἰς δύο διατεμὼν τὸν ναὸν τοῦτον, καὶ καταπέτασμα ἀφεὶς μέσον, τὸ μὲν ἔξω τοῦ καταπετάσματος πᾶσι συνεχώρησεν εἶναι βατὸν, τὸ δὲ ἔνδον ἄβατον καὶ ἀθέατον πᾶσι, πλὴν τοῦ ἀρχιερέως μόνου. Καὶ ὅτι οὐχ ἡμέτερος ταῦτα στοχασμὸς, ἀλλ' ἐν τύπῳ τοῦ κόσμου παντὸς ὁ ναὸς κατεσκεύαστο, ἄκουσον τί φησιν ὁ Παῦλος, περὶ τοῦ Χριστοῦ λέγων εἰς τὸν οὐρανὸν ἀναβάντος· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν· δεικνὺς ὅτι τὰ ἐνταῦθα ἀντίτυπα ἦν τῶν ἀληθινῶν.

Ὅτι δὲ καὶ τὸ καταπέτασμα διεῖργε τὰ Ἅγια τῶν ἁγίων ἀπὸ τῶν ἁγίων τῶν ἔξω, καθάπερ οὗτος ὁ οὐρανὸς τὰ ὑπὲρ αὐτὸν ἀποτειχίζει τούτων τῶν καθ' ἡμᾶς ἁπάντων, ἄκουσον πῶς καὶ τοῦτο ᾐνίξατο, τὸν οὐρανὸν καταπέτασμα καλέσας. Περὶ γὰρ τῆς ἐλπίδος λέγων, ὅτι ὡς ἄγκυραν αὐτὴν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, ἐπήγαγε· Καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, ὑπὲρ τὸν οὐρανὸν ἄνω. Ὁρᾷς πῶς καταπέτασμα τὸν οὐρανὸν ἐκάλεσεν; Ἔξω μὲν οὖν τοῦ καταπετάσματος ἦν ἡ λυχνία, καὶ ἡ τράπεζα, καὶ βωμὸς χαλκοῦς, τὰς θυσίας δεχόμενος καὶ τὰ ὁλοκαυτώματα· ἔσω δὲ τοῦ καταπετάσματος ἡ κιβωτὸς, περικεκαλυμμένη πάντοθεν χρυσίῳ, τὰς πλάκας ἔχουσα τῆς διαθήκης, καὶ τὴν στάμνον τὴν χρυσῆν, καὶ τὴν ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ βωμὸν χρυσοῦν, οὐχὶ θυσιῶν οὐδὲ ὁλοκαυτωμάτων, ἀλλὰ θυμιάματος μόνου. Καὶ τὰ μὲν ἔξω πατεῖν πᾶσιν ἐφεῖτο, τὰ δὲ ἔνδον μόνῳ τῷ ἀρχιερεῖ. Καὶ τούτων δὲ αὐτῶν μαρτυρίαν παρέξομαι πάλιν, τοῦ Παύλου οὕτω πως λέγοντος· Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Ἅγιον δὲ κοσμικὸν καλεῖ τὴν ἔξω σκηνὴν, ἐπειδὴ τῷ κόσμῳ παντὶ εἰσιέναι θέμις ἦν· Ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη τὰ Ἅγια τῶν ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ· ἐν ᾗ 49.356 στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης, κατασκιάζοντα τὸ ἱλαστήριον. Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὁρᾷς ὅτι καὶ μόνος εἰσέρχεται ὁ ἀρχιερεὺς, καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ παντός;