4
γλῶσσαν τοῖς μογιλάλοις τρανὴν εἰς τὸ φθέγγεσθαι ἐπερειδομένην τῇ χάριτι. ϛʹ. Ἐν Καισαρείᾳ Φιλίππου (Πανεὰς αὕτη, ἥ ποτε ἐν πόλεσι ὑπερώνυμος, ἣ Φιλίππου Καίσαρος πόλις ὠνόμαστο· καὶ ∆ὰν ἐν τῇ Γραφῇ λεγομένη τῇ θείᾳ· Ἠρίθμησε γὰρ, φησὶν, ὁ ∆αβὶδ τὸν λαὸν ἀπὸ ∆ὰν ἕως Βηρσαβέε· ἐν ταύτῃ σὺν τοῖς δούλοις ὁ ∆εσπότης γενόμενος, τῆς αἱμόῤῥου τῶν αἱμάτων τὴν κρήνην ἐξήρανεν), ἐν ταύτῃ τὴν πρώτην τῶν οἰκείων μαθητῶν συναγείρας σύνοδον, καὶ ἐπί τινος πέτρας τὴν καθέδραν ἡ πέτρα τῆς ζωῆς σχεδιάσασα, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Οὐκ ἀγνοῶν τῶν ἀνθρώπων τὴν ἄγνοιαν, ὁ πάντα εἰδὼς, ἐπερώτησε, ἀλλὰ ταύτην τῷ τῆς γνώσεως φωτὶ διαλύσαι βουλόμενος, ὥσπερ τινὰ ζόφον τοῖς νοεροῖς ὀφθαλμοῖς ἐπικείμενον. Οἱ δὲ, τοὺς μὲν Ἰωάννην τὸν Βαπτιστὴν, ἄλλους δὲ Ἠλίαν, ἑτέρους δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν καταγγέλλειν ἔφασαν. Ἐπειδὴ γὰρ ἑώρων τὴν τοσαύτην τῶν θαυμάτων ἄβυσσον, ὡς εἷς εἴη τῶν πάλαι προφητῶν ὑπετόπαζον, ἐκ νεκρῶν ἐγηγερμένος, ἐντεῦθέν τε τῆς τοιαύτης ἠξίωτο χάριτος. Καὶ τοῦτο δῆλον· Ἤκουσε γὰρ, φησὶν, Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· Οὗτος Ἰωάννης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ταύτην τὴν ὑποψίαν διαλύσαι πειρώμενος, καὶ τὴν ἀληθῆ ὁμολογίαν, οἷόν τι δῶρον, δῶρον ἁπάντων ὑπερφερέστατον, τοῖς ἀγνοοῦσι χαρίσασθαι, τί δρᾷ, ᾧ πάντα δυνατὰ ἐν τῇ χειρὶ αὐτοῦ; Ὡς μὲν ἄνθρωπος τὴν πεῦσιν προβάλλεται· ὡς δὲ Θεὸς λαθραίως σοφίζει τὸν πρῶτον κληθέντα, καὶ πρῶτον ἀκολουθήσαντα, ὃν τῇ οἰκείᾳ προγνώσει προώρισε τῆς Ἐκκλησίας ἐπάξιον πρόεδρον. Τούτῳ 96.556 ὡς Θεὸς ἐμπνεῖ, καὶ δι' αὐτοῦ φθέγγεται. Τίς δὲ ἡ πεῦσις; Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ὁ δὲ Πέτρος ἐμπύρῳ τῷ ζήλῳ καιόμενος, καὶ τῷ ἁγίῳ θεοφορούμενος Πνεύματι· Σὺ εἶ ὁ Χριστὸς, ἔφησεν, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὢ μακαρίου στόματος! ὢ πανολβίων χειλέων! ὢ θεοφόρου νοῦ, ἀξίου τῆς θείας μυήσεως! ὢ ὀργάνων, δι' ὧν Πατὴρ ἀπεφθέγγετο! Μακάριος ὄντως εἶ σὺ, Σίμων, υἱὲ Ἰωνᾶ (τοῦτο γὰρ ὁ ἀψευδὴς ἀπεφήνατο), ὅτι οὐ σὰρξ, οὐχ αἷμα, οὐκ ἀνθρωπίνη διάνοια, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος ταύτην θείαν τε καὶ ἀπόῤῥητον θεολογίαν σοι ἀπεκάλυψεν. Οὐδεὶς γὰρ τὸν Υἱὸν ἐπιγινώσκει, εἰ μὴ ὁ ὑπ' αὐτοῦ γινωσκόμενος μόνος, ὁ γεννήσας Πατὴρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐπιστάμενον. Αὕτη ἡ πίστις ἡ ἀκλινὴς καὶ ἀκλόνητος, ἐφ' ἣν ὡς πέτραν ἡ Ἐκκλησία ἐστήρικται, ἧς ἐπαξίως ἐπώνυμος γέγονας. Ταύτης ᾄδου πύλαι, αἱρετικῶν στόματα, δαιμόνων ὄργανα, καταδραμοῦνται μὲν, ἀλλ' οὐ κατισχύσουσι· καθοπλίσονται, ἀλλ' οὐκ ἐκπορθήσουσι. Βέλος νηπίων αἱ πληγαὶ αὐτῶν γεγόνασί τε καὶ ἔσονται. Ἀσθενήσουσιν αὐτῶν αἱ γλῶσσαι, καὶ ἐπ' αὐτοὺς ἔσονται. Καθ' ἑαυτοῦ γὰρ τεύχει κακὰ ὁ τῇ ἀληθείᾳ ἀντικαθιστάμενος. Ταύτην αὐτὸς μὲν οἰκείῳ ἐκτήσατο αἵματι, σοὶ δὲ ὡς πιστοτάτῳ ἐγχειρίζει θεράποντι. Ταύτην ἀκλόνητον, καὶ ἀκύμαντον σαῖς λιταῖς διαφύλαξον· ὅτι μὲν γὰρ οὐ περιτραπήσεται πώποτε, οὐ σεισθήσεται, οὐ πορθηθήσεται, ἀσφαλὴς ἡ πεποίθησις. Χριστὸς ἔφη, δι' οὗ οὐρανὸς ἐστερέωται γῆ δὲ ἥδρασται, καὶ μένει ἀκράδαντος. Τῷ γὰρ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, ἔφη τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ' αἰτοῦμεν πραϋνθῆναι τὸν κλυδῶνα, καταθραυσθῆναι τὸν τάραχον, καὶ εἰρήνην γαληνιαῖαν βραβευθῆναι ἡμῖν καὶ ἀκύματον. Τοῦτο Χριστὸν καθικέτευσον, τὸν ταύτης νυμφίον τὸν ἄχραντον, τὸν σὲ κλειδοῦχον τῆς βασιλείας τῶν οὐρανῶν χειροτονήσαντα, τὸν τὸ δεσμεῖν καὶ λύειν εὐθύνας σοι χαρισάμενον, ὃν θεηγόρῳ στόματι, ζῶντος Θεοῦ Υἱὸν ἀψευδῶς ἀνεκήρυξας. Ὢ θείων καὶ ἀποῤῥήτων πραγμάτων! Αὐτὸς ἑαυτὸν ἀνθρώπου Υἱὸν ἀνηγόρευσε, καὶ Θεοῦ Υἱὸν ὁ Πέτρος, ὁ ἐν τούτῳ δὲ λαλῶν μᾶλλον