πόρρωθεν τοῖς καταίρουσιν ἀπαστράπτει καὶ χεῖρα ὀρέγει τοῖς ἐκ πελάγους πρὸς τὴν Ῥώμην ἀλυπότατα παραπέμπουσα. Τί δ' ἐπὶ τούτοις ἡ φιλοσοφία κατεπαγγέλλεται; ὅτι καὶ ταῖς περὶ θεὸν ἐκείνη συνῆπται δυνάμεσι καὶ πανταχοῦ σοι σύνεστι καὶ συμπρόεισιν. ἀλλὰ τοῖς ὀφθαλμοῖς ἰδεῖν τὸ θεῖον ἐκεῖνο χρῆμα ποθεῖς; ἔχεις οὐκ ἀμυδρὰ καὶ τούτου ἰνδάλματα, οὐκ ἀσαφεῖς σκιάς, τὴν ἐκείνης ὁμόγονον, τὸ ἐκείνης ἐκσφράγισμα, τὸ καθαρὸν ἀφομοίωμα· αὕτη σοι τὴν ἐκείνης παραδεικνύτω καὶ ἀρετὴν καὶ μορφήν. Ἀλλ' ἐκεῖσε πάλιν ἐπάνειμι. ὅταν ἐπὶ τῆς θαλάσσης τοὺς ἐρεσσομένους πύργους θεάσωμαι, ὥσπερ τινὰς λόφους καὶ ἐπαναστάσεις τῆς ὑγρᾶς φύσεως χιλίᾳ κώπῃ εὐθυνομένας, καὶ ταῦτα δὴ τὰ σὰ μηχανήματα δοκῶ κλονεῖσθαι τὰς τῶν ὀρῶν κορυφάς. καὶ ἐνθουσιῶ μὲν πρὸς τὴν ἄρρητον τοῦ πράγματος δύναμιν, δέδοικα δὲ μὴ συγκίνησις ᾖ τοῦ παντὸς καὶ οὐκ ἔχω ποῖ τράπωμαι. Ὅταν δὲ καὶ τοὺς λαμπροὺς ἡγεμόνας Περσῶν καὶ Μήδων καὶ Βαβυλῶνος θεάσωμαι ὥσπερ ἀπὸ μηχανῆς πρὸς τὴν σὴν ἐλαθέντας ἀρχήν, μετὰ τῶν ὀνειρωττόντων εἶναι δοκῶ καὶ πυκνὰ διερευνῶμαι τοὺς ὀφθαλμούς. σὺ δὲ τί; μὴ γίνῃ τούτοις τῆς τύχης βαρύτερος; πολλοῦ γε καὶ δεῖ. ∆αρεῖοι μὲν γὰρ ταῦτα καὶ Ξέρξαι καὶ Κῦροι καὶ Ὦχοι, οἳ καὶ συγγενικοῖς αἵμασι τὰς δεξιὰς κατεχράνθησαν, αὐτὸς δὲ καὶ δεξιὰν ἐμβάλλεις καὶ τοῦ σοῦ κοινωνεῖς νέκταρος καί που δὴ καὶ φιλεῖς. καὶ ἵνα παρῶ τἆλλα, πῶς οὐκ ἂν τὰς σὰς ἐπιφροσύνας θαυμάσαιμι, ἐφ' αἷς οἱ τῶν μέγα δυναμένων παῖδες, ὥσπερ τινῶν γιγάντων γοναί, πρὸς τὴν σὴν αὐτομάτως ἥκασι πόλιν, καὶ μέρος τοῦ σοῦ γεγόνασι βήματος; Ἀλλ' "1ὢ τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι;"2 βασιλέα; ἀλλὰ τὸ μὲν τῆς ἀρχικῆς ἐπιστήμης ἀξίωμα καθορῶ, ὁ δὲ τῆς τύχης ὄγκος ποῦ; ὁ δὲ κόμπος τῆς μοναρχίας, τὸ δὲ κατὰ τῶν πολλῶν φρύαγμα, τὸ δὲ ἠλαζονεῦσθαι; στρατηγόν; ἀλλ' αἱ μὲν νῖκαι σαφεῖς· οὐδαμοῦ δὲ τὸ ἐπὶ ταύταις αὐχεῖν. δικαστήν; ἀλλὰ καὶ τὸν καταψηφισθέντα ἡδόμενον ταῖς ψήφοις ὁρῶ, πῶς δὲ τοῦτο δυνήσεται δικαστής; ἀρχιτέκτονα; ἀλλ' ὁ τῶν δημιουργημάτων καιρὸς τοὺς ὅρους τῆς ἀρχιτεκτονίας νικᾷ. εὐμήχανον; καὶ τίς Ἀρχιμήδης τῶν στοιχείων μετήλλαξε τὰς ῥοπάς; τίς Λιβύην διψῶσαν κατέκλυσεν ὕδατι; τίς ποταμοὺς ὅλους μετοχετεύσας εἰς μίαν συνήλασε σήραγγα, ἀνήγαγέ τε καὶ αὖθις κατήγαγε; τίς ἱστᾶν καὶ κινεῖν τὴν ὑγρὰν φύσιν ὅτε βούλοιτο ἐπεχείρησεν; Ἐγὼ δὲ καὶ τἆλλα μὲν τῶν σῶν ἄγαμαι καὶ οὐκ ἔχω οἵοις καταστέψω τοῖς ἐγκωμίοις, τὸ δ' ὅπως τὸ τῆς μοναρχίας ἡμῖν διασώζεις χρῆμα, καὶ οὐ ψεύδεταί σε τὸ ὄνομα, οὐδὲ αὐτὸς καταψεύδῃ τῆς κλήσεως, τοῦτο καὶ μᾶλλον ὑπερεκπέπληγμαι. νῦν γὰρ ἡμῖν ὅροι τῆς ἀρχῆς οὐ ποταμοὶ γνωριζόμενοι, οὐ στῆλαι θρυλλούμεναι, οὐ νῆσοι, οὐκ ἤπειροι γινωσκόμεναι, ἀλλὰ περατούμεθα οἷ βουλόμεθα, καὶ ὧν εἰ περαιτέρω χωρεῖν ἑλοίμεθα, οὐκ ἂν τὸ βάθος τῆς ὕλης θαρρήσωμεν; εἰ δὲ καὶ τῶν τοιούτων ὅρων ἐντὸς λήξεις τινὲς ἡγεμονίας εἰλήχασι, θαυμάζειν οὐ χρή. οὐ γὰρ ἀντικαθιστάμεναι ἡμῖν πεφύκασι καὶ ἀντίθετοι, ἀλλὰ μέρη καὶ μέλη τῆς ὅλης ἀρχῆς καὶ πέρατα τῆς ὁλότητος. κἂν γὰρ τὴν Αἰγυπτίων εἴπῃ τις, κἂν τὴν Αἰθιόπων, κἂν τὴν Ἰνδῶν, κἂν Σκύθας, κἂν Σαυρομάτας, κἂν Ὑπερβορέους αὐτούς, οἷς κατὰ κορυφὴν ὁ τῆς σφαίρας πόλος ἐφέστηκε, μέρος. εἰσὶ τῆς ὑπὸ σοῦ ἰθυνομένης ἀρχῆς. ὅθεν ἄλλος ἄλλοθεν ἥκει δωροφορῶν, οὐχ ὡς πάλαι τὰ ἐκ Σηρῶν νήματα, οὐδὲ τὸν τυραννηθέντα εἰς ἐσθῆτα χρυσόν, οὐδὲ τὰς χλοαζούσας τῶν λίθων καὶ ἠρινὴν ἀποστιλβούσας χροιάν, ἀλλὰ ζῴων φύσεις οἷς ἐκεῖνοι τὸ πλέον εἶχον ἡμῶν, καὶ ὧν οὐδὲ τῶν ἰχνῶν παραχωρεῖν τοῖς πρὸ σοῦ βασιλεῦσιν ἠνέσχοντο. Καὶ νῦν ὅταν θεάσωμαι τὸν ἐλέφαντα τὸν μετὰ τῶν μύθων μοι πάλαι ἀπιστούμενον διὰ μέσου θεάτρου ὑφ' ἡνιόχου ἀγόμενον, σιδηροῦν καὶ ἄτρωτον τὴν δορὰν, τὸ μέγεθος ὑψηλόν, τὸ εἶδος ἀλλόκοτον, τὸν δρόμον παρὰ τὸν ὄγκον, ὥσπερ ἐπὶ θεμελίοις ἀρραγέσιν ἐπῳκοδομημένον τοῖς σκέλεσιν, ὅσα χειρὶ τῇ ῥινὶ