λόγον πεπράκασι τὰ ὑπάρχοντα αὐτῶν, ἵνα, διὰ τοῦ πεπρακέναι καὶ ἀπο<δε>δόσθαι ἐκεῖνα καὶ ἀντ' ἐκείνων καλὴν προαίρεσιν βοηθουμένους αὐτοὺς εἰληφέναι ἀπὸ θεοῦ, ὠνήσωνται τῆς πολλῆς τιμῆς καὶ ἀξίας τοῦ ἀγροῦ τὸν ἔχοντα θησαυρὸν κεκρυμμένον ἐν ἑαυτῷ ἀγρόν. 10.7 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας (13, 45[46]. Ἐπειδὴ ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστί, πολλῶν ὄντων ἐμπόρων πολλὰ ἐμπορευομένων, οὐδενὶ μὲν ἐκείνων, τῷ δὲ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας καὶ εὑρόντι ἕνα ἀντάξιον τῶν πολλῶν πολύτιμον μαργαρίτην ὃν ἀντὶ πάντων ἠγόρασεν, εὔλογον ἡγοῦμαι τυγχάνειν τὰ περὶ τῆς φύσεως τοῦ μαργαρίτου ἐξετάσαι. Παρατήρει δὲ ἐπιμελῶς ὅτι οὐκ εἶπεν ὅτι πέπρακε πάντας οὓς εἶχεν· οὐ γὰρ μόνους οὓς ὁ ζητῶν καλοὺς μαργαρίτας ἐώνηται πέπρακεν, ἀλλὰ καὶ πάντα ὅσα εἶχεν, ἵνα ἀγοράσῃ τὸν καλὸν μαργαρίτην ἐκεῖνον. Εὕρομεν οὖν παρὰ τοῖς περὶ λίθων πραγματευσαμένοις περὶ τῆς φύσεως τοῦ μαργαρίτου ταῦτα ὅτι τῶν μαργαριτῶν οἱ μέν εἰσι χερσαῖοι, οἱ δὲ θαλάττιοι. Καὶ οἱ μὲν χερσαῖοι παρ' Ἰνδοῖς μόνοις γίνονται πρέποντες σφραγῖσι καὶ σφενδό ναις καὶ ὅρμοις. Οἱ δὲ θαλάττιοι οἱ μὲν διαφέροντες παρὰ τοῖς αὐτοῖς Ἰνδοῖς εὑρίσκονται, οἵτινές εἰσι καὶ ἄριστοι ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ γινόμενοι. ∆ευτερεύουσι δὲ ὡς ἐν μαργαρίταις οἱ ἐκ τοῦ κατὰ Βρεττανίαν Ὠκεανοῦ λαμβα νόμενοι. Τρίτοι δὲ καὶ ἀπολειπόμενοι οὐ μόνον τῶν πρώτων, ἀλλὰ καὶ τῶν δευτέρων, οἱ κατὰ τὸν Βόσπορον περὶ τὴν Σκυθίαν εὑρισκόμενοι. Ἔτι δὲ ταῦτα ἐλέγετο περὶ τοῦ Ἰνδικοῦ μαργαρίτου ὅτι ἐν κόγχοις γίνεται προσεοικόσι τὴν φύσιν εὐμεγέθεσι στρόμβοις. Οὗτοι δὲ ἱστοροῦνται οἱονεὶ κατὰ ἴλας τὴν θαλάττιον ποιούμενοι νομήν, καθάπερ ἀγελάρχου τινὸς ἐξηγουμένου περιόπτου τὴν χρόαν καὶ τὸ μέγεθος καὶ διαφέροντος τῶν ὑπ' αὐτόν, ὥστε ἀναλογίαν αὐτὸν ἔχειν τῷ καλουμένῳ ἐσσῆνι μελισσῶν. Ἱστόρηται δὲ καὶ περὶ τῆς θήρας τῶν διαφερόντων, τουτέστι τῶν ἐν Ἰνδίᾳ, τοιοῦτον· ὅτι περιλαμβάνοντες οἱ ἐπιχώριοι δικτύοις κύκλον αἰγιαλοῦ μέγαν κατακολυμβῶσιν, ἕνα ἐξ ἁπάντων τὸν προηγούμενον ἐπιτηδεύοντες λαβεῖν, τούτου γὰρ ἁλόντος φασὶν ἄμοχθον γενέσθαι τὴν θήραν τῆς ὑπὸ τούτῳ ἀγέλης, οὐδενὸς ἔτι ἀτρεμοῦντος τῶν ἀπ' αὐτῆς, ἀλλὰ οἷον δεδεμένου ἱμάντι καὶ ἑπομένου τῷ ἀγελάρχῃ. Λέγεται δὲ καὶ ἡ γένεσις τῶν ἐν Ἰνδίᾳ μαργαριτῶν χρόνοις συνίστασθαι, τροπὰς λαμβάνοντος τοῦ ζῴου πλείονας καὶ μεταβολάς, ἕως τελειωθῇ. Ἔτι δὲ καὶ τοῦτο ἱστόρηται ὅτι διοίγεται ὁ κόγχος χάσμῃ παραπλησίως ὁ τοῦ φέροντος τὸν μαργαρίτην ζῴου καὶ διοιχθεὶς τὴν ἐπουράνιον εἰς ἑαυτὸν δέχεται δρόσον, ἧς ἐμπλησθεὶς καθαρᾶς καὶ ἀθολώτου περιαυγὴς γίνεται καὶ λοχεύει μέγαν καὶ εὔρυθμον τὸν λίθον. Εἰ δέ ποτε ἐπηχλυμένης καὶ ἀνωμάλου χειμερίου τε μεταλάβοι δρόσου, ὁμιχλώδη κύει μαργαρίτην καὶ κηλῖσιν ἐπίμωμον. Ἔτι δὲ καὶ τοῦτο εὕρομεν ὅτι εἰ μεσολαβηθείη ὁδεύων ἐπὶ τὴν πλήρωσιν οὗ κύει λίθου ὑπὸ ἀστραπῆς, μύει καὶ ὡσπερεὶ *** τῷ δείματι σκορπίζει καὶ διαχεῖ τὸν γόνον εἰς τὰ λεγόμενα φυσήματα. Ἔστι δὲ ὅτε καθάπερ ἠλιτόμηνα γεννᾶται βραχέα καὶ ἀχλύος τι ἔχοντα, πλὴν εὔρυθμα. Ἔτι δὲ καὶ τοῦτο ἔχει ὁ Ἰνδικὸς μαργαρίτης παρὰ τοὺς ἄλλους· λευκός ἐστι τὴν χρόαν, ἀργύρῳ διαφανεῖ προσφερὴς αὐγήν τε ὑποχλωρίζουσαν ἠρέμα διαλάμπει, ὡς ἐπίπαν δὲ σχῆμα ἔχει στρογγύλον. Ἔστι δὲ καὶ τρυφερόχρως καὶ ἁπαλώτερος ἢ κατὰ λίθον. Οὕτως δέ ἐστιν ἐπιτερπὴς ἰδέσθαι, ὡς καὶ παρὰ τοῖς ἐμφανεστέροις, καθὰ ὁ ἀναγράψας ἔλεγε περὶ τῶν λίθων, ἀφυμνεῖσθαι. Ἔτι δὲ καὶ τοῦτο σημεῖον ἀρίστου ἐστὶ μαργαρίτου τὸ τὴν περιφέρειαν τετορνευμένην ἔχειν καὶ τὸ χρῶμα λευκότατον καὶ διαυγέστατον καὶ τῷ μεγέθει μέγιστον. Ταῦτα μὲν οὖν περὶ τοῦ Ἰνδικοῦ. Ὁ δὲ κατὰ τὴν Βρεττανίαν (φασὶ) χρυσωπὸς μέν ἐστι τὴν ἐπίχροιαν, ὁμιχλώδης δέ τις καὶ ταῖς μαρμαρυγαῖς ἀμβλύ τερος. Ὁ δὲ ἐν τῷ πορθμῷ τῷ κατὰ Βόσπορον κνεφωδέστερος τοῦ Βρεττανικοῦ καὶ πελιδνὸς καὶ τέλεον ἀμυδρός, ἁπαλός τε καὶ μακρομεγέθης. Καὶ γεννᾶται δὲ ὁ ἐν τῷ κατὰ Βόσπορον