ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκατα λέγεσθαι. Ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἵας ἀφῆκε χα ριστηρίους φωνὰς ἠκούσαμεν, καὶ ὅπως τὴν γυναῖκα ἐξεπαίδευσεν ἀπρεπές τι περὶ τοῦ ∆εσπότου λογισα μένην, καὶ ποῖα μετὰ πεῖραν καὶ ἐξουδένωσιν καὶ τὸ δριμὺ πάθος ἐφθέγξατο, καὶ ὡς οὐδὲν αὐτὸν τῶν ἀν θρωπίνων συμπτωμάτων διεθορύβησεν· ὡς δὲ οἱ φί λοι παρεγένοντο ἄνδρες δίκαιοι καὶ συμπαθεῖς, εὔ καιρον ᾠήθη, θεωρῶν αὐτῶν τὴν ὑπομονὴν καὶ τὴν ἀγάπην ἐπ' αὐτῶν, εἰπεῖν καὶ δημοσιεῦσαι τὰς κατὰ ψυχὴν ἀλγηδόνας, καὶ φθέγγεται μὲν καθ' ἱστο ρίαν ἀκίνδυνον. Ἓν γὰρ ἦν τοῦ διαβόλου τὸ σπού δασμα, τὸ παρασκευάσαι τὸν δίκαιον βλασφημῆσαι Θεόν. Ὁ δὲ οὐδαμῶς φαίνεται τοῦτο διαπραξάμενος, ἀλλὰ καὶ μᾶλλον εὐφημήσας, καὶ χαριστηρίους ἀνα πέμψας φωνάς. Καταρᾶται δὲ τὴν ἡμέραν τῆς γεννήσεως, καὶ τὸν θάνατον ἐπιποθεῖ, διὰ τὰς ἀνω τέρω λεχθείσας αἰτίας. Πρὸς δὲ διάνοιαν μυστήρια λαλεῖ· καὶ περὶ τῶν ἤδη προγεγονότων φιλοσοφεῖ, καὶ πληροφορεῖ τὸ μέλλον. Τοιαῦται γὰρ ἀεὶ τῶν ἁγίων προφητῶν αἱ ῥήσεις. Ἐπὶ δὲ αὐτῶν τῶν λέ ξεων γενόμενοι, σαφηνίσωμεν τὴν διάνοιαν, αὐτοῦ ποδηγοῦντος πρὸς τὴν ἑρμηνείαν, τοῦ καὶ τὸν ἅγιον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος. Στίχ. αʹ. Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ. Ὅτι δίκαιος ἀνοίγει τὸ στόμα, οὐχ ἁπλῶς οὑτωσὶ προσήκει προσέχειν τοῖς λεγομένοις, ἀλλὰ τὰ ἐκ τῶν λόγων ἀναζητεῖν ὠφέλειαν. Μεστὰ γὰρ ἀεὶ ὠφε λείας τὰ τοιαῦτα ῥήματα τῶν ἁγίων· καὶ ἀνοίγων τὸ στόμα δίκαιος, κεκρυμμένους δημοσιεύει θησαυ ρούς. ∆ιὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπι στέλλων φησί· Τὸ στόμα μου ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ περὶ τοῦ Κυρίου γέγραπται ὅτι Ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκε. Καὶ ἁπλῶς ἐκεῖνος μαρτυρεῖται στόμα ἀνοίγειν, ὁ σιωπῆς μέτρα πρότερον διδαχθείς. Οὐκοῦν καὶ Ἰὼβ ἀνοίγει τὸ στόμα 17.69 μετὰ τοῦτο· τουτέστι μετὰ τὸ μέγα τρόπαιον, μετ' ἐκεῖνα τὰ πάθη, οὐκ ἀβασανίστως φθέγγεται περιαλ γῶν τῷ σώματι, τῆς γλώσσης φθανούσης τὸ τῆς φρο νήσεως ἔνθεσμον, ἀλλὰ σωφρονῶν καὶ ταῖς φωναῖς ὑποδείκνυται. ∆ηλοῖ δὲ καὶ τὴν γαλήνην τῆς ψυχῆς καὶ τῶν ῥημάτων τὸ ἐμπρεπὲς ἡ τοῦ ἀνοῖξαι τὸ στόμα αὐτοῦ μαρτυρία. ΚΕΦ. ΙΘʹ. Στίχ. αʹ. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμα σιν, κάμνειν ποιεῖν τὰ βαστάζοντα· οὕτως εἰσί τι νες λόγοι βαρεῖς, οὓς ἀκούσας τις κάμνει. Ὡς ὑπὸ βάρους πιεζόμενος, τῆς δυνάμεως τῶν λόγων τῶν οὐ κακῶς, καὶ χαλεπῶς, ἢ ἐπὶ λοιδορίας εἰρημέ νων ὑπὸ τῶν ἄλλων δύο μετὰ Βαλδὰδ ἐληλυθότων, οἱονεὶ φορτίου αἴσθησις βαρέος, ὁ Ἰώβ φησι καμὼν τῇ ψυχῇ ἐφ' οἷς εἰρήκασιν· Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; -Καὶ μετ' ὀλίγον· Ὁρᾷς ὡς προγέγραπται ὁ Σαυχαίων τύραννος. Τυ ραννικοὶ αὐτοῦ εἰσιν οἱ λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ, λέ γει· Ἕω τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου; Οὐχ οὕτως καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός. Πολλάκις ὑπομείνας τὰς βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς, εἰ καὶ κάμνων, ἀλλ' ὑπο μένει τοὺς χαλεποὺς λόγους. Ὕβριν γὰρ ὑπομένειν μεγάλου ἀνδρός ἐστιν. ∆ιόπερ ἐν τοῖς ἀνδραγαθήμα σιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· Λοιδορούμενοι εὐλο γοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν. Ὥσπερ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Καὶ μετ' ὀλίγον φησὶν εἶτα, διὰ τὸ, Ἕως τίνος ἔγκοπον ποιή σετε ψυχήν μου; Ὁρᾷς; Ἰώβ ἐστιν, οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως περιέχει ἢ τὴν ἀνδρίαν αὐτοῦ καὶ τὴν ὑπομονήν. Ἀλλ' ὅμως αἰσθάνεται τῶν καμάτων, ὧν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκλη ροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆσαι. Στίχ. γʹ. Γνῶτε μόνον, ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως. Ἃ βλέπετε περὶ ἐμὲ, μὴ νομίσητε ἄλλοθεν ἐληλυ θέναι μοι ἢ ἀπὸ τοῦ Θεοῦ. Φοβήθητε τοίνυν. Ὁ γὰρ ἐμοὶ ταῦτα ἐπάγων δύναται καὶ ὑμῖν ἐπαγαγεῖν. Στίχ. γʹ. Καταλαλεῖτέ μου· οὐκ αἰσχυνόμενοί με, ἐπίκεισθέ μοι. Πολλάκις καὶ καταλαλεῖ τις κακῶς ποιῶν. Ὅτε ἂν δὲ οὐκ